1

 2

 3

 4

 5

 6

 7

7

πρὸς ἑαυτὸν διαφωνίαν ἔχων, ὁ δὲ διδάσκαλος τὸ πνεῦμα τῆς ἀληθείας ἐστί, τὸ ἐν τοῖς θεοφορουμένοις γενόμενον, πῶς ἄν τις διαφωνίαν τινὰ τῶν δογμάτων καθυποπτεύσειεν; ἀλλ' ἕτερον ἡ καθέδρα, φησί, καὶ ἕτερον ἡ στάσις ἐνδείκνυται νοῦν κατὰ τὸ προχείρως νοούμενον. φημὶ κἀγώ. ἀλλ' οὐχ, ὅπερ ἐπὶ τῶν σωμάτων ἡ τῶν ῥημάτων ἔμφασις δείκνυσι, τοῦτο καὶ ἐπὶ τῆς ἀσωμάτου φύσεως εὐαγές ἐστι λογίζεσθαι. ἐπ' ἀνθρώπου μὲν γὰρ ἡ καθέδρα τὴν ἐπ' ἰσχίῳ τοῦ σώματος ὑπογράφει θέσιν, ὡς ἂν μὴ διὰ παντὸς κάμνοι τῆς ἀγκύλης ὁ τόνος ἐφ' ἑαυτοῦ τὸ βάρος ἀνέχων τοῦ σώματος. καὶ τὸ ἔμπαλιν ἡ στάσις ὄρθιον ἐπὶ γονάτων ἑρμηνεύει τὸν ἄνθρωπον, οὐκ ἐπ' ἰσχίων διὰ καθέδρας ἀναπαυόμενον. ἐπὶ δὲ τῆς ὑπερεχούσης φύσεως καθαρεύει τῶν τοιούτων νοημάτων ἡ καθέδρα τε καὶ ἡ στάσις, ἐπίσης ἑκατέρα τῆς κατὰ τὸ πρόχειρον νοουμένης ἐμφάσεως 42 κεχωρισμένη. οὔτε γὰρ τὴν ἐπ' ἀγκύλης στάσιν τοῦ ἀσωμάτου οὔτε τὴν ἐπ' ἰσχίων καθίδρυσιν τοῦ ἀσχηματίστου παραληψόμεθα, ἀλλὰ δι' ἑκατέρας φωνῆς τὸ ἐν παντὶ ἀγαθῷ στάσιμον καὶ ἐν παντὶ ἀμετάθετον εὐσεβῶς ἐνοήσαμεν. ὅ τε γὰρ ἑστάναι καὶ ὁ καθῆσθαι τὸ θεῖον λέγων οὐδὲν πρὸς ἀλλήλους ἐν τῇ τῶν ῥημάτων ἑτερότητι περὶ τὸν νοῦν διαφέρονται, ὁ μὲν βεβηκέναι παγίως, ὁ δὲ καθιδρύσθαι ἀμεταθέτως τὸ θεῖον ἐν τῷ ἀγαθῷ δογματίζοντες. ὥσπερ δὲ ὁ προφήτης ∆αβὶδ καὶ ὁ ἀπόστολος Παῦλος τὴν τοῦ μονογενοῦς καθέδραν ἐν τοῖς καθ' ἑαυτὸν ἑκάτερος λόγοις διηγούμενοι οὐκ ἔδωκαν νοεῖν, ὅτι τοῦ πατρὸς ἑστῶτος ὁ υἱὸς ἐν καθέδρᾳ ἐστί, καίτοι μόνης μνησθέντες τῆς τοῦ υἱοῦ καθιζήσεως, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ Στεφάνου τοῦ υἱοῦ τὴν στάσιν ἀκούσας οὐκέτ' ἂν εὐλόγως περὶ τῆς τοῦ πατρὸς καθέδρας ὑπονοήσειας. ὡς γὰρ ἐπὶ τοῦ Παύλου καὶ τοῦ ∆αβὶδ τὸ καθῆσθαι τὸν πατέρα διὰ τοῦ καθίσαι τὸν υἱὸν ἐκ δεξιῶν συνωμολόγηται, καίτοι τοῦ λόγου μηδὲν περὶ τοῦ πατρὸς προδιδάξαντος, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ Στεφάνου ἡ τοῦ υἱοῦ στάσις τὸ ἴσον καὶ ἐπὶ τῆς δόξης τοῦ πατρὸς συνενδείκνυται.

Οὕτω γὰρ 44 ἂν ὁ τῆς εἰκόνος διασωθείη λόγος, εἰ πᾶν ὅ τί πέρ ἐστιν ἐν τούτῳ νοούμενόν τε καὶ καθορώμενον τὸ αὐτὸ καὶ ἐν τῷ ἀρχετύπῳ πιστεύοιτο. καὶ ὡς ἐν τῷ ἀγαθῷ τὸ ἀγαθὸν καὶ ἐν τῷ φωτὶ τὸ φῶς καὶ ἐν πᾶσι τὸ πρωτότυπον κάλλος διὰ τῶν οἰκείων ἐν τῇ εἰκόνι χαρακτηρίζεται, οὕτω καὶ ἐν τῇ καθέδρᾳ τοῦ υἱοῦ, ὅ τί ποτε νοεῖν τοῦτο τὸ ὄνομα δίδωσι, καὶ ἡ τοῦ πατρὸς καθέδρα καταλαμβάνεται, καὶ ἐν τῇ στάσει ἡ στάσις, ὡς ἂν μὴ διαπέσοι τῆς εἰκόνος ὁ λόγος, ἐν τῇ ἀπαλλάξει τῶν ἰδιωμάτων τοῦ ἀρχετύπου ἀλλοτριούμενος. Ταῦτα ἡμῖν, ἀδελφοί, κατὰ πάροδον πρὸς τὸ προκείμενον ζήτημα τεθεωρήσθω, τῆς τοῦ Στεφάνου ὀπτασίας τὴν τοιαύτην θεωρίαν ἐπεισενεγκούσης τῷ λόγῳ. γένοιτο δὲ ἡμᾶς μὴ θεατὰς μόνον γενέσθαι τῆς τοῦ Στεφάνου ἀθλήσεως, ἀλλὰ καὶ μετόχους τῆς χάριτος πληρωθέντας τοῦ ἁγίου πνεύματος, εἰς καθαίρεσιν τῶν ἀντιδίκων, εἰς δόξαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.