6
εὐθύνας. Καθάπερ γὰρ καὶ ἡμεῖς ἀργύρια τοῖς οἰκέταις ἐμπιστεύσαντες, ἁπάντων ἀπαιτοῦμεν αὐτοὺς λόγον, οὕτω καὶ ὁ Θεὸς, ῥήματα ἡμῖν ἐμπιστεύσας, ζητήσει τῆς δαπάνης αὐτῶν τὸν τρόπον. Ἀπαιτούμεθα δὲ καὶ ἐξεταζόμεθα μετὰ ἀκριβείας, εἰ μὴ εἰκῆ μηδὲ μάτην αὐτὰ ἀναλώσαμεν· οὐ γὰρ οὕτως ἀργύριον ἁπλῶς ἀναλωθὲν ἔβλαψεν, ὡς ῥήματα εἰκῆ καὶ μάτην ἐξενεχθέντα καὶ εἰς οὐδὲν δέον. Ἀργύριον μὲν γὰρ μάτην δαπανηθὲν ἐν χρήμασι πολλάκις τὴν ζημίαν ἤνεγκε, λόγος δὲ ἁπλῶς προενεχθεὶς ὁλοκλήρους ἀνέτρεψεν οἰκίας, καὶ ψυχὰς ἀπώλεσε καὶ κατέλυσε· καὶ τῶν μὲν χρημάτων τὴν ζημίαν διορθῶσαι πάλιν ἔνι, λόγον δὲ ἐκπηδήσαντα καθάπαξ ἀνακτήσασθαι πάλιν οὐκ ἔνι. Καὶ ὅτι λόγων δίδομεν δίκας, ἄκουσον τί φησιν ὁ Χριστός· Λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι ἐπὶ τῆς γῆς, ἀποδώσουσι λόγον περὶ αὐτοῦ ἐν ἡμέρᾳ κρίσεως· ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου κατακριθήσῃ. Οὐ ῥημάτων δὲ μόνον δίδομεν εὐθύνας, ἀλλὰ καὶ ἀκουσμάτων· οἷον εἰ παραδέξω κατηγορίαν κατὰ τοῦ πλησίον ψευδῆ λεγομένην· Ἀκοὴν γὰρ, φησὶ, ματαίαν μὴ παραδέξῃ. Εἰ δὲ οἱ δεχόμενοι ματαίαν ἀκοὴν οὐκ ἂν τύχοιεν συγγνώμης, οἱ διαβάλλοντες καὶ κατηγοροῦντες ποίαν ἕξουσιν ἀπολογίαν; εʹ. Καὶ τί λέγω ῥήματα καὶ ἀκοὴν, ὅπου γε καὶ ἐνθυμημάτων εὐθύνας ὑπέχομεν; Καὶ τοῦτο αὐτὸ ὁ Παῦ51.24 λος δηλῶν ἔλεγεν· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Καὶ ὁ Ψαλμῳδὸς δέ φησιν, ὅτι Ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι. Τί ἐστιν, Ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι; Οἷον, εἰ μετὰ δόλου καὶ πονηρᾶς γνώμης πρὸς τὸν ἀδελφὸν διελέχθης, εἰ διὰ τοῦ στόματος αὐτὸν ἐπαινῶν καὶ τῆς γλώττης, κατὰ διάνοιαν ἐκάκωσας καὶ ἐφθόνησας αὐτῷ. Πάλιν γὰρ τοῦτο αὐτὸ ὁ Χριστὸς αἰνιττόμενος, ὅτι οὐχὶ ἔργων μόνον, ἀλλὰ καὶ ἐνθυμημάτων δίδομεν δίκην, ἔλεγεν· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ. Καίτοι οὐ προῆλθεν εἰς ἔργον ἡ ἁμαρτία, ἀλλ' ἐν διανοίᾳ τέως ἐστίν· ἀλλ' οὐδὲ οὕτως ἀνέγκλητος δύναται μεῖναι ὁ διὰ τοῦτο περισκοπῶν κάλλη γυναικῶν, ἵνα ἀνάψῃ πορνείας ἐπιθυμίαν. Ὅταν οὖν ἀκούσῃς, ὅτι συναίρει λόγον μετὰ τῶν δούλων αὐτοῦ, μὴ παρέλθῃς ἁπλῶς τὴν ῥῆσιν, ἀλλ' ἐννόησον πᾶσαν ἀξίαν, πᾶσαν ἡλικίαν, ἑκατέραν τὴν φύσιν, τῶν τε ἀνδρῶν, τῶν τε γυναικῶν· ἐννόησον οἷον ἔσται τότε τὸ δικαστήριον, ἀναλόγισαι τὰ ἡμαρτημένα σοι πάντα. Κἂν γὰρ αὐτὸς ἐπιλάθῃ τῶν πεπλημμελημένων, Θεὸς οὐδέποτε ἐπιλήσεται, ἀλλὰ πάντα πρὸ τῶν ὀφθαλμῶν στήσει τῶν ἡμετέρων, ἂν μὴ προλαβόντες αὐτὰ καταλύσωμεν νῦν διὰ μετανοίας καὶ ἐξομολογήσεως, καὶ τοῦ μηδέποτε μνησικακεῖν τοῖς πλησίον. Τίνος δὲ ἕνεκεν ποιεῖ τὸ λογοθέσιον; Οὐχ ὡς αὐτὸς ἀγνοῶν, πῶς γὰρ, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν; ἀλλ' ἵνα σε πείσῃ τὸν οἰκέτην, ὅτι δικαίως ὀφείλεις, ὅπερ ἂν ὀφείλῃς· μᾶλλον δὲ οὐχ ἵνα μάθῃς μόνον, ἀλλ' ἵνα καὶ ἀπονίψῃ· ἐπεὶ καὶ τῷ προφήτῃ διὰ τοῦτο ἐκέλευσε τὰ ἁμαρτήματα λέγειν τῶν Ἰουδαίων. Λέγε γὰρ, φησὶ, τὰς ἀνομίας αὐτῶν τῷ οἴκῳ Ἰακὼβ, καὶ τὰς ἁμαρτίας αὐτῶν τῷ οἴκῳ Ἰσραήλ· οὐχ ἵνα ἀκούσωσι μόνον, ἀλλ' ἵνα διορθώσωνται. Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. Ἆρα πόσα ἐνεπιστεύθη, ὅτι τοσαῦτα κατέφαγε; Μέγας ὁ τῶν ὀφλημάτων ὄγκος· καὶ οὐχὶ μόνον τοῦτο ἦν τὸ χαλεπὸν, ἀλλ' ὅτι καὶ πρῶτος προσηνέχθη τῷ δεσπότῃ. Εἰ μὲν γὰρ μετὰ πολλοὺς ἑτέρους εὐγνωμονήσαντας οὗτος προσηνέχθη, οὐχ οὕτω θαυμαστὸν ἦν τὸ μὴ παροξυνθῆναι τὸν δεσπότην· ἡ γὰρ τῶν φθασάντων εὐγνωμοσύνη τοῖς μετὰ ταῦτα ἠγνωμονηκόσιν ἡμερώτερον αὐτὸν ἔμελλε ποιεῖν. Τὸ δὲ πρῶτον εἰσαχθέντα ἀγνώμονα φανῆναι, καὶ οὕτως ἀγνώμονα γενόμενον,