1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

7

αὐτῷ τόπον ἐπιθυμίᾳ ὑπαχθεὶς μετὰ τὸ δέξασθαι αὐτὸν πρακτικῶς ἐπιτελῶν τὴν ἁμαρτίαν· τοῦτο γὰρ σημαίνει τὸ ποιεῖν αὐτήν· εὖ δὲ καὶ τὸ εἰπεῖν "ποιῶν", ἀλλ' οὐ ποιήσας τοῦ μετανοήσαντος οὐκέτι ὄντος ἐκ τοῦ διαβόλου, ἀλλὰ μόνου τοῦ ἐνεργοῦντος αὐτὴν ἔτι· οὕτω γὰρ καὶ τῆς ἁμαρτίας δοῦλός ἐστιν ὁ ποιῶν, ἀλλ' οὐχ ὁ ποιήσας αὐτήν· "πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν", φησί, "δοῦλος αὐτῆς ἐστιν". (Cr 123, 32-124, 10 Ma 222)

59 Σευήρου· καὶ τὴν αἰτίαν προστίθησι τοῦ μὴ δύνασθαι ἁμαρτάνειν λέγων, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· τί δέ ἐστι τὸ σπέρμα τοῦ θεοῦ τὸ μένον ἐπὶ τοὺς πιστούς; ἢ ἡ τοῦ ἁγίου πνεύματος ἐπιφοίτησις, δι' ἧς ἀνεγεννήθημεν, 60 ἥτις οὐκ ἀφίσταται ἡμῶν, ὅταν κατὰ Παῦλον μὴ λυπῶμεν διὰ τῶν αἰσχίστων πράξεων τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀποκαλύψεως. (Cr 124, 15-21 Ma 222) Καὶ γὰρ λέγοντες μὴ δύνασθαι ἀδικεῖν τὸν δικαιοσύνην ἔχοντα οὐκ ἀδυναμίαν φυσικὴν δηλοῦμεν, καθ' ἣν λέγομεν μὴ δύνασθαι τὸ ἄλογον ζῷον ἐπιστήμην ἢ ἕτερόν τι τοιοῦτον ἔχειν. (Cr 126, 25-28 Ma 222) Εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ἐκ τοῦ οὕτω πράττειν φανεροῦται ὢν τέκνον τοῦ διαβόλου, καθάπερ καὶ Ἐλύμας ὁ μάγος ἐκ τοῦ "πλήρης παντὸς δόλου" ἐγνώσθη υἱὸς διαβόλου· καὶ ἐπεὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ τῷ ἔχειν ἐν ἑαυτῷ θεοῦ σπέρμα, τὸν οὕτω μὴ ἁμαρτάνοντα εὑρεῖν ἐστι σαφῶς υἱὸν ὄντα θεοῦ· προσέθηκα δὲ τῷ ἁμαρτάνοντι οὕτως, ἵνα μήτις σοφίσηται λέγων τέκνα θεοῦ ἡμᾶς τίθεσθαι πάντας τοὺς μὴ ἁμαρτάνοντας· τὰ γὰρ βρέφη ἁμαρτίαν μὴ ποιοῦντα οὐ ῥητέον τέκνα θεοῦ εἶναι· ἐξ ἡλικίας γάρ, ἀλλ' οὐκ ἐξ ἀρετῆς κωλύονται τοῦ ἁμαρτάνειν, ἵνα μὴ ἕτερόν τι εἴπωμεν φάσκοντες μὴ 61 ὑγιῶς λέγεσθαι περὶ βρεφῶν, ὅτι ἁμαρτίαν οὐ ποιοῦσιν· οὐ ταὐτὸν γὰρ τὸ μὴ ἁμαρτάνειν τῷ μὴ ποιεῖν ἁμαρτίαν· τὸ μὲν γὰρ ἀπόφασις ἔοικε, τὸ δὲ ἐκ διαθέσεως ὑπάρχει. (Cr 126, 13-25 Ma 222) Ἐπεὶ ὁ ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ θεοῦ γεγέννηται, ἕπεται δὲ τῷ οὕτω γεννηθέντι ἀγαπᾶν τοὺς ἀδελφούς· ὁ μὴ ἔχων δικαιοσύνην τῷ μὴ ποιεῖν αὐτήν, μισῶν δὲ τὸν ἀδελφὸν αὐτοῦ, ἐκ τοῦ θεοῦ οὐκ ἔστιν· οὐ κατ' ἄλλον τρόπον ἢ τὸ μὴ γεγεννῆσθαι ἐξ αὐτοῦ· οὐ γὰρ προσεκτέον τοῖς λέγουσι μὴ εἶναι ἐκ θεοῦ τούτους διὰ χοϊκὴν φύσιν (Cr 127, 14-19)

