1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

8

ἐπενεχθείσης, καὶ τῆς καταδίκης γενομένης δήλης, ἣν ὑπομεῖναι δίκαιος ἦν, οὕτως ἄγριος καὶ ὠμὸς περὶ τὸν σύνδουλον ἐγένετο· εἰ μηδὲν τούτων 51.26 ἐξέβη, ποῦ οὐκ ἂν ἐξώλισθεν ἀγριότητος; ∆ιὰ τοῦτο ταῦτα πάντα ὁ Θεὸς ἐποίει καὶ ἐπραγματεύετο, προαναστέλλων αὐτοῦ τὴν ἀπήνειαν ἐκείνην. Εἰ δὲ μηδενὶ διωρθώθη τούτων, οὐ παρὰ τὸν διδάσκαλον, ἀλλὰ παρ' ἐκεῖνον τὸν μὴ δεξάμενον τὴν διόρθωσιν ἡ αἰτία. Πλὴν ἀλλ' ἴδωμεν πῶς αὐτῷ μεθοδεύει τὸ ἕλκος. Πεσὼν οὖν, φησὶ, παρὰ τοὺς πόδας αὐτοῦ, παρεκάλει αὐτὸν λέγων· Μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Καὶ μὴ μὴν εἶπεν, ὅτι οὐκ εἶχεν ἀποδοῦναι· ἀλλὰ τοιοῦτον τῶν ὀφειλόντων τὸ ἔθος, κἂν μηδὲν ἔχωσιν ἀποδοῦναι, ἐπαγγέλλονται, ὥστε τῶν παρόντων ἀπαλλαγῆναι δεινῶν. Ἀκούσωμεν ὅσοι ῥᾳθυμοῦμεν εὐχῆς, πόση τῶν δεήσεων ἡ δύναμις. Οὐ νηστείαν ἐπεδείξατο οὗτος, οὐκ ἀκτημοσύνην, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλ' ἔρημος ὢν καὶ γυμνὸς πάσης ἀρετῆς, ἐπειδὴ παρεκάλεσε τὸν δεσπότην μόνον, ἴσχυσεν αὐτὸν ἐπισπάσασθαι πρὸς ἔλεον. Μὴ τοίνυν ἀπαγορεύωμεν ἐν ταῖς δεήσεσι. Τίς γὰρ τούτου γένοιτ' ἂν ἁμαρτωλότερος, ὃς τοσούτοις μὲν ἐγκλήμασιν ὑπεύθυνος ἦν, κατόρθωμα δὲ οὐ μικρὸν, οὐ μέγα ἐκέκτητο; Ἀλλ' ὅμως οὐκ εἶπε πρὸς ἑαυτόν· Ἀπαῤῥησίαστός εἰμι, αἰσχύνης γέμω, πῶς δύναμαι προσελθεῖν; πῶς δύναμαι παρακαλέσαι; ὃ πολλοὶ τῶν ἁμαρτανόντων λέγουσι, διαβολικὴν νοσοῦντες εὐλάβειαν. Ἀπαῤῥησίαστος εἶ; ∆ιὰ τοῦτο πρόσελθε, ἵνα κτήσῃ παῤῥησίαν πολλήν. Μὴ γὰρ ἄνθρωπός ἐστιν ὁ μέλλων σοι καταλλάττεσθαι, ἵνα αἰσχυνθῇς καὶ ἐρυθριάσῃς; Θεός ἐστιν, ὁ σοῦ μᾶλλον βουλόμενος ἀπαλλάξαι σε τῶν ἐγκλημάτων· οὐχ οὕτω σὺ τῆς σεαυτοῦ ἀσφαλείας ἐπιθυμεῖς, ὡς ἐκεῖνος ἐφίεταί σου τῆς σωτηρίας· καὶ τοῦτο δι' αὐτῶν τῶν ἔργων ἡμᾶς ἐπαίδευσεν. Οὐκ ἔχεις παῤῥησίαν; ∆ιὰ τοῦτο δυνήσῃ παῤῥησίαν ἔχειν, ὅτι οὕτω διάκεισαι· μεγίστη γὰρ παῤῥησία, τὸ μὴ νομίζειν ἔχειν παῤῥησίαν· ὥσπερ οὖν αἰσχύνη μεγίστη, τὸ δικαιοῦν ἑαυτὸν ἐνώπιον Κυρίου. Ἐκεῖνος ἀκάθαρτός ἐστι, κἂν ἁπάντων ἀνθρώπων ἁγιώτερος ᾖ· ὥσπερ οὖν δίκαιος γίνεται ὁ πείσας ἑαυτὸν πάντων ἔσχατον εἶναι. Καὶ μάρτυρες τῶν λεγομένων ὁ Φαρισαῖος καὶ ὁ τελώνης. Μὴ τοίνυν ἀπογινώσκωμεν ἐν τοῖς ἁμαρτήμασι, μηδὲ ἀπαγορεύωμεν, ἀλλὰ προσερχώμεθα τῷ Θεῷ, προσπίπτωμεν, παρακαλῶμεν, ὅπερ οὗτος ἐποίησε, μέχρι τούτου καλῇ τῇ γνώμῃ χρησάμενος. Τό τε μὴ ἀπαγορεῦσαι, τό τε μὴ ἀπογνῶναι, τό τε ὁμολογῆσαι τὰ ἡμαρτημένα, τό τε αἰτῆσαι ἀναβολήν τινα καὶ μέλλησιν, ταῦτα πάντα καλὰ, καὶ διανοίας συντετριμμένης, καὶ τεταπεινωμένης ψυχῆς. Τὰ δὲ ἐντεῦθεν οὐκ ἔτι ὅμοια τοῖς προτέροις· ἅπερ γὰρ διὰ τῆς ἱκετηρίας συνήγαγε, ταῦτα ἀθρόον ἐξέχεεν ἅπαντα διὰ τῆς εἰς τὸν πλησίον ὀργῆς. Ἀλλὰ τέως ἐπὶ τὸν τρόπον τῆς συγχωρήσεως ἔλθωμεν· ἴδωμεν πῶς αὐτὸν ἀφῆκε, καὶ πόθεν ἐπὶ τοῦτο ἦλθεν ὁ δεσπότης. Σπλαγχνισθεὶς ὁ κύριος αὐτοῦ, φησὶν, ἀπέλυσεν αὐτὸν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Ἐκεῖνος μέλλησιν ᾔτησεν, οὗτος συγχώρησιν ἔδωκεν· ὥστε πλέον οὗ ᾔτησεν, ἔλαβεν ἐκεῖνος. ∆ιὸ καὶ Παῦλός φησι· Τῷ δυναμένῳ πάντα ποιῆσαι ὑπὲρ ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν. Οὐδὲ γὰρ ἰσχύεις ἐννοῆσαι τοσαῦτα, ὅσα ἐκεῖνός σοι παρεσκεύασται δοῦναι. Μὴ τοίνυν αἰσχυνθῇς, μηδὲ ἐρυθριάσῃς· μᾶλλον δὲ αἰσ51.27 χύνου μὲν ἐπὶ τοῖς ἁμαρτήμασι, μὴ ἀπογίνωσκε δὲ, μηδὲ ἀφίστασο τῆς εὐχῆς, ἀλλὰ πρόσελθε καὶ ἁμαρτωλὸς ὢν, ἵνα καταλλάξῃς σου τὸν ∆εσπότην, ἵνα δῷς αὐτῷ τὴν οἰκείαν φιλανθρωπίαν ἐν τῇ συγχωρήσει τῶν ἁμαρτιῶν τῶν σῶν ἐπιδείξασθαι· ὡς ἐὰν φοβηθῇς προσελθεῖν ἐνεπόδισας αὐτοῦ τῇ ἀγαθότητι, διεκώλυσας αὐτοῦ τῆς χρηστότητος τὴν δαψίλειαν, τό γε εἰς σὲ ἧκον. Μὴ τοίνυν ἀναπίπτωμεν, μηδὲ ὀκνῶμεν ἐν ταῖς εὐχαῖς. Κἂν γὰρ πρὸς αὐτὸ τῆς κακίας κατενεχθῶμεν τὸ βάραθρον, ταχέως ἐκεῖθεν ἡμᾶς ἀνασπάσαι δυνήσεται.