ἀκινήτους καὶ ἀνενεργήτους ἔχει πάσας τὰς ἐπιθυμίας καὶ τὰς σαρκικὰς διαθέσεις. Φυλάττου τοιγαροῦν μήποτε τούτων ἀναλαβεῖν ἐπιθυμήσῃς, ὧν ἀποτασσόμενος ἀποβέβληκας. Κατὰ γὰρ τὴν ἀπόφασιν τοῦ ∆εσπότου, «Ὁ βαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, οὐκ εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·» καὶ ὁ πρὸς τὰ ταπεινά τε καὶ γήϊνα τοῦ κόσμου τούτου πράγματα ἀπὸ τῆς ὑψηλῆς πολιτείας καταβαίνων πάλιν παρ' ἐντολὴν τοῦ Χριστοῦ πράττει, τοῦ δώμα τος καταβαίνων, καὶ ἆραί τι τῶν τοῦ οἴκου ἐπιχει ρῶν. Φυλάττου τοίνυν μὴ, τῆς τῶν κατὰ σάρκα γο νέων ἀρχαίας διαθέσεως ἀναμνησθεὶς, καὶ πρὸς τὰς φροντίδας τοῦ αἰῶνος τούτου ἐπιστραφεὶς, ἀνεύθετος εὑρεθῇς κατὰ τὴν τοῦ Κυρίου φωνὴν ἐν τῇ βασιλείᾳ 28.868 τῶν οὐρανῶν. Φυλάττου μήποτε τὴν ὑπερηφανίαν, ἣν ἀρχόμενος τῇ θέρμῃ τῆς ταπεινώσεως κατεπάτη σας, ἀνεγείρῃς καθ' ἑαυτοῦ, ὅταν τὸ ψαλτήριον μά θῃς, ἤ τι τῆς Γραφῆς, ἢ καὶ κατὰ τὴν τοῦ Ἀποστό λου φωνὴν, ἃ κατέλυσας πάλιν οἰκοδομῶν, παραβά την σεαυτὸν ἀποδείξῃς· ἀλλὰ μᾶλλον ὡς ἐνήρξω, καὶ ὡμολόγησας τὴν ταπείνωσιν ἐνώπιον Θεοῦ καὶ ἀγγέ λων, ἕως τέλους διατήρησον. Ὁμοίως τὴν ὑπομονὴν, ἣν ἐπεδείξω ἐν τῷ μοναστηρίῳ, ἐπὶ πολλὰς ἡμέρας πρὸ τῶν θυρῶν διακαρτερῶν, καὶ μετὰ δακρύων ἱκε τεύων, σπούδασον ἐπαυξῆσαι. Ἄθλιον γὰρ ὄντως ὀφείλοντά σε καθ' ἑκάστην προστιθέναι τῇ πρώτῃ θέρμῃ, καὶ εἰς τὸ τέλειον ἀναβαίνειν προκόπτοντα ὑφαιρεῖν ἀπ' αὐτῆς, καὶ πρὸς τὰ κάτω ὑπαναλύειν. Οὐ γὰρ ὁ ἀρχόμενος τοῦ καλοῦ μακάριος, ἀλλ' ὅστις ἕως τέλους ἐν τούτῳ διαμείνῃ. Ὁ γὰρ ἐπὶ γῆς συρό μενος ὄφις τὴν ἡμετέραν ἀεὶ τηρεῖ πτέρναν, τουτέστι τῇ ἡμετέρᾳ ἐξόδῳ ἐπιβουλεύει, καὶ ἕως τέλους τῆς ζωῆς ἡμῶν ὑποσκελίζειν ἡμᾶς ἐπιχειρεῖ. Καὶ τούτου χάριν τὸ ἐνάρξασθαι καλῶς οὐδὲν ὠφελήσει, οὐδὲ ἡ ἀρχὴ τῆς ἐν ὑποταγῇ θερμότητος, εἰ μὴ καὶ τὸ τέλος ὡσαύτως γένηται. Καὶ ἡ τοῦ Χριστοῦ δὲ ταπείνω σις, ἣν νῦν ἐνώπιον αὐτοῦ ἐπηγγείλω, οὐκ ἄλλως βε βαιωθήσεται, εἰ μὴ ἕως τέλους ταύτην ὑποδείξῃς. ∆ιὸ, ἵνα δυνηθῇς ταύτην τελείως κτήσασθαι, καὶ συντρί ψαι τὴν κεφαλὴν τοῦ δράκοντος, σπούδαζε, ὅταν ἐπέρ χωνταί σοι λογισμοὶ, εὐθέως ἐξ ἀρχῆς τούτους ἀπαγ γέλλειν. Οὕτως γὰρ δημοσιεύων τὰς ἀρχὰς τῶν ὀλε θρίων τοῦ δράκοντος λογισμῶν, καὶ μὴ αἰσχυνόμενος ἐκφαίνειν τῷ σῷ Πατρὶ, συντρίψεις τὴν τούτου κεφα λήν. ∆ιὸ δὴ κατὰ τὴν Γραφὴν, εἰ προσέλθῃς δουλεύειν τῷ Θεῷ, ἑτοίμασον σεαυτὸν μὴ πρὸς ἀμεριμνίας, μὴ πρὸς ἀνέσεις, ἀλλὰ πρὸς πειρασμοὺς, πρὸς θλίψεις. «∆ιὰ» γὰρ «πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·» καὶ, «Στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.» Πρόσχες τοίνυν τοῖς ὀλίγοις καλοῖς, καὶ ἐκ παραδείγματος αὐτῶν κανόνιζε τὸν ἑαυτοῦ βίον· μὴ προσχῇς τοῖς ῥᾳθύμοις καὶ καταφρονηταῖς, κἂν πολλοὶ ὦσι· «Πολ λοὶ γὰρ,» φησὶ, «κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοὶ,» καὶ μικρὸν τὸ ποίμνιον ᾧ ηὐδόκησεν ὁ Πατὴρ δοῦναι τὴν βασιλείαν. Μὴ μικρὸν γὰρ εἶναι νομίσῃς ἁμάρτημα ἐπαγγέλλεσθαι τελειότητα, καὶ τοῖς ἀμελεστέροις καὶ ῥᾳθύμοις ἀκολουθεῖν. Ἵνα τοίνυν δυνηθῇς ἐπιβῆναι τῇ τελειότητι, ταύτῃ κέχρησο τῇ τάξει, καὶ τούτοις ἀνάβαινε τοῖς βαθμοῖς. Πρῶτος βαθμὸς ἀρετῆς καὶ ἀρχὴ τῆς ἡμετέρας σωτηρίας ὁ φόβος ἐστὶ τοῦ Θεοῦ· διὰ τούτου καὶ τῶν ἁμαρτημάτων ἀποκάθαρσις, καὶ τῶν ἀρετῶν φυλακὴ, καὶ ὁδὸς ἐπὶ τὴν τελειότητα γίνεται. Ὅταν γὰρ ὁ τοῦ Θεοῦ φόβος εἰσέλθῃ εἰς τὴν ψυχὴν, καταφρονεῖν πάν των πείθει τῶν τοῦ κόσμου πραγμάτων, καὶ λήθην τῶν κατὰ σάρκα συγγενῶν γεννᾷ, καὶ αὐτοῦ ὅλου τοῦ 28.869 κόσμου. Ἐκ δὲ τούτων ταπείνωσις κεφάλαιον τῶν ἀρετῶν, καὶ πλήρωμα πάντων τῶν καλῶν κατορθοῦ ται· καταφρονήσει γὰρ καὶ στερήσει πάντων τῶν πραγμάτων ἡ ταπείνωσις προσγίνεται. Ἡ ταπείνωσις δὲ τούτοις τοῖς γνωρίσμασι δοκιμάζεται. Πρῶτον εἰ νεκρωθέντα τις εἶχεν ἑαυτῷ τὰ ἴδια θελήματα· δεύ τερον δὲ εἰ μὴ μόνον τῶν οἰκείων πράξεων, ἀλλὰ καὶ τῶν ἐνθυμήσεων μηδὲν τὸν ἴδιον
7