{ΒΑΣΙΛΕΙΑ ΜΙΧΑΗΛ ΤΟΥ ΤΡΑΥΛΟΥ.}
Τῷ #22τιʹ ἀπὸ τοῦ κόσμου, ἀπὸ δὲ τῆς ἐνσάρκου οἰκονομίας ωιʹ, ἐβασίλευσε Μιχαὴλ ὁ τραυλὸς ὁ Ἀμοραῖος, ἔτη ηʹ μῆνας θʹ, καὶ 783 ἀπέθανεν ἐκ δυσουρίας καὶ τῆς τῶν νέφρων σφοδροτάτης ἀλγηδό νος· ὃς μικρόν τι τῆς προκατασχούσης κακίας ὑπενδούς, ὅσον τοὺς ἐν εἱρκταῖς καὶ πόνοις καὶ ἐξορίαις ἐλευθερίαν τε καὶ ἄνεσιν ὀνειρώδη φαντάζεσθαι, τὸ τοῦ προηγησαμένου δυσωνύμου καὶ δυσσεβοῦς ὑπέθαλπε θεοστυγὲς φρόνημα, καὶ ὁμοίως τῷ αὐτῷ περιεπάρη τῆς δεινῆς αἱρέσεως ἀγκίστρῳ ἐξ ἀκροτάτης ἀλογίας καὶ ἀπαιδευσίας. ὅθεν ἐπὶ σελεντίου ἔφη "οἱ μὲν πρὸ ἡμῶν ἐρευνη σάμενοι τῶν δογμάτων τὴν ἀκρίβειαν τὸν περὶ αὐτῶν εἰσπραχθή σονται λόγον, εἰ καλῶς ἢ κακῶς ἐθέσπισαν· ἡμεῖς δὲ ἐν ᾧ εὕρο μεν τὴν ἐκκλησίαν βαδίζουσαν, ἐν τούτῳ καὶ διαμένειν προκρί νομεν." 2. Ἦν δὲ αὐτῷ παῖς ἐξ Εὐφροσύνης ὀνόματι Θεόφιλος, ὃν καὶ ἔστεψεν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ. ἐθέσπισε δὲ ὡς μὴ ἔχειν τινὰ ἐπ' ἀδείας κινεῖν λόγον περὶ εἰκόνων, ἀλλ' ἐκποδὼν γενέσθω καὶ οἰχέσθω καὶ ἡ Κωνσταντίνου σύνοδος καὶ ἡ Ταρασίου καὶ ἡ νῦν ἐπὶ Λέοντος γενομένη περὶ τῶν τοιούτων ζητημάτων, καὶ σιγὴ βαθεῖα τῆς τῶν εἰκόνων μνήμης γενέσθω. 784 3. Ἐφ' οὗ Θωμᾶς ὁ ἀντάρτης ἐκ τῶν ἀνατολικῶν μερῶν ἀπάρας ἤδη, καὶ λαὸν ἀγυρτώδη καὶ ἐπίμικτον προσυλλεξάμενος καὶ ἐπισυρόμενος, ἐπὶ τὸ Βυζάντιον ἐκίνησεν, τῆς βασιλείας παρ' ἀξίαν ἐφιέμενος· ἐκ γὰρ τῆς Ῥωμαίων γῆς ὁρμώμενος, δυσγενής τε καὶ ἀφανὴς ὤν, πρὸς τὰ μέρη τῆς Συρίας ἀφίκετο, Κων σταντῖνον ἑαυτὸν μετονομάσας καὶ υἱὸν Εἰρήνης τῆς βασιλίσσης. κἀντεῦθέν γέ τοι πολλοὺς τῶν βαρβάρων καὶ Χριστιανῶν ἀπατή σας, καὶ λαὸν ἄπειρον ἐκ διαφόρων ἐθνῶν συναθροίσας ἐπὶ τὴν Κωνσταντινούπολιν ἐπῄει ἐν ὄχλῳ βαρεῖ καὶ στόλῳ μεγάλῳ, καθά περ τι θηρίον ἀλλόκοτον καὶ πολύμορφον ποικίλον τε καὶ πολυκέ φαλον τὰ πολυειδῆ γένη τῶν ἐθνῶν ἀθροίσας καὶ οἷά τις ἄλλος Σεναχηρεὶμ κατὰ τῆς νέας Ἱερουσαλὴμ καθοπλισάμενος, ἐμεγαλαύχει τῶν ἑπομένων τῷ πλήθει καὶ κατηλαζονεύετο, μὴ πάμπαν, ὡς ἔοικε, νοήσας ὅτι οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ, καὶ ψυεδὴς ἵππος εἰς σωτηρίαν καὶ κύριος διασκεδάζει βουλὰς ἐθνῶν, καὶ τὰ ἑξῆς. εἰ γὰρ καὶ τὰ μάλιστα ἡ πόλις οὐκ εἶχεν Ἐζεκίαν, εὐσεβῆ φημὶ καὶ ἐνάρετον βασιλέα, ἀλλ' οὐ παρεῖδεν ὁ τοῦ παντὸς πρύτανις 785 καὶ φιλάνθρωπος κύριος πολιορκουμένην τὴν πόλιν αὐτοῦ καὶ τὸν λαὸν αὐτοῦ, ἀλλ' ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων ἔφη καὶ τότε "νῦν ἀναστήσομαι καὶ ὑπερασπιῶ τῆς πόλεώς μου καὶ τοῦ λαοῦ," οὐ δι' ἐμὲ καὶ διὰ ∆αβὶδ τὸν δοῦλόν μου, ὥσπερ τότε καὶ νῦν φησίν, ἀλλὰ δι' ἐμὲ καὶ διὰ τὸν ἐκ σπέρματος ∆αβὶδ φύντα υἱόν μου καὶ διὰ τὴν νέαν Ἱερουσαλήμ, ἣν ἐξελεξάμην. 4 καὶ γὰρ ἐπὶ τοῦ δυσσεβοῦς Ἀχαάβ, τοῦ Σύρου πολλὰς μυριάδας κατ' αὐτοῦ συνειληχότος καὶ βρενθυομένου καὶ λέγοντος "εἰ ἐκποιήσει Σαμαρία παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου," διέλυσε ῥᾳδίως εὐθὺς τοῦ τρισαθλίου βα σιλέως ὁ φιλοικτίρμων θεὸς τὸ ὄνειδος, "ἰδοὺ" λέγων, "ἐγὼ δί δωμι αὐτὸν εἰς τὰς χεῖράς σου, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος." ὅπερ καὶ γέγονεν, καὶ δὴ παραυτίκα δέδειχε καὶ τοῖς οἰκείοις καὶ τοῖς ἀλλοτρίοις τὴν ἰδίαν ἰσχὺν καὶ τὸν ∆αβὶδ ἀληθεύοντα "κύριος κραταιὸς καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ·" τῆς γὰρ συμ πλοκῆς γενομένης δυοκαίδεκα τῶν ἀντιπάλων μυριάδας ὁ Ἰσραὴλ κατηκόντισεν. ἵνα δὲ κἀκεῖνοι καὶ οὗτοι μάθωσιν ὡς θεήλατος ἡ πληγή, τῶν διαπεφευγότων εἴς τινα πόλιν καταπεσὸν τὸ τεῖχος κατέχωσε χιλιάδας εἰκοσιεπτά. 786 5. Ταύτην τοίνυν τὴν ἀλαζονείαν τοῦ Σύρου καὶ τοῦ Ἀσ συρίου χρησάμενος καὶ ὁ ματαιόφρων Θωμᾶς τὴν Κωνσταντινού πολιν, μᾶλλον δὲ Θεούπολιν, ἐφ' ἕνα χρόνον ἐπόρθει, τῶν πολι τῶν ἀνδρείως παραταττομένων καὶ τειχομαχούντων καὶ ναυμαχούν των· τὰς γὰρ πλείστας αὐτῶν ναῦς ἐπυρπόλησαν, καὶ τοὺς λογά δας τῶν πολεμίων αὐτῶν ἐτροπώσαντο. ὁ δὲ ἀμηχανίᾳ ληφθείς, τὴν πόλιν ἀφεὶς ἐπὶ τὴν Θρᾴκην ἐχώρει, ταύτην ληϊζόμενος.