1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

7

ἀποστελλόμενα. ὅτι δὲ ἐξ οὐκ ὄντων ἔσχον τὴν ὕπαρξιν, οὐκ ἦν αὐτοὺς ἀμεταπτώτους μένειν ἐν οἷς καὶ τετάχαται· μόνον γὰρ τὸ ἄκτιστον ἄτρεπ τον. ἐντεῦθεν ἐν τούτοις ὑπεραίρεταί τις μετάρσιος καὶ τῷ δεσπότῃ παρισωθῆναι τῇ ἀξίᾳ βεβούληται καὶ πτῶμα πίπτει ἐλεεινὸν καὶ τὴν ὑποστροφὴν μὴ δεχόμενον. εἰς γὰρ βάθος τὸ δαιμόνιον φῦλον προσλαμβάνειν πέφυκε τὴν ἀλλοίωσιν καὶ δι' ὅλου τὸ εἶδος μεταστοιχειοῦται καὶ μεταβάλλεται· οὔκ ἐστι γοῦν ἐξὸν ὅπερ προσείληφεν ἀπονήψασθαι. σὺν αὐτῷ δὲ καὶ ἑτέραι δυνάμεις ἐκπίπτουσι καὶ πρὸς κακίαν ἐξολισθαίνουσι, ἐθελον ταὶ ἐπιμύσασαι δυνάμεις τούτων τὰς ὀπτικάς. οὕτω μὲν δὴ τὰ τοῦ πρώτου κόσμου καὶ νοητοῦ. 13 Πάλιν οὖν ἕτερος κόσμος τῷ δημιουργῷ τεθεώρηται. ὁ δέ ἐστιν οὐρανὸς καὶ γῆ καὶ τὰ ἐν τούτοις ἢ καὶ ἐκ τού των λαβόντα τὴν ὕπαρξιν, ἥ τε τῶν ἀλόγων ζώων φύσις πεζή τε καὶ ἔνυδρος καὶ πτηνὴ καὶ φυτῶν γένος πολυει δῶν, οἷς ἐναγλαΐζεται τὸ κύτος ἅπαν τῆς γῆς, τἆλλα τε πάντα ὁπόσα τὴν αἴσθησιν οὐκ ἠγνόησεν. αἰσθητὸς μὲν οὖν καὶ νοητὸς κόσμος καὶ θέσει καὶ φύσει ἀπ' ἀλλήλων διίστατο, οὔτ' ἐκείνων αἴσθησιν ἐχόντων τῶν κάτωθεν οὔτε τούτων νοεῖν τι δυναμένων τῶν ὑπερέκεινα. διὰ ταῦτα μῖξιν ἐννοεῖ θαυμασιωτέραν θεός, καὶ συνάγει νοῦν πρὸς τὴν αἴσθησιν καὶ διαπλάττει τὸν ἄνθρωπον, ἐξ ὕλης μὲν τὸ σῶμα λαβών, ἐμφυ σήματι δὲ θείῳ τὴν νοερὰν δημιουργήσας ψυχήν. καὶ ζῶον διπλοῦν ἐπὶ γῆς αὐτὸν τίθησιν θνητὸν καὶ ἀθάνατον, ὑψηλὸν καὶ χαμαίζηλον, θεῷ καὶ θείοις συνόντα καὶ τῶν αἰσθητῶν γε μὴ ἀφιστάμενον, θεω ρὸν τῶν ἄνω καὶ τῶν κάτω ἐξεταστήν, μέσον τῆς ἀλόγου καὶ τῆς καθαρᾶς λογικῆς φύσεως. καὶ παράδεισον αὐτῷ φυτεύει κατὰ ἀνατολάς, χωρίον ἐξαίρετον καὶ τῷ πρώτῳ ἀνθρώπῳ ἐμπρέποντα χερσὶ διαπεπλασμένῳ τοῦ κρείττονος, καὶ τίθεται τούτῳ κλῆσις τῶν τῆς γῆς περάτων συνεκτική, καὶ ὑποτάσσεται τούτῳ τὰ πάντα, καί οἱ γινώσκονται φύσεις τῷ καθαρῷ τῆς νοήσεως. ἐπεὶ δὲ ἔδει καὶ βοηθὸν αὐτῷ γενέσθαι μὴ ἑτεροούσιον, ἐμβάλλει θεὸς ὕπνον αὐτῷ καὶ τέμνει πλευρὰν καὶ ἐκπληροῖ τὴν γυναῖκα· καὶ τοῦ ὕ πνου ἐγείρεται ὁ ἀνὴρ καὶ θαυμάζει τὸ ὅμοιον καὶ ἀποδέχεται τὸ ὁμόζυγον καὶ τὸ θῆλυ εἰς ὁμοφροσύνην ἀσπάζεται.

