1

 2

 3

 4

 5

 6

 7

6

ηʹ. Οὐκ ἐπὶ τούτου δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ Σαμουὴλ 51.308 τὸ αὐτὸ τοῦτο γεγενημένον ἴδοι τις ἄν. Καὶ γὰρ ἐκεῖ νος ἔτη τοσαῦτα προστὰς τοῦ δήμου τῶν Ἰουδαίων οὕτως, ὡς ὁ Θεὸς ἤθελε, καὶ μηδὲν μηδέποτε μέγα περὶ ἑαυτοῦ φθεγξάμενος, καίτοι πολλὰ ἔχων, εἴπερ ἐβούλετο, λέγειν, τὴν ἐκ πρώτης ἡλικίας ἀνατροφὴν, τὴν ἐν τῷ ναῷ διατριβὴν, τὴν ἐκ σπαργάνων αὐτοῦ προφητείαν, τοὺς μετὰ ταῦτα πολέμους, τὰς νίκας ἃς ἐνίκησεν, οὐχ ὅπλοις χρώμενος, ἀλλὰ μετὰ τῆς εὐ νοίας τοῦ Θεοῦ παραταττόμενος, ἐν τοῖς ἔμπροσθεν χρόνοις οὐδὲν τούτων εἶπεν. Ἐπειδὴ δὲ ἔμελλεν ἀφ ίστασθαι τῆς προστασίας, καὶ τὴν ἀρχὴν ἐγχειρίζειν ἑτέρῳ, τότε λοιπὸν ἠναγκάσθη τὰ ἐγκώμια αὐτοῦ διεξελθεῖν, καὶ ταῦτα ὑφειμένως. Καὶ καλέσας τὸν δῆμον ἅπαντα, παρόντος καὶ τοῦ Σαοὺλ, οὕτω πώς φησιν· Ἰδοὺ ἤκουσα τῆς φωνῆς ὑμῶν, καὶ ἐβασί λευσα ἐφ' ὑμᾶς βασιλέα· καὶ ἐγὼ ἰδοὺ ἀνέστραμ μαι ἐνώπιον ὑμῶν ἐκ νεότητός μου, καὶ ἕως τῆς ἡμέρας ταύτης, καὶ γεγήρακα. Ἀποκρίθητε κατ' ἐμοῦ ἐνώπιον τοῦ Κυρίου, καὶ ἐνώπιον χριστοῦ αὐ τοῦ· μόσχον τίνος ὑμῶν εἴληφα; ἢ ὄνον τίνος εἴληφα; ἢ τίνα ὑμῶν κατεδυνάστευσα; ἢ τίνα ἐξ επίεσα ὑμῶν; ἢ ἐκ χειρὸς τίνος ὑμῶν εἴληφα ἐξ ίλασμα ἢ ὑπόδημα, καὶ ἀπέκρυψα τοὺς ὀφθαλμούς μου ἐν αὐτῷ;

Εἴπατε κατ' ἐμοῦ, καὶ ἀποδώσω ὑμῖν. Καὶ ποία ἦν ἀνάγκη ταῦτα λέγειν, φησί; Πολλὴ καὶ μεγάλη. Ἐπειδὴ γὰρ ἄρχοντα ἔμελλεν εἰσάγειν αὐτοῖς τὸν Σαοὺλ, ἐν τῇ καθ' ἑαυτὸν ἀπολογίᾳ διδάξαι βουλό μενος ἐκεῖνον, πῶς προΐστασθαι δεῖ καὶ κήδεσθαι τῶν ἀρχομένων, αὐτοὺς τοὺς ὑπηκόους μάρτυρας αὐτοῦ τῆς φιλοσοφίας παράγει. Καὶ οὐ ποιεῖ τοῦτο ἐν τῷ καιρῷ τῆς ἀρχῆς, ἵνα μή τις εἴπῃ, ὅτι δεδοικότες αὐτὸν καὶ φοβούμενοι, τὰ μὴ ὄντα ἐμαρτύρησαν· ἀλλ' ὅτε παρελύθη τὰ τῆς δημαγωγίας, καὶ εἰς ἕτερον μετέστη τὰ τῆς προστασίας, καὶ κίνδυνος οὐ δεὶς ἦν τῷ κατηγοροῦντι λοιπὸν, τότε δικάζεται πρὸς αὐτούς. Καίτοι γε εἰ ἕτερός τις ἦν, ἐμνησικάκησεν ἂν τοῖς Ἰουδαίοις, καὶ οὐκ ἂν ἠθέλησε τὸν ἄρχοντα τὸν μετ' αὐτὸν ἐπιεικῆ γενέσθαι καὶ μέτριον, οὐ διὰ μνησικακίαν δὲ μόνον, ἀλλ' ἵνα καὶ αὐτὸς ἐπαινῆται μειζόνως.

