καὶ θρῆνοι καὶ πηγαὶ δακρύων κατὰ τὰς ἀγορὰς καὶ τὰς οἰκίας καὶ κατὰ τὰς ἐρήμους· καὶ τὸ πᾶν τῆς πόλεως μέρος τῶν συμφορῶν ἐπληροῦτο τούτων. διὰ γὰρ τὴν ὑπερβολὴν τῆς παρανομίας οὐχ οἱ πάσχοντες μόνον, ἀλλὰ καὶ οἱ μηδὲν τοιοῦτον ὑπομένοντες συνήλγουν ἡμῖν· οὐχ οἱ ὁμόδοξοι μόνον, ἀλλὰ καὶ οἱ αἱρετικοὶ καὶ Ἰουδαῖοι καὶ Ἕλληνες· καὶ ὡς τῆς πόλεως κατὰ κράτος ἁλούσης, οὕτως ἐν θορύβῳ καὶ ταραχαῖς καὶ ὀλολυγαῖς πάντα ἦν. καὶ ταῦτα ἐτολμᾶτο παρὰ γνώμην τοῦ εὐσεβεστάτου βασιλέως, νυκτὸς καταλαμβανούσης, ἐπισκόπων αὐτὰ κατασκευαζόντων, οἳ οὐκ ᾐσχύνοντο καμπιδούκτορας ἀντὶ τῶν διακόνων προηγουμένους ἔχοντες. ἡμέρας δὲ γενομένης, 14 πᾶσα ἡ πόλις ἔξω τειχέων μετῳκίζετο, ὑπὸ δένδρα καὶ νάπας, καθάπερ πρόβατα διεσπαρμένα, τὴν ἑορτὴν ἐπιτελοῦντες. ἔξ εστιν ὑμῖν τὰ ἐντεῦθεν λογίσασθαι λοιπὸν ἅπαντα· ὅπερ γὰρ ἔφθην εἰπών, οὐχ οἷόν τε πάντα ἐπελθεῖν τῷ λόγῳ τὰ καθ' ἕκαστον γενόμενα. καὶ τὸ δὴ χαλεπόν, ὅτι τοσαῦτα καὶ τηλι καῦτα κακὰ οὐδέπω καὶ νῦν λύσιν ἔλαβεν, ἀλλ' οὐδὲ ἐλπίδα λύσεως, ἀλλ' ἐπιτείνεται καθ' ἑκάστην ἡμέραν τὸ δεινόν, καὶ γέλως γεγόναμεν πολλοῖς· μᾶλλον δὲ γελᾷ μὲν οὐδείς, κἂν μυριάκις παρανομήσῃ, θρηνοῦσι δὲ πάντες, ὅπερ ἔφην, τὸν κολοφῶνα τῶν κακῶν, τὴν καινὴν ταύτην παρανομίαν. τίς ἂν εἴποι τὰς τῶν λοιπῶν ἐκκλησιῶν ταραχάς; οὐδὲ γὰρ ἐνταῦθα ἔστη τὸ χαλεπόν, ἀλλὰ μέχρι τῆς ἑῴας ἔφθασεν. καὶ καθάπερ ἀπὸ κεφαλῆς πονηροῦ ῥεύματος ἐκχυθέντος τὰ λοιπὰ διαφθεί ρεται μέλη, οὕτω δὴ καὶ νῦν ὥσπερ ἐκ πηγῆς τινος τῆς μεγάλης ταύτης πόλεως τῶν κακῶν ἀρξαμένων, ὁδῷ τὰ τῶν θορύβων πανταχοῦ προέβη. καὶ κληρικοὶ πανταχοῦ ἐπανέστησαν ἐπι σκόποις, καὶ λαοί, οἱ μὲν διετμήθησαν, οἱ δὲ μέλλουσι· καὶ πανταχοῦ κακῶν ὠδῖνες καὶ τῆς οἰκουμένης πάσης ἀνατροπή. μαθόντες τοίνυν ἅπαντα, κύριοι τιμιώτατοι καὶ εὐλαβέστατοι, τὴν προσήκουσαν ὑμῖν ἀνδρείαν καὶ σπουδὴν ἐπιδείξασθε, ὥστε παρανομίαν τοσαύτην ἐπεισελθοῦσαν ταῖς ἐκκλησίαις ἀνα