πρόνοιαν εἶναι λεγόντων· οὐ γὰρ πρόκειται νῦν ἐξετάζειν τὰ λεγόμενα ὑπὸ τῶν πάντῃ ἀναι ρούντων θεὸν ἢ πρόνοιαν)· «ὁ θεὸς» οἶδε «τὰ πάντα πρὸ γενέσεως αὐτῶν,» καὶ οὐδὲν ἐκ τοῦ ἐνεστηκέναι ὅτε ἐνέστηκε πρῶτον αὐτῷ γινώσκεται ὡς πρὸ τούτου μὴ γνωσθέν· τίς οὖν χρεία ἀναπέμ πεσθαι εὐχὴν τῷ καὶ πρὶν εὔξασθαι ἐπισταμένῳ ὧν χρῄζομεν; «οἶδε γὰρ ὁ πατὴρ ὁ οὐράνιος ὧν χρείαν» ἔχομεν «πρὸ τοῦ» ἡμᾶς «αἰτῆσαι αὐτόν.» εὔλογον δὲ πατέρα καὶ δημιουργὸν αὐτὸν ὄντα τοῦ παν τὸς, ἀγαπῶντα «τὰ ὄντα πάντα» καὶ μη<δὲν> βδελυσσόμενον ὧν πεποίηκε, σωτηρίως τὰ περὶ ἕκαστον καὶ χωρὶς τοῦ εὔξασθαι οἰκο νομεῖν δίκην πατέρος, νηπίων προϊσταμένου καὶ μὴ περιμένοντος ἐκείνων τὴν ἀξίωσιν, ἤτοι μηδ' ὅλως δυναμένων αἰτεῖν ἢ διὰ ἄγνοιαν πολλάκις τὰ ἐναντία τοῖς συμφέρουσι καὶ λυσιτελοῦσι θελόντων λα βεῖν. ἀπολειπόμεθα δὲ οἱ ἄνθρωποι πλεῖον τοῦ θεοῦ ἤπερ τὰ κο μιδῇ παιδία τοῦ νοῦ τῶν γεγεννηκότων. 5.3 εἰκὸς <δὲ> τῷ θεῷ οὐ μόνον προεγνῶσθαι τὰ ἐσόμενα ἀλλὰ καὶ προδιατετάχθαι, καὶ μηδὲν αὐτῷ παρὰ τὰ προδιατεταγμένα γί νεσθαι. ὥσπερ οὖν εἴ τις εὔχοιτο ἀνατέλλειν τὸν ἥλιον, ἠλίθιος ἂν νομίζοιτο, τὸ καὶ χωρὶς τῆς εὐχῆς αὐτοῦ ἐσόμενον διὰ τῆς εὐχῆς γενέσθαι ἀξιῶν· οὕτως ἀνόητος ἂν εἴη ἄνθρωπος, ὅστις οἴεται διὰ τὴν ἑαυτοῦ εὐχὴν γίνεσθαι τὰ καὶ μὴ εὐξαμένου αὐτοῦ πάντως ἐσόμενα ἄν. πάλιν τε αὖ ὥσπερ πᾶσαν μανίαν ὑπερβάλλει ὁ διὰ τὸ ἐνοχλεῖσθαι ὑπὸ τοῦ ἡλίου γενομένου ἐν θεριναῖς τροπαῖς καὶ καυσοῦσθαι οἰόμενος διὰ τῆς εὐχῆς μεταστήσεσθαι τὸν ἥλιον ἐπὶ τὰ ἐαρινὰ σημεῖα, ἵνα εὐκράτου ἀπολαύῃ τοῦ ἀέρος· οὕτως τὰ ἀναγκαίως συμβαίνοντα περιστατικὰ τῷ τῶν ἀνθρώπων γένει εἴ τις οἴοιτο διὰ τὸ εὔχεσθαι μὴ πείσεσθαι, πᾶσαν <ἂν> ὑπερβάλοι με λαγχολίαν. 