7
Σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ, ὁ σοφός φησιν Ἐκκλησιαστής. τίνος δὲ οὐκ ἐν κεφαλῇ οἱ ὀφθαλμοί; ἀλλ' ἐν κεφαλῇ, τουτέστιν ἵνα τὰ ὑψηλὰ σκοπῶσιν. ὁ δὲ εἰς τὰ ὑψηλὰ μὴ βλέπων ἀλλ' εἰς τὰ γήϊνα, ὀφθαλμοὺς ἔχει εἰς γῆν συρομένους. 68 Ὀφθαλμοὶ τοίνυν κάθηνται † κυκλοτερεῖς κεφαλῆς ἐπικειμένης τοῖς ὤμοις. οὐδὲ αὐτὴ ἐνδεδυκυῖα, ἵνα μὴ ταπεινὴ ᾖ, ἀλλ' ἐρείσματι ἀξιολόγῳ τῷ αὐχένι ἐπίκειται. ἄνω ἡ κεφαλὴ καὶ οἱ ὀφθαλμοὶ δίδυμοι βολαί. οὐκ ἤρκει, εἰπέ μοι, εἷς; ἀλλὰ δύο ὀφθαλμοὶ ἀλλήλων διάδοχοι, ἵνα ἡ τοῦ ἑνὸς διάλυσις τὴν τοῦ ἑτέρου παραμυθίαν ἔχῃ. ἔπειτα καὶ ἀπὸ ἑνὸς προερχόμενον τὸ ὁρατικὸν ἀσθενέστερον, ἐκ δὲ δύο πηγῶν συμβαλλόμενος ὁ ὁλκὸς εὐτονώτερος γίνεται· προϊοῦσα γὰρ ἡ ὄψις ὁμοῦ μὲν προσαναπαύεται τῷ διατειχίσματι τῆς ῥινός, ὁμοῦ δὲ προκύπτουσα ἑνοῦται. οἷον γάρ τις ὀχετὸς ἀφ' ἑκατέρας τῆς ὄψεως πρόεισιν ἐντεῦθεν τὸ ὁρατικὸν τοῦτο κἀκεῖθεν ἐκεῖνο, πόρρωθεν δὲ τῇ συμβολῇ ἑνοῦται, ἑνούμενον δὲ ἰσχυρότερον γίνεται. τίς ἡ ἀπόδειξις ὅτι ἑνοῦται; οὐχ ὁρᾷς τοὺς γέροντας ὅτι πρὸς τὰ μὲν ἐγγὺς οὐ βλέπουσιν; ἐπειδὴ γὰρ ἀσθενές ἐστι τὸ ὁρατικόν, σχιζόμενον τὸ ἐγγὺς 69 οὐχ ὁρᾷ, ὅπου δὲ ἡ συμβολὴ τῆς ὄψεως οἷον ἐπὶ πλημμύρας τινὸς κατὰ τὴν ὄψιν γινομένης, εὐτονωτέρα γίνεται τῶν αἰσθητῶν ἡ ἀνάληψις. Καὶ πόσαι περὶ τὸν ὀφθαλμὸν φυλακαί. χιτὼν ἔνδοθεν, καὶ οὐκ ἀρκεῖ οὗτος. οὐ γὰρ ἠδύνατο εἷς παχὺς εἶναι. εἰ παχὺς ἦν, προκάλυμμα ἂν ἦν τῆς ὄψεως. ἔδει δὲ διαφανὲς εἶναι καὶ ἐλαφρόν. οὐκοῦν εἷς διαυγής, εἷς ἀραιός· ὁ μὲν κρυσταλλοειδής, ὁ δὲ κερατοειδής· ὁ προκεκαλυμμένος ἰσχυρότερος, ὁ ἔνδοθεν ἀραιότερος, ἵνα μὴ κωλύῃ τὴν παρείσδυσιν. ὁ τρίτος κρυσταλλοειδής, ἵνα ἐν ἑαυτῷ τὴν ἔμφασιν καὶ τὴν διαύγειαν ἔχῃ. προβολὴ τὸ βλέφαρον· 70 προκάλυμμα τοῦτο καὶ σκέπασμα καὶ οἷον οἰκητήριον καὶ φυλακτήριόν ἐστιν. ἠδύνατο σκεπάζειν ἡ χείρ. ἕως ἤρχετο ἡ χείρ, ἔφθανεν ὁ ὀφθαλμὸς ἀμαυρωθῆναι. νῦν δὲ ἐγγύθεν παράκειται τὸ βλέφαρον, ἄνωθεν ἐπίκειται. ὁμοῦ τε ᾔσθετο τῆς βλάβης καὶ προέβαλε τὸ προκάλυμμα. διὰ τοῦτο καὶ κόρη ὑπὸ παραπετάσματι καθεζομένη οὐκ ἀεὶ εὐεπιχείρητος. ἀνέπαφον τοῦτο μόνον τῶν ἐν ἡμῖν μελῶν βούλεται εἶναι ὁ ὀφθαλμὸς ὑπὸ παραπετάσματι τῷ βλεφάρῳ καλυπτόμενος. ἀκίδες τῶν τριχῶν περιβεβλημέναι. διὰ τί; ἵνα ἀκριβεστέρα γένηται ἡ περιπλοκὴ τῶν βλεφάρων τοῦ ἄνω πρὸς τὸ κάτω. οἷον γὰρ σύνδεσμοί εἰσιν ἀλλήλαις περιπλεκόμεναι αἱ τρίχες. εἶτα καὶ τὰ λεπτὰ τῶν ζῴων πόρρωθεν κωλύει καὶ τὰ χνοώδη οὐκ ἐᾷ πλησιάσαι τῇ κόρῃ δυναμένῃ πανταχόθεν ἀμαυροῦσθαι. οἰκεία τίς ἐστι φυλακὴ περὶ ἡμᾶς περικειμένη διὰ τῶν τριχῶν, ὁμοῦ μὲν τῇ περιγραφῇ εὐπρέπειαν χαριζομένη, ὁμοῦ δὲ τὴν ὠφέλειαν παρεχομένη. 71 ὀφρῦς ἄνω προβεβλημένη οἰκεῖον προβόλαιον, ἵνα κατευθύνῃ τὸ ὁρατικόν. τίς ἡ ἀπόδειξις; ὅταν βουληθῇς πόρρωθεν σκοπεῦσαι καὶ κοιλάνας τὴν χεῖρα ὑπερτείνῃς τῶν ὀφρύων, διὰ τί τοῦτο γίνεται; ἵνα τὸ ἐπὶ τὸ ἄνω διαφορούμενον τῆς ὄψεως μὴ εἰκῇ σκεδαννύηται † κατευθυνόμενον ἐκ τῆς προβολῆς τῆς χειρὸς καὶ ἐπὶ τὸ ἔμπροσθεν ὠθούμενον ἀκριβεστέραν καὶ εὐτονωτέραν ποιῇ τοῦ ὁρατικοῦ τὴν διόρθωσιν ἥ τε πάροδος τοῦ βλεπτικοῦ κατευθύνεται ὑπὸ τῆς κατὰ τὴν χεῖρα προβολῆς. † διὰ τοῦτο ὀφρύες ὁμοῦ μὲν τὸν ὀφθαλμὸν κατευθύνουσαι, ὁμοῦ δὲ καὶ τὸν ἐκ τῶν πόνων ἱδρῶτα οὐκ ἐῶσαι ἐπιρρέειν καὶ κώλυμα γενέσθαι ταῖς ὄψεσι, διὰ τοῦτο διατειχίζουσιν αἱ ὀφρύες †. ποῖος ἀμπελουργὸς οὕτω δύναται καλῶς ἀπαρτῆσαι τὴν ἄμπελον ὀφρύϊ τε περιβαλεῖν, ὡς δυσεπιχείρητον αὐτὴν εἶναι, ὡς μὴ εὐεπίδρομον εἶναι ταῖς παρακειμέναις χαράδραις τὸν χῶρον, ὡς ἐποίησεν ὁ κύριος 72 τὴν τῶν ὀφρύων περιβολήν; ἃς μηνοειδῶς ἡμῖν περιέγραψεν ἀπὸ μιᾶς συμβολῆς τῆς κατὰ ῥῖνα ἐφ' ἑκάτερα μεριζομένας, ἵνα ὁ ἱδρὼς τῇδε κἀκεῖσε περιρρέων μηδεμίαν ἀσχολίαν παρέχῃ τῷ γεωργῷ μηδὲ ἀπομασσόμενος τὸν ἱδρῶτα τὴν χεῖρα ἀπαγάγῃ τῆς ἀμπέλου, ἀλλ' ὁμοῦ τε ῥέοι ὁ ἱδρὼς διὰ τῶν ἰδίων ὀχετῶν (πάλαι τοῦ δημιουργοῦ αὐτὸν ἐξοχετεύσαντος ἐπὶ τὰ ἄχρηστα), ὁμοῦ τε ὁ ὀφθαλμὸς τὴν ἰδίαν