κολάζειν ἀμβλὺς καὶ δυσκίνητος. Τεκμήρια δὲ τῆς τ' ἀνδρὸς ἀρετῆς καὶ ἄλλα μὲν πλεῖστα, οὐχ ἧττον δὲ καὶ τὸ τὴν βασιλείαν ἀποσκευάσασθαι· ὅπως δέ, προϊὼν ὁ λόγος δηλώσειε. 1.4 Τρίτον ἔτος ἀνύων ἤδη κατὰ τὴν βασιλείαν ὁ ἀδελφός τε καὶ βασιλεὺς τὸν τῆς Προποντίδος διαπεράσας πορθμὸν ἐν τοῖς περὶ τὸ Ὁνωράτου πολίχνιον προαστείοις ηὐλίζετο, ἐπὶ θήραν τε συνεχῶς ἐξιὼν καὶ τὸ σῶμα γυμνάζων. Ἀλλὰ κατ' οὐδὲν αὐτῷ συνετέλει τὸ γυμνάσιον· νόσῳ γὰρ συνεσχέθη πλευρίτιδι καὶ τρίτην ἡμέραν ἐγκαρτερήσας, ἐπειδὴ ᾔσθετο ἑαυτοῦ μὴ καλῶς ἔχοντος, εἰς τὸν βασιλικὸν εἰσελθὼν δρόμωνα ἐκομίσθη πρὸς τὰ ἀνάκτορα. Φροντὶς οὖν εἶχεν αὐτὸν εὐθὺς τοῦ μετ' αὐτὸν βασιλεύσοντος καὶ πάντων ὁ ἀδελφὸς προτετίμητοᾔδει γὰρ τοῦτον χρηστὸν ὄντα καὶ ἱκανὸν περὶ τὴν τῶν κοινῶν πραγμάτων ἀντίληψιν, εὐθύς τε μετεκέκλητο καὶ λόγων πρὸς αὐτὸν ὁ βασιλεὺς ἤρχετο παρακλητικῶν· "Ἐμὲ μέν, λέγων, ὦ φίλτατε ἀδελφέ, τὸ πέρας ἤδη τοῦ βίου καταλαβὸν βιάζεται πρὸς τὴν ἔξοδον, σὲ δὲ χρὴ τῶν κοινῶν ἀντιλαβέσθαι πραγμάτων καὶ τοὺς τῆς βασιλείας οἴακας ἀναδέξασθαι· τοῦτο γὰρ λυσιτελήσειν οἶμαι οὐ τοῖς καθ' αἷμα μόνον ἡμῖν προσήκουσιν, ἀλλὰ καὶ τοῖς ὑπὸ Ῥωμαίους ἅπασι. Ταινιωθεὶς οὖν τῷ διαδήματι, ἕως αὐτὸς ἐμπνέων εἰμί, τῶν πραγμάτων ἀντιλαβοῦ· πολλοὶ γάρ, ὡς οἶσθα, τῇ βασιλείᾳ Ῥωμαίων ἐποφθαλμίζουσι". Τούτων ἀκούσας τῶν λόγων, ἐκεῖνος δραμεῖν πρὸς τὴν τῶν κοινῶν ἀντίληψιν ἀνασχάλλων ἦν καὶ ἀναδυόμενος καὶ πάντα παθεῖν ἕτοιμος μᾶλλον ἢ τῶν κοινῶν ἀντιλήψεσθαι, ἀλλ' ὁ μὲν οὕτως εἶχε προθέσεως, ἡ δ' αὖ ὁμευνέτις αἰσθομένη τῶν λεγομένων βαρέως ἔφερε τὴν παραίτησιν καὶ παρὰ τῷ ἀνδρὶ παρακαθίσασα τοιούτοις ἐχρῆτο παρ' αὐτὸν λόγοις· "Ἵνα τί, λέγουσα, κύριέ μου, ξίφος ἕλκεις πρὸς ἑαυτὸν καὶ τὰ φίλτατα, μήτε τὸ τούτων οἰκτείρων ἄωρον μήτε ἡμῶν κηδόμενος; Οὐκ οἶσθα ὡς εἴ τις ἐπιλάβηται ἄλλος τῆς Ῥωμαίων ἀρχῆς, ἐκ ποδῶν ποιῆσαι σπεύσειεν ἅπαν τὸ γένος ἡμῶν, οἰόμενος οὕτως ἐπ' ἀσφαλοῦς