ἀμήν. ΟΜΙΛΙΑ Β 1 Ἡ βασιλεία τοῦ σκότους, ὁ πονηρὸς ἄρχων, αἰχμαλωτεύσας τὸν ἄνθρωπον ἀπ' ἀρχῆς, οὕτω περιέθηκε καὶ ἐνέδυσε τὴν ψυχὴν ἐν τῇ ἐξουσίᾳ τοῦ σκότους. ὡς ἂν ᾖ ἄνθρωπος καὶ ποιήσωσιν αὐτὸν βασιλέα καὶ ἐνδύσωσιν αὐτὸν ἐνδύματα βασιλικὰ καὶ ἀπὸ κεφαλῆς ἕως ὀνύχων βασιλικὰ φορῇ, οὕτως τὴν ψυχὴν καὶ ὅλην τὴν ὑπόστασιν αὐτῆς ἐνέδυσε τὴν ἁμαρτίαν ὁ ἄρχων ὁ πονηρὸς καὶ ὅλην ἐμίανε καὶ ὅλην ᾐχμαλώτευσεν εἰς τὴν βασιλείαν αὐτοῦ. οὐκ ἀφῆκεν οὔτε ἓν μέλος αὐτῆς ἐλεύθερον ἀπ' αὐτοῦ, οὐ λογισμούς, οὐ νοῦν, οὐ σῶμα, ἀλλ' ἐνέδυσεν αὐτὴν πορφυρίδα τοῦ σκότους. ὥσπερ γὰρ τὸ σῶμα οὐχὶ ἓν μέρος ἢ μέλος πάσχει, ἀλλ' ὅλον ἐξ ὅλου παθητόν ἐστιν, οὕτως καὶ ἡ ψυχὴ ὅλη ἔπαθε τὰ τῆς κακίας πάθη καὶ ἁμαρτίας. ἐνέδυσεν οὖν τὴν ψυχὴν ὅλην, τὸ ἀναγκαῖον τοῦ ἀνθρώπου μέλος καὶ μέρος, ὁ πονηρὸς τὴν κακίαν αὐτοῦ, τουτέστι τὴν ἁμαρτίαν, καὶ οὕτως τὸ σῶμα παθητὸν καὶ φθαρτὸν ἐγένετο. Ὅταν γὰρ λέγει ὁ ἀπόστολος· ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον, τέλειον λέγει, ὀφθαλμοὺς ἔχοντα πρὸς ὀφθαλμούς, κεφαλὴν πρὸς κεφαλήν, ὦτα πρὸς ὦτα, χεῖρας πρὸς χεῖρας, πόδας πρὸς πόδας· ὅλον γὰρ τὸν ἄνθρωπον, ψυχὴν καὶ σῶμα, ἐμίανεν ὁ πονηρὸς καὶ κατέσπασε, καὶ ἐνέδυσε τὸν ἄνθρωπον, παλαιὸν καὶ μιαρὸν ἄνθρωπον, ἀκάθαρτον καὶ θεομάχον, μὴ ὑποτασσόμενον τῷ νόμῳ τοῦ θεοῦ, αὐτὴν τὴν ἁμαρτίαν, ἵνα μηκέτι βλέπῃ ὡς θέλει ὁ ἄνθρωπος, ἀλλ' ἵνα πονηρῶς ὁρᾷ καὶ πονηρῶς ἀκούῃ καὶ πόδας ἔχῃ σπεύδοντας ἐπὶ κακοποιΐαν καὶ χεῖρας ἐργαζομένας ἀνομίαν καὶ καρδίαν πονηρὰ διαλογιζομένην. παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν θεόν, ἵνα ἐκδύσῃ ἡμᾶς τὸν παλαιὸν ἄνθρωπον, ὅτι αὐτὸς μόνος ἆραι ἀφ' ἡμῶν τὴν ἁμαρτίαν δύναται· ὅτι ἰσχυρότεροι ἡμῶν εἰσιν οἱ αἰχμαλωτεύσαντες ἡμᾶς καὶ κατέχοντες ἐν τῇ βασιλείᾳ αὐτῶν. αὐτὸς δὲ ἐπηγγείλατο τοῦ ῥύσασθαι ἡμᾶς ἐκ τῆς κακῆς δουλείας ταύτης. ὥσπερ γὰρ ὅταν ἥλιος ᾖ καὶ ἄνεμός τις πνέῃ· ὁ μὲν ἥλιος ἴδιον σῶμα ἔχει καὶ ἰδίαν φύσιν, ὁμοίως καὶ ὁ ἄνεμος ἰδίαν φύσιν ἔχει καὶ ἴδιον σῶμα, καὶ οὐδεὶς δύναται χωρίσαι τὸν ἄνεμον ἀπὸ τοῦ ἡλίου, εἰ μὴ μόνος ὁ θεὸς παύσει, ἵνα μηκέτι πνέῃ, οὕτως καὶ ἡ ἁμαρτία τῇ ψυχῇ μεμιγμένη ἐστίν, ἐχούσης ἑκάστης ἰδίαν φύσιν. ἀδύνατον οὖν ἐστι χωρίσαι τὴν ψυχὴν ἀπὸ τῆς ἁμαρτίας, ἐὰν μὴ ὁ θεὸς παύσῃ καὶ στείλῃ τὸν πονηρὸν τοῦτον ἄνεμον τὸν ἐνοικοῦντα τῇ ψυχῇ καὶ τῷ σώματι. καὶ πάλιν· ὥσπερ τις θεωρεῖ πετεινὸν πετόμενον καὶ βούλεται καὶ αὐτὸς πτῆναι, μὴ ἔχων δὲ πτερά, ἀδυνάτως ἔχει πέτασθαι, οὕτως καὶ τῷ ἀνθρώπῳ «τὸ μὲν θέλειν παράκειται» τοῦ εἶναι καθαρὸν καὶ ἄμωμον καὶ ἄσπιλον καὶ μὴ ἔχειν ἐν ἑαυτῷ τὴν κακίαν, ἀλλ' ἀεὶ μετὰ τοῦ θεοῦ εἶναι· τὸ δύνασθαι δὲ οὐκ ἔχει. πετασθῆναι μὲν εἰς τὸν ἀέρα τὸν θεϊκὸν καὶ τὴν ἐλευθερίαν τοῦ ἁγίου πνεύματος θέλει, ἀλλ' ἐὰν μὴ λάβῃ πτέρυγας, οὐ δύναται. παρακαλέσωμεν οὖν τὸν θεόν, ἵνα δῷ ἡμῖν πτέρυγας περιστερᾶς τοῦ ἁγίου πνεύματος, ἵνα πετασθῶμεν πρὸς αὐτὸν καὶ καταπαύσωμεν, καὶ ἵνα διαχωρίσῃ καὶ παύσῃ ἀπὸ τῆς ψυχῆς καὶ τοῦ σώματος ἡμῶν τὸν πονηρὸν ἄνεμον, αὐτὴν τὴν ἁμαρτίαν τὴν κατοικοῦσαν ἐν τοῖς μέλεσι τῆς ψυχῆς καὶ τοῦ σώματος ἡμῶν· αὐτῷ γὰρ μόνῳ δυνατὸν τοῦτο ποιῆσαι. ἴδε γάρ φησιν ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. αὐτὸς μόνος τὴν ἐλεημοσύνην ταύτην ἐποίησε τῶν ἀνθρώπων τοῖς πιστεύουσιν αὐτῷ, ὅτι λυτροῦται ἀπὸ τῆς ἁμαρτίας· καὶ τοῖς προσδοκῶσιν ἀεὶ καὶ ἐλπίζουσι καὶ αἰτοῦσιν ἀδιαλείπτως ποιεῖ τὴν σωτηρίαν ταύτην τὴν ἀνεκδιήγητον. Ὥσπερ ἐν νυκτὶ ζοφερᾷ καὶ μελανῇ πνέει ἄνεμός τις ἄγριος καὶ πάντα τὰ φυτὰ καὶ τὰ σπέρματα κινεῖ καὶ ἐρευνᾷ καὶ σείει, οὕτως καὶ ὁ ἄνθρωπος πεσὼν ὑπὸ τὴν ἐξουσίαν τῆς