62 Κόσμον γὰρ ἐνταῦθα τοὺς πονηροὺς ἀνθρώπους φησίν. (Cr 132, 13 Ma 225) 63 Ὅνπερ γὰρ τρόπον πρὸ τῆς Χριστοῦ παρουσίας ὄντων ἐν τῇ Ἰουδαίᾳ θεοῦ προφητῶν πολλοὶ ἐτύγχανον ὑποκρινόμενοι τὴν προφητείαν ὡς χρείαν εἶναι ἐπιστήμης ἐξεταστικῆς, τίνες τῶν λεγόντων "τάδε λέγει κύριος" πνεῦμα ἅγιον καὶ θεοῦ λόγον εἶχον καὶ τίνες ὑπὸ πονηροῦ πνεύματος κινούμενοι τοῦ ψευδοῦς ἦσαν προφῆται, οὕτω καὶ μετὰ τὴν ἐπιδημίαν τῶν ἀποστόλων ἐν Χριστῷ λαλούντων καὶ πνεῦμα ἅγιον ἐχόντων, ὃ δέδωκεν ὁ κύριος, πολλοὶ ψευδαπόστολοι προεβλήθησαν ὑπὸ τοῦ διαβόλου ὑποκρινόμενοι τὴν εὐαγγελικὴν διδασκαλίαν· ἀναγκαῖον ἔχειν ἐκεῖνο τὸ χάρισμα τοῦ ἁγίου πνεύματος, ὃ ὠνόμασται διάκρισις πνευμάτων, ἵνα ἐπιστήμην ἔχωμεν δοκιμάζειν τὰ πνεύματα, ὥστε τῷ μὲν πιστεύειν, τῷ δὲ ἀνθίστασθαι. (Cr 129, 31 -130, 10 Ma 224)

66.10 Ἐγένοντο γάρ τινες, οἳ ἔλεγον 66 ἐν φαντασίᾳ ἀνθρώπου ἐξ οὐρανοῦ κατεληλυθέναι τὸν κύριον, ὧν ἐπεβεβαίωσαν τὰς δόξας οἱ Μανιχαῖοι. (Cr 130, 23-25 Ma 224) Ἐννοήσας τό· "ζῶ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς" διὰ τοῦ παραδέξασθαι Χριστὸν Ἰησοῦν ζῶντα ἐν ἐμοί, διὰ τοῦ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρειν· ὁμολογῶν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα οὐκ ἐκείνῃ μόνῃ τῇ ἰδίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ ἐμῇ. (Cr 131, 4-9 Ma 224f) 67 Χαρακτηριστικὸν λέγει τοῦ ἀντιχρίστου, οὗ ἀκηκόαμεν, ὅτι ἔρχεται, ἤδη δὲ ἐν τῷ κόσμῳ ἐστί, τὸ διὰ ψευδοπροφητῶν καὶ πνευμάτων λύειν τὸν Ἰησοῦν ἐν τῷ μὴ ὁμολογεῖν αὐτὸν ἐν