θʹ. Καὶ γὰρ νόσημα τοῦτο δεινὸν τοῖς ἄρχουσιν ἔνεστι· τοὺς μετ' αὐτοὺς ἐπὶ

τὴν ἀρχὴν ἐρχομένους εὔχονται φαύλους εἶναι καὶ πονηρούς. Ἄν τε γὰρ γενναῖοι τύ χωσιν ὄντες, λαμπροτέρους αὐτοὺς φανεῖσθαι νομί ζουσι, τῶν διαδεξαμένων τὴν ἀρχὴν οὐκ ὄντων τοιού των· ἄν τε σκαιοὶ καὶ διεφθαρμένοι, ἀπολογίαν τῆς οἰκείας ἔσεσθαι πονηρίας τοῦ μετὰ ταῦτα ἄρχοντος τὴν κακίαν. Ἀλλ' οὐχ ὁ μακάριος οὗτος τοιοῦτος· ἀλλ' ἠβούλετο καὶ ηὔχετο καὶ ἐπεθύμει πολλῷ βελτίονος αὐτοὺς ἀπολαῦσαι τῆς προστασίας· οὕτω φιλόστοργος ἦν, οὕτω φθόνου καθαρὸς, οὕτω κενοδοξίας ἀπηλλα γμένος. Καίτοι γε ἓν μόνον ἐζήτει, τῶν ἀνθρώπων τὴν σωτηρίαν. ∆ιὰ τοῦτο καὶ τὸν ἄρχοντα αὐτοῖς ἐν τῇ καθ' ἑαυτὸν ἐῤῥύθμιζεν ἀπολογίᾳ. Ἐπειδὴ γὰρ τὸ μὲν καλέσαι τὸν βασιλέα καὶ εἰπεῖν, Ἐπιεικὴς ἔσο καὶ μέτριος καὶ ἀδωροδόκητος, καὶ μηδένα βιάζου, μηδὲ ἀδίκει, μηδὲ πλεονέκτει, φορτικὸν ἦν καὶ ἐπ αχθὲς τῷ μέλλοντι ταῦτα ἀκούειν· τὸ δὲ σιγῆσαι πάλιν προδοσία τοῦ δήμου ἐγίνετο· ἐν ἀπολογίας προσχή ματι ἀμφότερα ταῦτα κατώρθωσε, κἀκεῖνον ἐδίδαξεν ὁποῖον εἶναι χρὴ τὸν βασιλεύοντα, καὶ τὴν ἐκ τοῦ δι δάσκειν ἐπάχθειαν ἔφυγε. Καὶ δοκεῖ μὲν ὑπὲρ τῶν 51.309 καθ' ἑαυτὸν ἀγωνίζεσθαι· παιδεύει δὲ ἐκεῖνον, πῶς καὶ τίνι τρόπῳ τῶν ἀρχομένων ἐπιμελεῖσθαι χρή. Σὺ δέ μοι σκόπει πῶς μετὰ ἀκριβείας ἁπάσης καθαρὸν ἑαυτὸν ἔδειξε λημμάτων. Οὐδὲ γὰρ εἶπε, Μὴ ἀγρούς τινος ὑμῶν ἔλαβον; μὴ χρυσίον; ἀλλ' ὃ πάντων εὐτελέστερον ἦν, Μὴ ὑπόδημα; φησίν.

Εἶτα καὶ ἑτέραν ἑαυτοῦ πολλὴν ἡμῖν ἐδήλωσεν ἀρετήν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀρχόντων, ὅταν μὲν κλέπτωσιν, ἐπιεικεῖς εἰσι καὶ μέτριοι καὶ προσηνεῖς οὐκ