1

 2

 3

 4

 5

 6

6

ἕως τῆς πυργοποιΐας ἕως Ἀβραὰμ ἔτη ρκγ, καὶ ἐγένετο θεογνωσία ἀπὸ 241 Ἀβραὰμ καὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ, καὶ Ἰακὼβ ἐγγόνου αὐτοῦ,καὶ τοῦ σπέρματος αὐτῶν, ἐξ ὧν εἰσὶν Ἑβραῖοι ἀπὸ τοῦ χρόνου Ἀβραὰμ τὸν χαρακτῆρα τοῦ ἔθνους διὰ περιτομῆς εἰληφότες· ἡ δὲ τοῦ Ἰούδα φυλὴ τοῦ τετάρτου ω Ἰακὼβ, ἐκράτει τῶν Ἰουδαίωνκαὶ ἐδιοίκει, ὅθεν καὶ τὸ ὄνομα εἶχον. Ἐν δὲ τοῖς χρόνοις τούτοις ἀνεφάνη τίς ἐκ φυλῆς τοῦ Ἰάφεθ, ὀνόματι Ἡσίοδος, ὅστις ἐφεῦρε τὰ Ἑλληνικὰ γράμματα, ὁ καὶ θεολόγος τῶν Ἑλλήνων. Ὅτι ἐν τοῖς χρόνοις Φαραὼ τοῦ καὶ Ἀχὼρ βασιλέως Αἰγύπτου, ἀνεφάνη τις ἐκ τῆς φυλῆς Ἰάφεθ γιγαντοειδὴς φιλόσοφος, ὀνόματι Ἐνδυμίων, ἐν τῇ Καρίᾳ χώρᾳ, ὅστις μυστικὰς εὐχὰς ἔχων καὶ λέγων εἰς τὴν σελήνην, ἠτεῖτο μαθεῖν παρ' αὐτῆς τὸ θεῖον ὄνομα ἐν ὁράματι. ἐν τῷ οὖν εὔχεσθαι αὐτὸν ἦλθεν εἰς ὕπνον, καὶ ἤκουσεν ἐν ὁράματι, καὶ οὐκ ἀνέστη, ἀλλ' ἔστη τὸ λείψανον αὐτοῦ ἐν Καρίᾳ χώρᾳ δωνούμενον. περὶ οὗ φασι τὴν σελήνην φιλεῖν αὐτόν.

