γεγραμμένου· Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Ἀπεστράφη πρὸς τὸν τοῖχον, καὶ τείνας τὴν διάνοιαν ἀπὸ τῆς στρωμνῆς εἰς τὸν οὐρανὸν, (οὐ γὰρ ἐμποδίζει παχύτης τῶν τοίχων προσευχαῖς μετ' εὐλαβείας ἀναπεμπομέναις) φησὶ, Κύριε μνήσθητί μου· αὔταρκες γὰρ εἰς ἰατρείαν τὸ, σὲ μνησθῆναί μου· οὐκ ὑποβέβλησαι χρόνοις, ἀλλ' αὐτὸς εἶ τῆς ζωῆς ὁ νομοθέτης· οὐ γὰρ κατὰ γένεσιν, καὶ πλοκὴν ἄστρων, ὥς τινες ματαιολογοῦσιν, ζῶμεν. Ἀλλ' αὐτὸς καὶ τοῦ ζῇν, καὶ ὅτε δεῖ ζῇν, ὡς βούλει νομοθέτης τυγχάνεις. Καὶ ᾧ τὸ ζῇν ἀνέλπιστον διὰ τὴν προφητικὴν ἀπόφασιν, τούτῳ πεντεκαιδεκαετὴς προσετίθετο χρόνος ζωῆς, ἡλίου παλίνδρομον διὰ τὸ σημεῖον ποιησαμένου τὴν πορείαν. Εἶτα, διὰ μὲν τὸν Ἐζεκίαν ἥλιος ὑπέστρεψεν, διὰ δὲ τὸν Χριστὸν ἥλιος ἐξέλιπεν· οὐκ ἀναποδίσας, ἀλλ' ἐκλείπων, καὶ διὰ τοῦτο δείξας τὴν διαφορὰν ἑκατέρων, Ἐζεκίου λέγω καὶ Ἰησοῦ. Καὶ ὁ μὲν ἴσχυσεν ἀπόφασιν Θεοῦ λῦσαι· Ἰησοῦς δὲ οὐ χαρίζεται ἄφεσιν ἁμαρτιῶν; ἀπόστρεψον καὶ στέναξον σεαυτὸν, ἀπόκλεισον τὴν θύραν καὶ πρόσευξαι, ἵνα σοι ἀφεθῇ, ἵνα σου περιέλῃ τὰς φλόγας τὰς καυστικάς· ἰσχύει γὰρ ἐξομολόγησις σβέσαι καὶ πῦρ, ἰσχύει καὶ λέοντας ἡμερῶσαι. 2.16 Εἰ δὲ ἀπιστῇς, ἐννόησον τί συγκατέβη τοῖς περὶ τὸν Ἀνανίαν· ποίας ἐξέχεαν πηγάς; πόσοι ξέσται ὕδατος, τὴν ἐπὶ τεσσαράκοντα ἐννέα πήχεις ἀνερχομένην φλόγα σβέσαι ἠδύναντο; Ἀλλ' ὅπου ὀλίγον ὑπερανέβη ἡ φλὸξ, ἐκεῖ ποταμηδὸν ἐξεχύθη ἡ πίστις, καὶ ἐκεῖ ἔλεγον τὸ ἀντιφάρμακον τῶν κακῶν· ∆ίκαιος εἶ, Κύριε, ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν· ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν· καὶ ἡ μετάνοια ἔλυσε τὰς φλόγας. Εἰ ἀπιστεῖς ὅτι δύναται σβέσαι τὸ τῆς γεέννης πῦρ ἡ μετάνοια, ἐκ τῶν περὶ τὸν Ἀνανίαν γεγενημένων μάθε. Ἀλλ' ἐρεῖ τις τῶν ὀξέως ἀκροωμένων· ἐκείνους ὁ Θεὸς δικαίως ἐῤῥύσατο τότε, διὰ τὸ μὴ θελῆσαι εἰδωλολατρῆσαι, ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὴν δύναμιν. Ἐπειδὴ δὲ τοῦτο παρέστη, ἔρχομαι λοιπὸν ἐφ' ἕτερον τύπον μετανοίας. 2.17 Τίνα ὑπόνοιαν ἔχεις περὶ Ναβουχοδονόσορ; Οὐκ ἤκουσας ἀπὸ τῶν γραφῶν, ὅτι αἱμοβόρος, ἀγριώδης, λεοντώδη τὴν προαίρεσιν ἔχων; Οὐκ ἤκουσας ὅτι τὰ ὀστέα τῶν βασιλέων ἐκ τῶν τάφων ἐξήνεγκεν εἰς τὸ φῶς; Οὐκ ἤκουσας ὅτι τὸν λαὸν ἐξῃχμαλώτευσεν; Οὐκ ἤκουσας ὅτι τοὺς ὀφθαλμοὺς τοῦ βασιλέως ἐξετύφλωσε, προϊδόντος τὰ τέκνα ἐσφαγμένα; Οὐκ ἤκουσας ὅτι τὰ Χερουβὶμ συνέτριψεν; οὐ λέγω τὰ νοητὰ, ἄπαγε, μὴ τοῦτο ὑπολάβῃς ἄνθρωπε, ἀλλὰ τὰ γλυπτά· ἀλλὰ τὸ ἱλαστήριον, οὗ ἀνὰ μέσον ἐλάλει ὁ Θεὸς φωνῇ· τὸ καταπέτασμα τῆς ἁγιωσύνης κατεπάτησεν· τὸ θυμιατήριον λαβὼν, ἐπὶ εἰδωλεῖον ἀπήνεγκε· πάντα τὰ προσφερόμενα περιεῖλε· τὸν ναὸν ἐκ θεμελίων ἐνεπύρισε· πόσων τιμωριῶν ἄξιος ἦν, ἐπὶ τῷ ἀνελεῖν βασιλέας, ἐπὶ τῷ ἐμπρῆσαι τὰ ἅγια, ἐπὶ τῷ αἰχμαλωτῆσαι τὸν λαὸν, ἐπὶ τῷ τὰ ἱερὰ σκεύη ἔνδον εἰδώλων θέσθαι; ἆρ' οὖν οὐκ ἦν θανάτων μυρίων ἄξιος; 2.18 Εἶδες τὸ μέγεθος τῶν κακῶν· ἐλθὲ λοιπὸν ἐπὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Ἐπεθηριώθη, ἐν τῇ ἐρήμῳ διέτριβεν, ἐμαστιγοῦτο ἵνα σωθῇ· εἶχεν ὄνυχας ὡς λέων· ἁρπακτικὸς γὰρ ἦν τῶν ἁγίων· εἶχε τρίχας λεόντων· λέων γὰρ ἦν ἁρπάζων καὶ ὠρυόμενος· χόρτον ὡς βοῦς ἤσθιε· κτῆνος γὰρ ἦν, οὐκ εἰδὼς τὸν δεδωκότα τὴν βασιλείαν· ἐβάφη τὸ σῶμα αὐτοῦ ἀπὸ τῆς δρόσου· ἐπειδὴ προϊδὼν κατασβεσθὲν ὑπὸ τῆς δρόσου τὸ πῦρ, οὐκ ἐπίστευσε. Καὶ τί γίνεται; Μετὰ ταῦτα, φησὶν, ἐγὼ Ναβουχοδονόσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον, καὶ τὸν ὕψιστον ηὐλόγησα, καὶ τῷ ζῶντι εἰς τοὺς αἰῶνας ᾔνεσα καὶ ἐδόξασα. Ὅτι τοίνυν ἐπέγνω τὸν ὕψιστον, καὶ τὰς εὐχαριστηρίους φωνὰς ἀνέπεμψε τῷ Θεῷ, καὶ ἦλθεν εἰς μεταμέλειαν ὧν διεπράξατο, καὶ ἐπέγνω τὴν οἰκείαν ἀσθένειαν· τότε ὁ Θεὸς ἀποδίδωσιν αὐτῷ τὴν τιμὴν τῆς βασιλείας. 2.19 Τί οὖν; τῷ μὲν Ναβουχοδονόσορ τοιαῦτα διαπραξαμένῳ, καὶ ἐξομολογησαμένῳ, δέδωκε τὴν συγχώρησιν καὶ τὴν βασιλείαν· σοὶ δὲ μετανοοῦντι, οὐ δίδωσι τὴν ἄφεσιν τῶν ἁμαρτημάτων, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν, ἐὰν ἐπαξίως πολιτεύσῃ; Φιλάνθρωπος ὁ Κύριος καὶ ταχὺς εἰς συγχώρησιν, βραδὺς δὲ εἰς τιμωρίαν. Μηδεὶς