1

 2

 3

 4

 5

 6

 7

 8

6

εʹ. Ὁρᾷς πανταχοῦ μετὰ τῆς νηστείας τὴν προσευχήν; Τότε γὰρ καὶ τερπνοτέρα καὶ δοκιμωτέρα ἀπὸ τῆς λύρας ἀναπέμπεται μελῳδία. Οὐκ εἰσὶ διάβροχοι αἱ νευραὶ, τῇ πλεονεξίᾳ τῆς μέθης διαλυθεῖσαι, ἀλλ' εὔτονος ὁ λογισμὸς, διεγηγερμένος ὁ νοῦς, νήφουσα ἡ ψυχή. Οὕτω προσιέναι τῷ Θεῷ καὶ διαλέγεσθαι χρὴ μόνον πρὸς μόνον. Εἰ γὰρ πρὸς φίλους ἔχοντές τι τῶν ἀναγκαίων εἰπεῖν, καταμόνας αὐτοὺς λαμβά νοντες, οὕτω διαλεγόμεθα· πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο ποιεῖν χρὴ, εἰσελθόντας εἰς τὸ ταμιεῖον μεθ' ἡσυχίας πολλῆς· καὶ πάντως ἐπιτευξόμεθα πάντων, ἂν συμφερόντως τὴν αἴτησιν ποιησώμεθα. Καὶ γὰρ μέγα ἀγαθὸν εὐχὴ, ὅταν μετὰ διανοίας εὐ χαρίστου γίνηται καὶ νηφούσης· πῶς δὲ καὶ εὐχάρι στος ἔσται; Ἂν παιδεύσωμεν ἑαυτοὺς, μὴ μόνον λαμβάνοντας, ἀλλὰ καὶ ἀποτυγχάνοντας εὐχαριστεῖν τῷ Θεῷ. Καὶ γάρ ποτε μὲν δίδωσιν ὁ Θεὸς, ποτὲ δὲ οὐ δίδωσιν· ἀμφότερα δὲ χρησίμως ποιεῖ· ὥστε, κἂν λάβῃς, κἂν μὴ λάβῃς, ἔλαβες τῷ μὴ λαβεῖν· κἂν ἐπιτύχῃς, κἂν μὴ ἐπιτύχῃς, ἐπέτυχες ἐν τῷ μὴ ἐπι τυχεῖν. Ἔστι γὰρ ὅτε τὸ μὴ λαβεῖν ὅπερ αἰτοῦμεν, τοῦ λαβεῖν λυσιτελέστερον γίνεται. Εἰ γὰρ μὴ συμφέρον ἡμῖν πολλάκις ἦν τὸ μὴ λαβεῖν, πάντως ἂν ἔδωκεν ἀεί· τὸ δὲ συμφερόντως ἀποτυχεῖν, ἐπι τυχεῖν ἐστι. ∆ιὰ τοῦτο καὶ ἀναβάλλεται τὴν αἴτησιν ἡμῶν πολλάκις, οὐ βουλόμενος ἡμᾶς παρελκύσαι, ἀλλὰ τῇ μελλήσει τῆς δόσεως τὴν διηνεκῆ προσ εδρείαν σοφιζόμενος. Ἐπειδὴ γὰρ λαβόντες πολ λάκις ὅπερ αἰτοῦμεν, μετὰ τὸ λαβεῖν τὴν περὶ τὰς εὐχὰς καταλύομεν σπουδὴν, βουλόμενος ἐπιτεῖναι τὴν ἐν ταῖς ἱκετηρίαις ἡμῶν ἀγρυπνίαν, παρέλκει τὴν δόσιν. Οὕτω καὶ φιλόστοργοι πατέρες ποιοῦσι· τὰ ῥᾴθυμα τῶν παίδων, καὶ πρὸς τὰ παιδικὰ παίγνια κατατρέχοντα, πολλάκις ὑποσχέσει δώρου μεγίστου κατέχουσι παρ' ἑαυτοῖς· διὰ τοῦτο ποτὲ μὲν ἀνα βάλλονται, ποτὲ δὲ οὐ διδόασιν.

