7
τριήρεσι κομίζεται εἰς τὴν Σωτηρόπολιν, ἣ νῦν ὀνομάζεται Πύθια· καὶ τοῖς ἐκεῖ χρησάμενος θερμοῖς ὕδασιν, ἔνθα καὶ φάρμακον πιεῖν δηλητήριον λέγεται παρὰ τῶν ἑτεροθαλῶν αὐτῷ κερασθὲν ἀδελφῶν, εἰς Νικομήδειαν παραγίνεται· ὅπου καὶ τετελεύτηκε, νοσήσας ἐφ' ἱκανόν, ἐτῶν γεγονὼς πέντε πρὸς τοῖς ἑξήκοντα, βασιλεύσας δ' ἐκ τούτων τριάκοντα πρὸς δυσίν, ἐνδεόντων δύο μηνῶν. ὃν ὁ υἱὸς Κωνστάντιος ἐξ Ἀντιοχείας παραγενόμενος (ἐκεῖ γὰρ ἦν τοῖς Πέρσαις ἀντιμαχόμενος) ἔτι ζῶντα εὑρὼν ἐκήδευσε μεγαλοπρεπῶς καὶ ἐν τῷ τῶν ἁγίων ἀποστόλων κατέ25 θετο ἱερῷ, ἐν ἰδιαζούσῃ μέντοι στοᾷ, ἣν ἐπὶ ταφῇ τοῦ πατρὸς αὐτὸς ᾠκοδόμησεν. Ἱστόρηται δὲ ὁ ἀοίδιμος ἐκεῖνος αὐτοκράτωρ ἀφειδῶς τε τὰ χρήματα ἀναλίσκειν καὶ ταῦτα πορίζειν ἑαυτῷ ἀφειδέστερον, ὡς μὴ μεγαλοπρέπειαν κρίνεσθαι τὸ περὶ τὰς δαπάνας φιλότιμον, ἄντικρυς δέ-ἀλλὰ μή τι φαῦλον ἐρῶ περὶ τοῦ θείου ἐκείνου ἀνδρός. ὅθεν καὶ ὁ βέβηλος Ἰουλιανὸς ἐν τῷ περὶ τῶν Καισάρων λόγῳ αὐτοῦ ἀποσκώπτων ὥσπερ εἰς τὸν εὐσεβέστατον τουτονὶ βασιλέα διὰ τὸ πολυδάπανον πλάττεται τὸν Ἑρμῆν διαλεγόμενόν οἱ καὶ τί ἂν εἴη γνώρισμα βασιλέως ἀγαθοῦ πυνθανόμενον, κἀκεῖνον πρὸς τὸ ἐρώτημα λέγοντα πολλὰ κεκτῆσθαι τὸν αὐτοκράτορα χρῆναι καὶ ἀναλίσκειν πολλά. λέγεται δὲ μηδὲ λόγοις ἀνομίλητος εἶναι, ἀλλὰ καὶ περὶ τούτους ἐσπουδακέναι οὔτι μεῖον τῶν ὅπλων. κἀντεῦθεν αὐτῷ τὴν γλῶτταν γενέσθαι πρὸς διάλεξιν εὔθηκτον, καί τινας ἴυγγας προσεῖναι αὐτῇ κατακηλούσας τὰς τῶν ἀκροατῶν ἀκοάς. ἀναγέγραπται δὲ καὶ μισοπόνηρος εἶναι καὶ εἰωθὼς λέγειν μηδὲν τῶν ἁπάντων τῆς τῶν 26 κοινῶν πραγμάτων καταστάσεως ἕνεκεν τὸν κρατοῦντα φείδεσθαι δεῖν, μηδ' αὐτῶν τῶν οἰκείων μελῶν. τοῖς δὲ μεταβαλλομένοις ἐκ πονηρίας φιλανθρώπως διατιθέμενος ἔλεγεν ὅτι τὸ νοσοῦν μέλος ἀποκοπτέον καὶ σεσηπός, ἵνα μὴ καὶ τοῖς ὑγιαίνουσι λυμανεῖται, οὐ μέντοι τὸ ὑγείας ἤδη τυχὸν ἢ καὶ ὑγιαζόμενον. Καὶ ὁ μὲν τρισόλβιος βασιλεὺς ἐκεῖνος πρὸς τὰς