στεῖλαι [παρακαλοῦμεν]. εἰ γὰρ τοῦτο κρατήσειεν τὸ ἔθος, καὶ ἐξὸν γένηται τοῖς βουλομένοις εἰς ἀλλοτρίας ἀπιέναι ἐπαρχίας ἐκ τοσούτων διαστημάτων καὶ ἐκβάλλειν οὓς ἂν ἐθέλοιεν, κατ' ἐξουσίαν ἰδίαν πράττοντες ἅπερ ἂν ἐθέλοιεν, ἴστε, ὅτι πάντα οἰχήσεται καὶ πόλεμος ἀκήρυκτος πᾶσαν ἐπιδραμεῖται τὴν οἰκουμένην, πάντων πάντας τε βαλλόντων καὶ βαλλομένων. ἵν' οὖν μὴ τοσαύτη σύγχυσις καταλάβῃ τὴν ὑφ' ἡλίῳ πᾶσαν, 15 ἐπιστεῖλαι παρακαλῶ τὰ μὲν οὕτως γεγενημένα παρανόμως ἀπόντων ἡμῶν καὶ ἐκ μιᾶς μοίρας, καὶ οὐ παραιτουμένων κρίσιν, μηδεμίαν ἔχειν ἰσχύν (ὥσπερ οὖν οὐδὲ ἔχει τῇ οἰκείᾳ φύσει), τοὺς δὲ τοιαῦτα παρανομήσαντας τῷ ἐπιτιμίῳ ὑποβάλλεσθαι τοῦ ἐκκλησιαστικοῦ νόμου· ἡμᾶς δὲ τοὺς οὐχ ἁλόντας, οὐκ ἐληλεγμένους, οὐκ ἀποδειχθέντας ὑπευθύνους, τῶν πραγμάτων ἀπολαύειν τῶν ὑμετέρων συνήθως, καὶ τῆς ἀγάπης, καὶ πάντων τῶν ἄλλων, ὥσπερ καὶ ἔμπροσθεν. εἰ δὲ βούλοιντο καὶ νῦν οἱ τὰ τοιαῦτα παρανομήσαντες τὰ ἐγκλήματα γυμνάζειν, ἐφ' οἷς ἡμᾶς ἀδίκως ἐξέβαλον, τῶν ὑπομνημάτων ἡμῖν δοθέντων, τῶν λιβέλλων τῶν κατηγόρων φανέντων, δικαστηρίου καθίσαντος ἀδεκάστου, καὶ δικασώμεθα καὶ ἀπολογησώμεθα καὶ δείξωμεν ἑαυτοὺς ἀνευθύνους τῶν ἐπαγομένων ἡμῖν, ὥσπερ οὖν καί ἐσμεν. τὰ γὰρ νῦν γεγενημένα παρ' αὐτῶν ἐκτός εἰσι πάσης ἀκολουθίας καὶ παντὸς νόμου καὶ κανόνος ἐκκλησιαστικοῦ. <καὶ τί λέγω κανόνος ἐκκλησιαστικοῦ;> οὐδὲ ἐν τοῖς ἔξω μὲν οὖν δικα στηρίοις τοιαῦτα ἐτολμήθη ποτέ, μᾶλλον δὲ οὐδὲ ἐν βαρβαρικῷ δικαστηρίῳ. οὐδὲ Σκύθαι καὶ Σαρμάται οὐκ ἄν ποτε ἐδίκασαν ἐκ μιᾶς μοίρας κρίναντες, ἀπόντος τοῦ αἰτιωμένου, καὶ παραιτου μένου οὐ κρίσιν, ἀλλ' ἀπέχθειαν, καλοῦντος δικαστὰς μυρίους, ἀνεύθυνον ἑαυτὸν λέγοντος εἶναι, ἑτοίμου ὄντος τῆς οἰκουμένης παρούσης ἀποδύσασθαι τὰς αἰτίας, καὶ δεῖξαι ἑαυτὸν ἀθῷον ἐν ἅπασιν ὄντα. ταῦτ' οὖν ἅπαντα λογισάμενοι καὶ παρὰ τῶν κυρίων μου τῶν εὐλαβεστάτων ἀδελφῶν ἡμῶν τῶν ἐπισκόπων σαφέστερον ἅπαντα μαθόντες, τὴν