Ἔστι γὰρ ὅτε βλα βερὰν αἰτοῦμεν αἴτησιν· ὁ δὲ τὰ συμφέροντα ἡμῖν μᾶλλον εἰδὼς, ὁ Θεὸς οὐκ ἐπινεύει ταῖς ἡμετέραις εὐχαῖς, τὸ λυσιτελὲς ἡμῖν καὶ ἀγνοούντων ἡμῶν οἰκονομῶν. Καὶ τί θαυμαστὸν, εἰ ἡμεῖς οὐκ ἀκουό μεθα, ὅπου γε καὶ ἐπὶ Παύλου τοῦτο γέγονε; Καὶ γὰρ ἐκεῖνος πολλάκις αἰτήσας ἀπέτυχε· καὶ οὐ μόνον οὐκ ἤλγησεν, ἀλλὰ καὶ ηὐχαρίστησε τῷ Θεῷ· Ὑπὲρ τούτου γὰρ, φησὶ, τὸν Κύριον τρὶς παρεκάλεσα· τὸ δὲ, Τρὶς, τὸ πολλάκις σημαίνει. Εἰ δὲ Παῦλος πολλάκις αἰτήσας οὐκ ἐπέτυχε, πολλῷ οὖν μᾶλλον ἡμᾶς ἐπιμένειν χρή. Ἀλλ' ἴδωμεν πῶς, ἐπειδὴ πολ λάκις αἰτήσας οὐκ ἔλαβε, διετέθη πρὸς τὸ μὴ λαβεῖν. Οὐ γὰρ μόνον οὐκ ἤλγησεν, ἀλλὰ καὶ καυχᾶται, 55.526 ἐπειδὴ μὴ ἔλαβεν. Εἰπὼν γὰρ, ὅτι Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα· καὶ εἶπε μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελει οῦται· ἐπήγαγεν, ὅτι Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου.

ςʹ. Εἶδες εὐγνωμοσύνην οἰκέτου; Ἤτησε τῆς ἀσθε νείας ἀπαλλαγῆναι, καὶ

οὐκ ἐπένευσεν ὁ Θεός· καὶ οὐ μόνον οὐκ ἤλγησεν ὁ Παῦλος, ἀλλὰ καὶ καυχᾶται ἐπὶ τῇ ἀσθενείᾳ. Οὕτω καὶ ἡμεῖς παρασκευάσωμεν τὰς ἑαυτῶν ψυχὰς, κἂν δῷ ὁ Θεὸς, κἂν μὴ δῷ ταῦτα ἅπερ αἰτοῦμεν, ἡμεῖς ὑπὲρ ἀμφοτέρων εὐχαριστήσωμεν τῷ Θεῷ. Ἀμφότερα γὰρ ἡμῖν συμφερόντως ποιεῖ. Εἰ τοῦ δοῦναι κύριός ἐστι, οὐκοῦν καὶ τοῦ πότε δοῦναι, καὶ τοῦ τί δοῦναι, καὶ τοῦ μὴ δοῦναι. Οὐκ οἶδας σὺ τὰ συμφέροντα, ὡς αὐτὸς οἶδε σαφῶς. Πολλάκις αἰτεῖς ἐπιβλαβῆ καὶ σφαλερά· ὁ δὲ μᾶλλον κηδόμενός σου τῆς σωτηρίας, οὐ τῇ αἰτήσει προσέχει, ἀλλὰ πρὸ ταύτης τὸ συμφέρον σοι πανταχοῦ σκοπεῖ.

Εἰ γὰρ οἱ κατὰ σάρκα πατέρες οὐ πάντα αἰτοῦσι τοῖς παιδίοις παρέχουσιν, οὐκ ἐπειδὴ καταφρονοῦσιν αὐτῶν, ἀλλ' ἐπειδὴ μάλιστα κήδονται αὐτῶν· πολλῷ μᾶλλον ὁ Θεὸς, καὶ μᾶλλον φιλῶν, καὶ πλέον ἁπάντων καὶ τὸ συμφέρον εἰδὼς, τοῦτο ποιεῖ. Σχολάσωμεν οὖν ταῖς εὐχαῖς διηνεκῶς, μὴ μόνον δι' ἡμέρας, ἀλλὰ καὶ διὰ νυκτός. Ἄκουσον γὰρ τί φησιν αὐτὸς ὁ προφήτης· Μεσονύκτιον ἐξηγειρόμην τοῦ