7
ὥσπερ καὶ φρονοῦσιν. Νόμος δὲ καὶ ἀγανάκτησις δικαία ἐστὶ μᾶλλον ἡ κατὰ τῶν κατὰ βασιλέως τολμώντων, ἤ τινων τῶν ὑπηκόων. Εἰ γὰρ ταῦτα οὕτως φρονητέα, ἢ ἄγνοιαν προσάψουσι τῷ Θεῷ τότε, τοῦ πῶς τιμωρήσεται καὶ ἐμποδίσῃ τὸ κακὸν, ἢ ἀδυναμίαν. Ἀλλ' οὐδέτερον τούτων περὶ τὸν ἀγαθὸν Θεόν· οὐκ ἄρα ἀγενήτως ἐχθρὸς ἂν Θεοῦ ἐπανέβη κατ' αὐτοῦ· ἀλλὰ γενόμενος ἐπὶ τῷ εἶναι ἀγαθὸς, τὴν μὲν δύναμιν τῆς ἀρετῆς ἀτελῆ ἐφύλαξεν, τὴν δὲ τῆς κακίας ἐπιτηδειότητα εἰς ἐνέργειαν ἤγαγεν· δι' ὃ καὶ κολαστέος, καὶ εἰκότως μετὰ πολὺ τιμωρίᾳ ὑπεβλήθη. Εἰ δὲ κἀκεῖνο προφέροιντο, τὸ λεχθὲν ὑπὸ τοῦ Βαπτιστοῦ Ἰωάννου τοῖς μεθ' ὑποκρίσεως εἰς τὸ βάπτισμα ἐλθοῦσιν, οὕτως ἔχον· Ὄφεις, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, ὅτι πατέρα ἔχομεν τὸν Ἀβραάμ. ∆ύναται γὰρ ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Ἀκουέτωσαν, ὅτι οὐ δύνανται προφέρειν, ἀφ' ὧν μὴ παραδέχονται.
39.1105 Οὐ γὰρ δέχονται τὸν Βαπτιστὴν Ἰωάννην, τυγχάνοντα ἕνα τῆς Παλαιᾶς Γραφῆς. Ὅμως δὲ καὶ οὕτως ῥητέον πρὸς αὐτούς· ∆ιὰ πάσης τῆς συμφράσεως ἀναιρεῖ τὸ φύσει ἀγαθοὺς καὶ φύσει εἶναι κακούς. Λέγει γὰρ πρὸς αὐτούς· Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας. Μετάνοια δὲ καὶ καρπὸς αὐτῆς οὐ πίπτει, οὔτε πρὸς τὸν κατ' οὐσίαν κακὸν, οὔτε πρὸς τὸν φύσει ἀγαθὸν ὄντα. Πῶς γὰρ ὁ αἰεὶ ἀγαθὸς χρῄζει μετανοίας; ἢ πῶς ὁ φύσει κακὸς χρήσηται τῷ ἀγαθῷ τῆς μετανοίας; Ὁ γὰρ κατ' οὐσίαν ὢν κακὸς, ἐκτραπῆναι τῆς ἁμαρτίας οὐ δύναται· ἀλλ' οὐδὲ ἐπ' ὠφελείᾳ μετάνοια γίνεται τοῦ ἀγαθοῦ. Ἔτι μὴν καὶ ἐκ τῶν λίθων, τῶν δεικνυμένων ὑπ' αὐτοῦ, λέγει τέκνα ἐγερθήσεσθαι τῷ Ἀβραάμ· λίθους δὲ λέγων τοὺς ἠλιθίους, καὶ ἔτι ἐμμένοντας τῇ κακίᾳ ἀνθρώπους. Εἰ γὰρ μετανοήσαιεν οὗτοι, καὶ πιστεύσαιεν τῷ Θεῷ, τέκνα τοῦ Ἀβραὰμ ἔσονται, ὃς διὰ τοῦτο ἄνθρωπος Θεοῦ ἐχρημάτισεν, ὅτι ἐπίστευσεν εἰς αὐτὸν τὸν Θεὸν, ὡς τὴν πίστιν αὐτοῦ εἰς δικαιοσύνην λογισθῆναι. Ἐπεὶ δὲ κἀκεῖνο ἠκούσαμεν λεγόμενον ὑπ' αὐτῶν πρὸς τοὺς ἐκ τοῦ Ἀβραὰμ καὶ τῶν ἄλλων ἁγίων ἀνδρῶν γεγεννημένους, τὸ, Ὄφεις, γεννήματα ἐχιδνῶν, λεγόμενον, ἐχίδνας τοὺς ἀμφὶ τὸν Ἀβραὰμ δηλοῖ· ἴστωσαν μαχόμενα τῇ ἀκολουθίᾳ τοῦ κεφαλαίου λέγοντες. Ἐλέγχει γὰρ αὐτοὺς, ὡς μὴ τοῦ Ἀβραὰμ ὄντας, ἀλλ' ἐχιδνῶν γεννήματα, προσποιουμένους καὶ μάτην αὐχοῦντας εἶναι τοῦ Ἀβραάμ. Λέγει γὰρ ἐν ἑτέρῳ κεφαλαίῳ ὁ Σωτὴρ πρὸς αὐτούς· Τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν ὃν λέγετε πατέρα ὑμῶν εἶναι ψευδόμενοι. Εἰ γὰρ τέκνα ἦτε τοῦ Ἀβραὰμ, ἐποιεῖτε ἂν τοῦ Ἀβραὰμ τὰ ἔργα. Ἀλλ' ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν ἐστε τοῦ διαβόλου, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος γὰρ ἀνθρωποκτόνος ἐστὶν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν. Εὖ δὲ καὶ τὸ εἰπεῖν, Οὐχ ἕστηκεν, δεικνὺς αὐτὸν πρότερον ἱστάμενον ἐν τῇ ἀληθείᾳ. Πατέρα δὲ αὐτῶν λέγει τὸν διάβολον, διὰ τὴν ὁμοίωσιν τῆς τροπῆς καὶ τῆς ποιότητος. Ὥστε οὐ τὸν Ἀβραὰμ καὶ τοὺς σὺν αὐτῷ ἁγίους ἐχίδνας εἶπεν. Ἐκ μεταβολῆς γὰρ ἔσχον τοῦτο, τὸ υἱοὶ ἐχιδνῶν εἶναι, διὰ τὸ αὐτοὺς πονηροῖς κεχρῆσθαι διδασκάλοις, ὡς εἴρηται, κατὰ ἰδίαν προαίρεσιν.
Λέγει τοίνυν ὁ Ἰωάννης αὐτοῖς· Ἐπεὶ κατὰ μεταβολὴν τὴν ἐξ ἀρετῆς ὄφεις ἠθελήσατε γενέσθαι οὐδὲ γὰρ κατ' οὐσίαν ἧσαν τοιοῦτοι, παύσασθε τοῦ εἶναι ἐχιδνῶν γεννήματα, ὧν ἐθελήσατε τὴν ποιότητα ἔχειν. Πονηροὶ γὰρ ἐκ πονηρῶν, καὶ ἄδικοι ἐξ ἀδίκων ἐσπουδάσατε εἶναι. Ἀλλ' ἐπεὶ, διὰ τὸ ἐπὶ τὸ βάπτισμα ἔρχεσθαι, μετανοίας λέγετε σημεῖον φέρειν, προσποιητῶς δὲ τοῦτο ποιεῖτε, λέγω ὑμῖν· Τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ὁ γὰρ μετανοῶν, διὰ τοῦτο