7
τυχεῖν ἀξιῶ. ∆ιὸ Ἐπὶ σοὶ, Κύριε, ἤλπισα· οὐ γὰρ ἐμαυτῷ θαῤῥῶν, οὐδὲ ἄλλην τινὰ ἐλπίδα θέμενος πρὸ ὀφθαλμῶν ἢ σὲ, τὰ τῆς ἰάσεως ὑπέγραφον ἐμαυτῷ.
Ἐπειδὴ οὖν ἤλπισα, Κύριε, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, διὰ τοῦτο εἰσάκου σον, ὅτι θελητὴς ἐλέους εἶ σὺ, καὶ οὐ βούλει τὸν θά νατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. ∆ιότι ἤλπισα ἐπὶ σὲ, ἱκετεύω τῆς παρὰ σοῦ βοηθείας ἐπιτυχεῖν, Μή ποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου. Οὔπω μὲν γὰρ παντελῶς ἐχάρησαν· ἐπιχαροῦνται δὲ, εἰ μὴ τύχοιμι τοῦ σοῦ ἐλέους ἀλλ' ἵνα μὴ ἐπιχα ρείησάν μοι οἱ ἐχθροί μου, οἱ ἤδη καὶ πρότερον ἐν τῷ σαλευθῆναι πόδας μου μεγαλοῤῥημονήσαντες, ἐπὶ σὲ κατέφυγον, καί φημι· Μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου. Καὶ πάλιν φημί· Πρὸς σὲ, Κύριε, κεκράξο μαι, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, μή ποτε παρα σιωπήσῃς ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς κατα βαίνουσιν εἰς λάκκον. Καὶ τὰ λοιπὰ ἐν τοῖς ἑτέροις 30.101 ψαλμοῖς διαφόρως μοι λελεγμένα, ἐν τῇ πρὸς σὲ ἱκετηρίᾳ συνάγων, τῆς παρούσης βοηθείας τυχεῖν ἀξιῶ. Εἰ γὰρ καὶ τὰ μάλιστα σαλευθῆναί μου συνέβη τοὺς πόδας, καθ' ὃν καιρὸν ἡ καρδία μου ἐταράχθη, καὶ ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου οὐκ ἦν μετ' ἐμοῦ, ἀλλ' οὐ πάντη πε ριετράπην, οὐδὲ πτῶμα ἔπεσον τοιοῦτον, οἷον οἱ ἀποστάται γενόμενοι. Ἐπειδὴ ἐν αὐτῷ ἐκείνῳ τῷ καιρῷ, ἐν τῷ σαλευθῆναι τοὺς πόδας μου, ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησαν οἱ ἐχθροί μου, ἵνα μὴ μει ζόνως ἐπικροτήσωσι κατ' ἐμοῦ, ἐπὶ σὲ κατέφυγον ὡς ἐπὶ λιμένα σωτηρίας, τὸν καὶ τὰ ἀνίατα παρὰ ἀνθρώποις τῆς ψυχῆς πάθη ἰάσασθαι δυνάμενον. Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡ ἀλγη δών μου ἐνώπιόν μού ἐστι διαπαντός. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Καταρχὰς εἰπὼν, Μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, ἐπὶ τοῦ παρόντος φησίν· Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος. Οὐκοῦν τὴν μὲν ὀργὴν παραιτεῖται καὶ τὸν θυμὸν, ἕτοιμος δὲ μαστίζεσθαι εἶναι λέγει· οἶδε γὰρ, ὅτι Ὃν ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. ∆ιὸ καὶ ἔφερε γενναίως τὰς μάστιγας τὰς διὰ τῶν ἐπαλλήλων συμφορῶν μετὰ τὸ ἁμάρτημα συμβεβηκυίας αὐτῷ, ἃς ἡ ἱστορία τῶν Βασιλειῶν περιέχει. Καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός. Οἱ μὲν γὰρ πολλοὶ λήθην ποιοῦνται τῶν προτέρων ἁμαρτημάτων, ἀδιαφοροῦντες ἐπ' αὐτοῖς, καὶ κατα-φρονοῦντες, ὡς μηδεμιᾶς ἐκδικήσεως γενησομένης· ὁ δὲ τὸ δικαστήριον τοῦ Θεοῦ πρὸ ὀφθαλμῶν διαπαντὸς ἔχων, καὶ πεπεισμένος, ὅτι πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ὃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον· ἐν ἀγωνίᾳ καθέστηκε πάντοτε, καὶ τὴν ἀλγηδόνα τὴν ἐν τῇ ἑαυτοῦ ψυχῇ, ταύτην ἰάσασθαι φροντίζων, αὐτὸς ἑαυτοῦ κατηγορεῖ διὰ τῶν πρὸς τὸν Θεὸν ἐξομολογήσεων. ∆ιό φησιν· Ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντὸς, ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.
Πιστῆς δὲ ψυχῆς καὶ ἀκριβῶς πεπεισμένης περὶ τῆς κρίσεως τοῦ Θεοῦ τυγχάνουσιν αἱ τοιαῦται φωναί. Οἱ δὲ ἐχθροί μου ζῶσι, καὶ κεκραταίωνται ὑπὲρ ἐμέ· καὶ ἐπλη-θύνθησαν οἱ μισοῦντές με ἀδίκως. Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν, ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. Πάντων τῶν ἐχθρῶν αὐτοῦ μέμνηται, τῶν ἐπὶ τὴν ἁμαρτίαν αὐτὸν κατασυράντων, ἱκετεύει τε καὶ παρακαλεῖ μὴ ἀποστῆναι αὐτοῦ τὸν Κύριον. Ἑώρα γὰρ τοὺς ἐχθροὺς ἔτι καὶ νῦν περὶ αὐτὸν ἑστῶτας 30.104 καὶ ἐπικειμένους, μηδὲ τῇ προτέρᾳ κατ' αὐτοῦ τόλμῃ ἀρκουμένους. ∆ιὸ ἀγωνιῶν μὴ καὶ δεύτερον τοῖς αὐτοῖς περιπέσῃ, σφόδρα ἐγρηγορότως φησίν· Οἱ δὲ ἐχθροί μου ζῶσιν. Οὐ γὰρ τεθνήκασιν, οὐδὲ ἅπαξ ἐνεργήσαντες παρῆλθον· διὸ γέγραπται· Μὴ μακαρίσῃς ἄνδρα πρὸ τελευτῆς αὐτοῦ. Ζῶσιν· ἀλλὰ καὶ κεκραταίωνται πλείους ὄντες ὑπὲρ ἐμέ.