αἰωνίους μετετέθη σκηνάς· ἡ δὲ τῶν Ῥωμαίων ἡγεμονία εἰς τοὺς τρεῖς ἐκείνου παῖδας μεμέριστο ξύμπασα, ὡς μέν τινες συνεγράψαντο, παρὰ τοῦ πατρὸς αὐτοῖς διανεμηθεῖσα, ὡς δ' ἕτεροι, καθ' ἑαυτοὺς ταύτην αὐτῶν διελομένων μετὰ τὴν ἀποβίωσιν τοῦ πατρός. οὕτω δ' ἱστόρηται προβῆναι παρὰ σφίσιν ἡ διανέμησις· τῷ μὲν Κώνσταντι προσκληρωθῆναι τὴν Ἰταλίαν καὶ τὴν Ῥώμην αὐτὴν τὴν Ἀφρικήν τε καὶ Σικελίαν καὶ τὰς λοιπὰς τῶν νήσων, ἀλλὰ μέντοι καὶ τὸ Ἰλλυρικὸν καὶ τὴν Μακεδονίαν καὶ σὺν τῇ Ἑλλάδι τὴν Πελοπόννησον· τῷ δὲ Κωνσταντίνῳ τὰς Κοττίας 27 Ἄλπεις σὺν ταῖς Γαλλίαις προσνεμηθῆναι (Κοττίαι δὲ ὠνομάσθησαν ἀπὸ Κοττίου, βασιλέως τῶν τόπων τούτων γενομένου) καὶ τὸ Πυρηναῖον κλίμα μέχρι τῶν Μαύρων τῶν τῷ πορθμῷ διωρισμένων τῷ τοῦ Ὠκεανοῦ· τοῦ Κωνσταντίου δὲ λάχος γενέσθαι ὅσα κατὰ τὴν ἑῴαν μοῖραν ἦσαν Ῥωμαίοις ὑπήκοα, καὶ πρὸς τούτοις τὴν Θρᾴκην σὺν τῇ πόλει τῇ πατρικῇ. Οὕτω δὲ τοῦ μερισμοῦ τῆς ἀρχῆς προβάντος, ὁ μὲν Κωνστάντιος εἰς τὴν ἑῴαν ἐχώρησεν, ἐκστρατεύων κατὰ Περσῶν. ὁ γὰρ τούτων ἡγεμονεύων Σαπώρης, τὸν θάνατον τοῦ μεγάλου γνοὺς Κωνσταντίνου, κατὰ τῶν ὑπὸ Ῥωμαίοις τελούντων ἐπιὼν καὶ ληιζόμενος οὐκ ἐπαύετο. ὁ δὲ Κωνσταντῖνος τῷ Κώνσταντι ἐπεφύετο, τὴν διανέμησιν τῶν χωρῶν αἰτιώμενος καὶ ἢ παραχωρῆσαι μέρους αὐτῷ τῆς ἀρχῆς ἀπαιτῶν ἢ ἀναδάσασθαι τὰς βασιλείας ἄμφω ζητῶν. ὡς δ' ἐκεῖνος τῆς ἤδη γεγονυίας διανεμήσεως εἴχετο καὶ τῶν αὐτῷ προσκληρωθέντων ἀντείχετο καὶ οὐδὲ τοῦ βραχίστου παρεχώρει τῷ ἀδελφῷ, ὅπλα κατ' αὐτοῦ ἦρεν ὁ Κωνσταντῖνος καὶ ἐπῆλθε τῷ λάχει τοῦ Κώνσταντος. ὁ δὲ ἐν ∆ακίᾳ ἀποδημῶν καὶ τὴν κίνησιν τοῦ 28 Κωνσταντίνου μαθών, στράτευμα κατ' αὐτοῦ πέμπει καὶ στρατηγούς, καὶ αὐτὸς ὅσον ἤδη μετὰ πλείονος στρατιᾶς ἐπιστῆναι ἐπαγγειλάμενος. οἱ γοῦν πεμφθέντες ἐγγὺς τοῦ Κωνσταντίνου γενόμενοι λόχους καθίζουσι καὶ συμβαλόντες αὐτῷ φεύγειν ὑπεκρίνοντο. τῶν δὲ τοῦ Κωνσταντίνου διωκόντων αὐτούς, ἐξόπισθεν αὐτῶν οἱ