Ἐβασίλευσε δὲ τῶν Αἰγυπτίων Περσώνιος, ὅτε γέγονεν ἡ ἔξοδος τῶν υἱῶν Ἰσραὴλ, καὶ ὅτι θεωρῶν τὰ τέρατα τὰ ὑπὸ Θεοῦ διὰ Μωσέως γινόμενα, ἀπελθὼν εἰς Μέμφιν εἰς τὸ περιβόητον μαντεῖον, καὶ ποιήσας θυσίαν, ἠρώτα τὴν Πυθίαν λέγων, "σαφήνισόν μοι τίς ἐστι πρῶτος ὑμῶν, καὶ εἰ μέγας ὁ Θεὸς τοῦ Ἰσραὴλ," καὶ ἐδόθη αὐτῷ χρησμὸς οὕτως· "Ἔσται κατ' οὐρανοῖο μεγάλοιο βεβηκὼς φλογὸς ὑπερβάλλον αἰθέριον ἀέναον ἀθάνατον πῦρ, ὃν τρέμει πᾶς οὐρανὸς, γαῖά τε καὶ θάλασσα, τάρταρος βυθὸς, δαίμονες ἐρράγησαν. οὗτο οι Θεὸς αὐτοπάτωρ πατὴρ, υἱὸς αὐτὸς ἑαυτοῦ τρισόλβιος, εἰς μικρὸν δὲ μέρος ἀγγέλων ἡμεῖς, μαθὼν ἄπειθι σιγῶν." Ἐν τοῖς χρόνοις Γεδαιὼν τοῦ Κριτῶν, ἦν Ὀρφεὺς ὁ Θρὰξ, ὁ λυρικὸς, ὁ σοφώτατος καὶ περιβόητος ποιητὴς, ὅστις ἐξέθετο θεογνωσίαν καὶ κόσμου κτίσιν καὶ ἀνθρώπων πλαστουργίαν, εἰρηκὼς ἐν τῇ ἀρχῇ τοῦ συγγράμματος αὐτοῦ, "ὅτι ἐκ τῆς ἰδίας αὐτοῦ ἐνθυμήσεως, οὐκ ἐξέθετο τί περὶ θεοῦ, ἢ τῆς κοσμικῆς κτίσεως, ἀλλ' αἰτησάμενος μαθεῖν περὶ τοῦ ἡλίου καὶ τῆς κτίσεως, καὶ τίς ποιητὴς αὐτῶν." Καὶ πολλοὺς περὶ τούτου εἰπὼν στίχους, ὁ αὐτὸς Ὀρφεὺς περὶ 242 θεογνωσίας καὶ κτίσεως κόσμου, καὶ συνεγράψατο διὰ στίχων πολλῶν ποιητικῶς. ἔστι δὲ ἅπερ ἐξέθετο ταῦτα, "ὅτι ἐξ ἀρχῆς ἀνεδείχθη τῷ κόσμῳ ὁ αἰθὴρ ἀπὸ Θεοῦ δημιουργηθεὶς, καὶ ἔνθεν κακεῖθεν τοῦ αἰθέρος ἦν χάος, καὶ νὺξ ζοφερὰ πάντα κατεῖχε καὶ ἐκάλυπτε τὰ ὑπὸ τὸν αἰθέρα, τὴν νύκτα προτερεύειν τῆς ἡμέρας." εἰρηκὼς ἐν τῇ αὐτοῦ ἐκθέσει, "ἀκατάληπτον τινὰ εἶναι καὶ προγενέστερον καὶ δημιουργὸν πάντων, καὶ τοῦ αἰθέρος "αὐτοῦ καὶ τῆς νυκτὸς, καὶ τῆς ὑπὸ τὸν αἰθέρα οὔσης καὶ καλυπτομένης κτίσεως· τὴν δὲ γῆν εἶπεν ὑπὸ τοῦ σκότους ἀόρατον οὖσαν, καὶ ὅτι τὸ φῶς ῥήξαν τὸν αἰθέρα, ἐφώτισε τὴν γῆν καὶ πᾶσαν τὴν κτίσιν, εἰπὼν ἐκεῖνο εἶναι τὸ φῶς τὸ ῥήξαν τὸν αἰθέρα, τὸ προειρημένον, τὸ ὑπέρπαντα τῶν πάντων." οὗ τὸ ὄνομα Ὀρφεὺς ἀκούσας ἐκ τῆς μαντείας, "βουλὴ, φῶς, ζωοδοτὴρ," εἰπὼν τὰς αὐτὰς τρεῖς τῶν ὀνομάτων θείας δυνάμεις ἐν τῇ αὐτοῦ ἐκθέσει. μίαν δύναμιν εἶναι καὶ κράτος οὐρανίου θεοῦ, ὃν οὐδεὶς ὁρᾷν ἢ δύναται γνῶναι ἰδέαν ἢ φύσιν. ἐξ αὐτῆς δὲ τῆς δυνάμεως τὰ πάντα γενέσθαι κατ' ἀρχὰς ἀσωμάτους, ἥλιον καὶ σελήνην καὶ ἄστρα πάντα, γῆν καὶ θάλασσαν, καὶ τὰ ὁρώμενα ἐν αὐτοῖς καὶ τὰ ἀόρατα πάντα. τὸ δὲ τῶν ἀνθρώπων γένος, εἶπεν ὑπὸ αὐτοῦ τοῦ Θεοῦ πλασθὲν ἐκ τῆς γῆς, καὶ ψυχὴν ὑπ' αὐτοῦ "λαβόντα λογικὴν," καθὼς καὶ Μωϋσῆς ὁ σοφώτατος ἐξέθετο. Ὁ δὲ αὐτὸς Ὀρφεὺς ἐξέθετο, ὅτι διὰ τῶν τριῶν ὀνομάτων μιᾶς θεότητος τὰ πάντα ἐγένετο. ταῦτα δὲ ὁ σοφώτατος Τιμόθεος χρονογράφος ἐξέθετο λέγων, πρὸ πόσων χρόνων τὸν Ὀρφέα εἰπόντα Τριάδα ὁμοούσιον.