διέποντος τὰ Ἑβραίων Ἀζαρίου τοῦ καὶ Ὀζίου, Μήδων δὲ Ἀρβάκη, Λατίνων δὲ Πρόκα Σιλουίου. 1.14 Συνάγονται τοίνυν καὶ τὰ ἀπὸ Ἰλίου ἁλώσεως μέχρι τῆς πρώτης ὀλυμπιάδος ἔτη πέντε καὶ τετρακόσια, ἀπὸ δὲ τῆς Μωσέως γενέσεως ἕως τῆς αὐτῆς πρώτης ὀλυμπιάδος πεντεκαίδεκα ἔτη καὶ ὀκτακόσια. Πρώτῃ ὀλυμπιάδι, Μιλήσιος ἐποποιὸς Ἀρκτῖνος λέγεται γεγονέναι, καὶ Ῥῶμος καὶ Ῥωμύλος ἐγενέσθην, βασιλεύοντος τῆς Ἰουδαίας Ἰωάθαμ, τοῦ δὲ Ἰσραὴλ Φακεέ. Ἐννάτηὀλυμπιάδι Εὔμηλον ἐποποιὸν γενέσθαι φασί, καὶ σίβυλλαν τὴν Ἐρυθραίαν. Ἑπτακαιδεκάτῃ ὀλυμπιάδι σιβύλλαν ἣν καὶ Ἡροφίλαν ὠνόμαζον γενέσθαι φασίν. Εἰκοστῇ τρίτῃ ὀλυμπιάδι φασὶ γενέσθαι Ἀρχίλοχον, τὰ Ἰουδαίων κράτη διέποντος Μανασσῆ. Εἰκοστῇ ἐννάτῃ ὀλυμπιάδι Ἱππώνακτα καὶ Σιμωνίδην φασὶ γνωρίζεσθαι, καὶ τὸν μουσικὸν Ἀριστόξενον. Τριακοστῇ πέμπτῃ ὀλυμπιάδι Θαλῆς Ἐξαμύου Μιλήσιος πρῶτος φυσικὸς φιλόσοφος γενέσθαι λέγεται, παρατεῖναι δὲ τὴν ζωὴν αὐτοῦ φασιν ἕως πεντηκοστῆς ὀγδόης ὀλυμπιάδος. Τριακοστῇ ἕκτῃ ὀλυμπιάδι προεφήτευον ἐν τῇ Ἰουδαίᾳ ὁ θεσπέσιος Ἰερεμίας, ἔτι τε καὶ Σοφονίας. Τεσσαρακοστῇ δευτέρᾳ ὀλυμπιάδι Ἀλκμαίων καὶ Πιττακὸς ὁ ἐκ Μιτυλήνης τῶν ἑπτὰ σοφῶν, καὶ πρὸς τούτοις ἔτι Στησίχορος ὁ ποιητὴς ἐγνωρίζετο. Κατ' αὐτοὺς δὲ τούτους τοὺς καιροὺς γεγόνασιν οἱ περὶ τὸν μακάριον ∆ανιήλ. 1.15 Τεσσαρακοστῇ ἕκτῃ ὀλυμπιάδι Σόλων νενομοτέθηκε, τοὺς ∆ράκοντος νόμους περιελὼν πλὴν τῶν φονικῶν. Τεσσαρακοστῇ ἐννάτῃ ὀλυμπιάδι, Ἰουδαίων ὄντων ἐν Βαβυλῶνι, ἤτοι ἐν ὄρεσι Περσῶν καὶ Μήδων (γεγόνασι γὰρ αἰχμάλωτοι), προεφήτευον παρ' αὐτοῖς ∆ανιὴλ καὶ Ἰεζεκιήλ. Πεντηκοστῇ ὀλυμπιάδι ἐγνωρίσθησαν οἱ ἑπτὰ σοφοὶ καὶ ὁ Μιλήσιος Ἀναξίμανδρος, φιλόσοφος φυσικός. Πεντηκοστῇ ἕκτῃ ὀλυμπιάδι, Κύρου διέποντος τὰ κράτη Περσῶν, προεφήτευον