5.4 εἰ δὲ καὶ «ἠλλοτριώθησαν ἁμαρτωλοὶ ἀπὸ μήτρας,» καὶ ἀφώ ρισται ὁ δίκαιος «ἐκ κοιλίας μητρὸς,» <καὶ> «μήπω μήτε γεννηθέν των μήτε πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, οὐκ ἐξ ἔργων ἀλλ' ἐκ τοῦ καλοῦντος,» λέ γεται· «ὁ μείζων δουλεύσει τῷ ἐλάττονι,» μάτην περὶ ἀφέσεως ἁμαρτημάτων ἀξιοῦμεν ἢ περὶ τοῦ πνεῦμα ἰσχύος λαβεῖν, ἵνα «πάντα» ἰσχύσωμεν ἐνδυναμοῦντος ἡμᾶς Χριστοῦ. εἰ μὲν γὰρ «ἁμαρτωλοί» ἐσμεν, «ἀπὸ μήτρας» ἠλλοτριώμεθα· εἰ δὲ ἀφωρίσθημεν «ἐκ κοιλίας μητρὸς» ἡμῶν, τὰ κάλλιστα καὶ μὴ εὐχομένοις ἀπαντήσεται. ποίαν γὰρ εὐχὴν προσαγαγὼν Ἰακὼβ, πρὶν γεννηθῆναι, προφητεύεται ὅτι «ὑπερέξει» τοῦ Ἠσαῦ, καὶ «δουλεύσει» αὐτῷ ὁ ἀδελφός; τί δὲ ἀσε βήσας ὁ «Ἠσαῦ» μισεῖται πρὶν γεννηθῆναι; ἵνα τί δὲ εὔχεται Μωϋσῆς, ὡς ἐν ὀγδοηκοστῷ ἐνάτῳ εὕρηται ψαλμῷ, εἰ «καταφυγὴ» αὐτοῦ ἐστιν ὁ θεὸς «πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην;» ..................................... ................................................. .............. 5.5 ἀλλὰ καὶ περὶ πάντων τῶν σωθησομένων ἐν τῇ πρὸς Ἐφε σίους ἀναγέγραπται ὅτι «ἐξελέξατο» αὐτοὺς «ἐν αὐτῷ,» «ἐν Χριστῷ» ὁ πατὴρ «πρὸ καταβολῆς κόσμου εἰς τὸ εἶναι» αὐτοὺς «ἁγίους καὶ ἀμώμους κατ' ἐνώπιον αὐτοῦ, ἐν ἀγάπῃ προορίσας» αὐτοὺς «εἰς υἱο θεσίαν διὰ Χριστοῦ εἰς αὐτόν.» ἤτοι οὖν τις ἐκ τῶν «πρὸ κατα βολῆς κόσμου» ἐστὶν ἐξειλεγμένος, καὶ ἀμήχανον αὐτὸν τῆς ἐκλογῆς ἐκπεσεῖν, διόπερ οὐ χρεία τούτῳ εὐχῆς· ἢ οὐκ ἐξείλεκται οὐδὲ προώρισται, καὶ μάτην εὔχεται, κἂν μυριάκις εὔξηται, οὐκ ἐπα κουσθησόμενος. «οὓς» γὰρ «προέγνω» ὁ θεὸς, τούτους «καὶ προώ ρισε συμμόρφους τῆς εἰκόνος» «τῆς δόξης» «τοῦ υἱοῦ αὐτοῦ.» «οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε.» τί γὰρ κάμνει Ἰωσίας ἢ διὰ τί εὐχόμενος πεφρόντικε περὶ τοῦ πότερόν ποτε εἰσα κουσθήσεται ἢ μὴ, πρὸ πολλῶν γενεῶν ὀνομαστὶ προφητευθεὶς καὶ περὶ τοῦ ὅ τι ποτὲ πράξει οὐ μόνον προγνωσθεὶς ἀλλὰ καὶ εἰς ἐπήκοον πολλῶν προῤῥηθείς; ἵνα τί δὲ καὶ Ἰούδας προσεύχεται, ὥστε καὶ τὴν προσευχὴν αὐτοῦ γενηθῆναι «εἰς ἁμαρτίαν,» ἀπὸ τῶν ∆αυῒδ χρόνων προκηρυχθεὶς ὡς ἀπολέσων «τὴν ἐπισκοπὴν,» ἑτέρου ληψομένου ἀντ' αὐτοῦ αὐτήν; αὐτόθεν δὲ ἀπεμφαίνει, ἀτρέπτου