ἡδράσθαι αὐτῷ τὰ τῆς ἀρχῆς; Ἵνα τί γοῦν οὕτω μεματαιώμεθα ἑαυτοὺς καὶ τὰ φίλτατα εἰς προῦπτον ἐπιρρίπτοντες κίνδυνον καὶ τὸ πᾶσιν ἱμερτὸν ἀπωθούμεθα τὴν βασιλείαν Ῥωμαίων; Τίς ἡ ἐπιβλαβὴς αὕτη φιλοσοφία καὶ ἄκαιρος μετριοφροσύνη; Ἀλλ' εἴ τι ἐμοὶ πείθῃ, σπεῦσον ὡς τάχιστα ταῖς συμβουλαῖς πεισθῆναι τοῦ βασιλέως καὶ ἀδελφοῦ καὶ τῶν πραγμάτων ἐπιλαβοῦ". 1.5 Ταῦτα καὶ πλείω τούτων εἰποῦσαἦν γὰρ δεινή τις καὶ λέγειν καὶ πράττειν, ἐπειδὴ μὴ ἔπειθε, πρὸς ἱκεσίαν ἐτράπετο καὶ τὰς διὰ δακρύων καὶ στεναγμῶν ἐντεύξεις προσέφερεν· ὡς δ' ἄτεγκτον ἑώρα καὶ πρὸς πᾶν σκληρυνόμενον, ἀπογνοῦσα τοῦ πείθειν ἐσίγα, πολλὰ καθ' ἑαυτὴν ἀλγοῦσα καὶ τούτου καταστυγνάζουσα. Οὕτω μὲν οὖν ἐκεῖνος τὴν βασιλείαν ἀπεσκεύαστο. Ὁ δὲ βασιλεὺς τὴν νόσον ὁρῶν ἐπιτείνουσαν, ἐπείπερ ἀπέγνωστο αὐτῷ τὰ κατὰ τὸν ἀδελφόν, πρὸς τὸν ∆ούκα Κωνσταντῖνον ἀπεῖδεν, ἄνδρα πολλοῖς κομῶντα πλεονεκτήμασιν. Εὐθὺς οὖν ἐκάλει καὶ διαλεχθεὶς αὐτῷ περὶ τῶν κοινῶν καὶ τοὺς συγγενεῖς αὐτῷ παραθέμενος τῷ βασιλικῷ ταινιώματι στεφανοῖ, αὐτὸς πρότερον τῆς ἁλουργίδος τὸ ἀγγελικὸν ἀνταλλαξάμενος σχῆμα. Ὁ μὲν οὖν πρὸς τὴν τοῦ Στουδίου μονὴν ὑπήγετο. Ὁ δέ γε ∆ούκας τῶν τῆς βασιλείας οἰάκων δραξάμενος, εὐθὺς ἔσπευσε πλεονεξίαν μὲν ἀνελεῖν, μετριότητα δὲ καὶ δικαιοσύνην εἰσενεγκεῖν, καὶ μέντοι καὶ κατωρθώθη τοῦτο αὐτῷ· ὁρῶν γὰρ τοὺς πλείστους περὶ τὸ ἀδικεῖν τετραμμένους ἐπὶ τὸ δικάζειν ἐτράπετο. Μὴ λαμβάνων δ' ἐν κρίσει πρόσωπον κατὰ τὸν προφήτην, μήτε μὴν ἐκκλίνων εἰς δεξιὰ ἢ εἰς ἀριστερά, ἀλλ' ὁδῷ βασιλικῇ πορευόμενος, τοῖς μὲν ἀδικοῦσι ἐμβριθής τις ἐφαίνετο καὶ δεινός, τὰ τῆς ἀδικίας ἐκκόπτων ὁρμή ματα, τοῖς δ' αὖ ἀδικουμένοις προσφιλής τε καὶ χαριέστατος, καὶ μέντοι οὐδὲ πρὸς τὸν βασιλεύσαντα τοῦτον ἀχάριστος ἀναπέφηνεν· ἐπεὶ γὰρ μετὰ τοῦ μονήρους βίου καὶ σχήματος τὴν περιβολὴν καὶ πρὸς τὴν τοῦ Στουδίου μονὴν ἐπαγωγὴν τὰ τῆς νόσου ἐρράϊσε καὶ ὑγιὴς ὁ πρὶν θανεῖν προσδοκήσιμος