Ἀγγαῖος καὶ Ζαχαρίας, γνώριμοι δὲ ἦσαν ἤδη Σιμωνίδης καὶ Χίλων, τῶν ἑπτὰ σοφῶν ὄντες. Πεντηκοστῇ ὀγδόῃ ὀλυμπιάδι Θέογνις ποιητὴς ὠνομάζετο. Πεντηκοστῇ ἐννάτῃ ὀλυμπιάδι Ἰβυκὸς ὁ μελοποιὸς καὶ Φερεκύδης ὁ ἱστοριογράφος καὶ Φωκυλίδης καὶ Ξενοφάνης, τραγῳδιῶν ποιηταί, γεγόνασι. Ἑξηκοστῇ δευτέρᾳ ὀλυμπιάδι Πυθαγόρας γενέσθαι λέγεται. Ἑβδομηκοστῇ ὀλυμπιάδι φασὶ γενέσθαι ∆ημόκριτον καὶ Ἀναξαγόραν, φιλοσόφους φυσικούς, ὁμοῦ τε καὶ Ἡράκλειτον τὸν ἐπίκλην σκοτεινόν. Ἑβδομηκοστῇ τετάρτῃ Φρύνιχος καὶ Χοιρίλος καὶ ∆ιαγόρας, φιλόσοφοι φυσικοί. Ὀγδοηκοστῇ ἕκτῃ ὀλυμπιάδι γενέσθαι φασὶ τὸν Ἀβδηρίτην ∆ημόκριτον, Ἐμπεδοκλέα τε καὶ Ἱπποκράτην, καὶ Πρόδικον, Ζήνωνα καὶ Παρμενίδην. Ὀγδοηκοστῇ ὀγδόῃ ὀλυμπιάδι τὸν κωμῳδὸν Ἀριστοφάνην, Εὔπολίν τε καὶ Πλάτωνα γενέσθαι φασίν. Ἑκατοστῇ τρίτῃ ὀλυμπιάδι Ἀριστοτέλην φασὶν ἀκροᾶσθαι Πλάτωνος, βραχεῖαν ἄγοντα κομιδῇ τὴν ἡλικίαν. Ἑκατοστῇ δωδεκάτῃ ὀλυμπιάδι Ἀλεξανδρείαν τὴν πρὸς Αἴγυπτον κτισθῆναί φασιν, ἔτει ἑβδόμῳ τῆς Ἀλεξάνδρου βασιλείας· κατ' ἐκεῖνο δὲ τοῦ καιροῦ Ἀναξιμένης τε καὶ Ἐπίκουρος ἐγενέσθην οἱ φιλόσοφοι. 1.16 Ἑκατοστῇ εἰκοστῇ τετάρτῃ ὀλυμπιάδι, Πτολεμαίου τῆς Αἰγύπτου βασιλεύοντος τοῦ ἐπίκλην φιλαδέλφου, τὸν Σάραπιν ἐν Ἀλεξανδρείᾳ φασὶν ἐλθεῖν ἐκ Σινώπης, τὸν αὐτὸν δὲ εἶναι τῷ Πλούτωνι· ὅθεν καὶ ἱερὸν ἐκτίζετο τῷ ἀγάλματι, ὃ καὶ τῇ ἐγχωρίῳ φωνῇ καλοῦσιν οἱ Αἰγύπτιοι Ῥάκωτιν, οὐδὲν ἕτερον ἢ τὸν Πλούτωνα διὰ τούτου σημαίνοντες· ταύτητοι καὶ τοῖς μνήμασι γείτονα τὸν νεὼν ἐποιήσαντο. Ἀμφιβάλλεται δὲ παρ' Ἕλλησιν ὁ ἐπ' αὐτῷ λόγος· οἱ μὲν γὰρ οὐκ ἀξιοῦσιν εἶναι Πλούτωνα αὐτόν, Ὄσιριν δὲ μᾶλλον, ἕτεροι δὲ τὸν Ἄπιν. Πολλῆς τοίνυν διαμάχης οὔσης περὶ τούτου, ἱδρύσαντο, φασί, τὸ εἴδωλον ὥσπερ ἐξ ἑνὸς συνθήματος