14 Ἀλλ' ὁ τοῦ πεσόντος ἐξ ἐπάρσεως φθόνος εἰς ἔννοιαν ἐμβάλλει τούτους θεότητος· οἷς γὰρ οἶδεν οὗτος ἁλούς, τούτοις θηρεῦσαι καὶ τὸν πρῶτον ἔγνωκεν ἄνθρωπον. τί δὴ πρὸς λεπτὸν ἐκτραγῳδοίην τὴν συμφορὰν πολλοῖς τε καὶ πολλάκις καὶ ἡμῖν οὐκ ὀλιγάκις ἐκθρηνηθεῖσαν; ἅπτονται καὶ ἄμφω τοῦ ἀπαγορευομένου φυτοῦ, ἐκβάλλονται παρευθὺ καὶ τοῦ παραδείσου καὶ τοῦ θεοῦ καὶ ἀσχημονοῦσι γυμνοί, φύλλοις συκῆς δὲ τῆς καὶ ἐς ὕστερον ὡς ἀκάρπου παρὰ τοῦ δεσπό του κεκατηραμένης καλύπτονται. καὶ τὸ κατάκριμα οἷον πάντες οἴδατε κἂν ἐγὼ σιωπήσαιμι, ἡ κατὰ τὸν βίον τοῦτον πολυαχθεστάτη καὶ βαρυτάτη τληπάθεια καὶ τέλος εἰς γῆν ἀποστρέψαι, ἐξ ἧς τὸ πρῶτον ἐλήφθημεν· ἐπειδὴ γὰρ οὐ μεμενήκαμεν ἐν οἷς καὶ πεπλάσμεθα, τὴν συντριβὴν ὡς εἰκὸς καταδεδικάσμεθα. καὶ ὁ σκοπὸς θεῖός τε καὶ ὀνήσι μος, εἰς δευτέραν ἄγων ζωὴν τιμιωτέραν καὶ κρείττονα. ἀλλ' οὔπω ἦν οὕτως εὐχερῶς τὴν τοῦ γένους λυθῆναι κατάραν οὐδὲ διὰ μικροῦ τὴν φύσιν ἀλλοιωθῆναι πρὸς τὸ χρηστότερον, διὰ βάθους δεξαμένην τὴν τῆς κατάρας χρω μάτισιν, οὐδ' ἀναχθῆναι ῥᾷον, εἰς βάθος μέγα τῆς ἁμαρ τίας ἐγκύψασαν. οὔτε οὖν πρὸς τῆς φύσεως τοῦ πράγματος ἦν· πῶς γὰρ αὐτὸς ἑαυτῷ τὴν θεραπείαν εἶχεν ἐπενεγκεῖν; ἀλλ' οὔτ' ἀγγέλοις ἦν δυνατὸν οἷς ἀγαπητόν, ἂν μὴ καὶ αὐτοὶ μετατρέποιντο, ἔργον ἀδιάκοπον ἔχουσιν ἀνανεύειν εἰς τὴν λαμπρότητα, ἐξ ἧς τὴν φαῦσιν λαμ βάνουσι καὶ τὴν στάσιν αὐχοῦσιν ἀμετακίνητον. λείπεται γοῦν θεοῦ τυγχά νειν τοῦτο ἐνέργημα, ὃ δὴ καλῶς ποιοῦν καὶ γεγένη ται· οὔτε γὰρ ἄγγελος οὔτε μὴν ἄνθρωπος ἀλλ' αὐτὸς ὁ δημιουργὸς ἐμὲ τὸν ἁμαρτήσαντα σέσωκε.