7
γείρεται, καὶ ἀνίσταται γένος ἅπαν καὶ ἡλικία πᾶσα, καὶ ἕκαστος μεθ' ὧν ἠδύνατο ὅπλων, ἕτεροι δὲ καὶ ἄνευ τῶν ὅπλων, ἄλλοι μετὰ ξιφῶν τε καὶ κονταρίων. Ἕτεροι δὲ οὐδὲ ἐξ αὐτῶν εὐποροῦσαν, ἀλλὰ τὰς ταύλας ὅπου ἐτρώγαν καὶ τὰ τυμπάνια τῶν βουτζίων ἔδησαν μὲ σχοινία, καὶ ἐβάσταζαν ἀντὶ σκουταρίων. Τινὲς δὲ οὐδὲ μετ' αὐτῶν εἰς τὸν πόλεμον ἦλθον, ἀλλὰ μὲ λίθους καὶ μόνον ἐμάχοντο τολμηρῶς καὶ ἀνδρείως, ὡς κατάφρακτοι μετὰ παντοίων τῶν ὅπλων. Καὶ ἕτερος ἔτερον, καὶ ἄλλος ἄλλον, καὶ πρὸς ἀλλήλων ἀλλήλοις ἀνδρείως καὶ θαρσαλέως ἠγωνίζοντο, καὶ ἐπαροτρύναντο πρὸς τὴν σφοδροτάτην μάχην ἐκείνην, λέγων «Ναὶ, ὦ φίλοι, ὦ ἀδελφοί, ὦ συμπατριῶται, ἀγωνισώμεθα σήμερον, σπουδάσωμεν, προκινδυνεύσωμεν ἑαυτοὺς ὑπὲρ ἐμαυτῶν καὶ γυναικῶν καὶ τέκνων καὶ ὑπὲρ ἐλευθερίας τοῦ γένους καὶ τῆς πατρίδος ἡμῶν καὶ τῆς μεγαλοπόλεως ταύτης, καὶ τὸ μεῖζον, τῆς ἀληθοῦς πίστεως τῶν Χριστιανῶν. Τί οὖν, ἐὰν μὴ νῦν ἀποθάνομεν; Οὐ τεθνηξόμεθα πλέον; Ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν, δράμωμεν πρὸς τὸν κίνδυνον τοῦ πολέμου ὡς οἱ μάρτυρες πρὸς τὸ στάδιον τῶν τυράννων». Ταῦτα διαλεγομένων καὶ παροτρυνομένων πρὸς ἀλλήλους ἔσπευδον πάντες, καὶ ἠγωνίζοντο ὡς κεκραιπαληκοὶ καὶ βεβαπτισμένοι ἐξ οἴνου, καὶ ὡς ἐκ συνθήματος ἅμα ἐκ τοῦ ἑνὸς ἄκρου τῆς πόλεως ἄχρι καὶ τοῦ ἑτέρου ἐν μιᾷ φωνῇ καὶ ὁρμῇ καὶ κραυγῇ κατὰ τῶν πολεμίων εἰσβάλλουσι, καὶ σφοδροτάτου συρραγέντος πολέμου καὶ καρτερωτάτης τῆς μάχης ἐφ' ἱκανῆς τε τῆς ὥρας πολλοὶ ἐκ τῶν δύο μερῶν ἐλαβώθησαν καὶ ἀπέθανον.
20. Τὸ δὲ ἀκατάπληκτον τῶν ἀνδρικωτάτων καὶ γενναιοτάτων Ῥωμαίων δειλοὺς καὶ τρεπτοὺς τοὺς Μουσουλμάνους ἀπέδειξεν. Καὶ τοὺς μὲν ἀναβαίνοντας μετὰ τῆς φάλκας ἐπάνω τοῦ ἔξω κάστρου τὰς κεφαλὰς ἀπέτεμον τούτων καὶ πρὸς βασιλέα ἔφερον, τοὺς δὲ Μουσουλμάνους τοὺς ἄλλους τοὺς ἐτρυποῦσαν τὸ κάστρον καὶ τοὺς πύργους, ἀπέκτειναν ἐντὸς εἰς τὰς τρύπας. Τὰ δὲ πλήθη τὰ ἄλλα τὰ γεγαυριωμένα καὶ ἐπηρμένα τῶν Τούρκων ἐλάβωσαν, ἐφόνευσαν, ἐδίωξαν, καὶ τὰ πολεμικὰ καὶ μαχιμώτατα τούτων ἔργα ἐπήρασι. Καὶ μὴ μόνον οἱ στρατιῶται καὶ οἱ ἐπιστήμονες τοῦ πολέμου ἠργάζοντο ταῦτα, ἀλλὰ καὶ τῆς πολιτείας οἱ ἄρχοντες καὶ τῆς χώρας οἱ ἐπιστήμονες καὶ τὸ κοινὸν ἅπαν καὶ τῶν ἱερέων καὶ τῶν μοναχῶν τὰ συστήματα καὶ τῶν ἀρχιερέων οἱ κρείττονες καὶ πνευματικῶν τῶν ὁσίων οἱ ὁσιώτατοι· καὶ τῶν ἔξω χωρῶν οἱ ἄνθρωποι τολμηροὶ καὶ γενναῖοι καὶ περιφρονηταὶ τῶν πληγῶν καὶ τραυμάτων καὶ τῶν θανάτων ἐφάνησαν.
21. Ἀλλὰ καὶ γυναῖκες πολλαὶ εἰς ἀνδρὸς θράσος μεταλλαττόμεναι ἐπὶ τοῦ πολέμου τὴν ὥραν τὴν φρικτοτάτην ἐκείνην οὐκ ἀπεκρύβησαν, οὐδὲ ὡς γυναῖκες ἐδειλίασαν, ἀλλὰ καὶ μᾶλλον τοῦ πολέμου τὴν ὥραν εἰς τὸ ἔξω κάστρον ἔφθασαν, καὶ αἱ μὲν πέτρας εἰς τὸ τεῖχος ἀνέβαζον πρὸς τοὺς πολεμιστὰς τῶν Ῥωμαίων, καὶ ηὐδρείωναν αὐτούς, καὶ ὠθοῦσαν αὐτοὺς πρὸς τὴν μάχην καὶ τὸν πόλεμον· ἄλλαι δὲ ἐκρατοῦσαν ᾠὰ καὶ στουππιά, καὶ τοὺς λαβωμένους ἰάτρευον· ἄλλαι ὕδατα καὶ οἴνους ἐπότιζον αὐτοὺς φλεγομένους τῇ δίψῃ ἐκ τοῦ πολέμου· ἄλλαι δὲ τοὺς γνησίους αὐτῶν ἀδελφοὺς καὶ τέκνα καὶ τοὺς ὁμοζύγους κατεμπόδιζον μὴ καταβῆναι ἀπὸ τοῦ τείχους τοῦ κάστρου καὶ τοῦ πολέμου σχολάσαι, ἀλλὰ ἀφόβως καὶ ἀκλονήτως καὶ θαρσαλέως πολεμίζειν τοῖς Τούρκοις ἔλεγον. Ἀλλὰ καὶ μετὰ προσοχῆς καὶ στρατιᾶς ἐκεῖναι περιεπάτουν ἐκεῖσε. Ἐστρατεύοντο δὲ καὶ πρὸς ἀλλήλας, μία τὴν ἄλλην ἐνουθέτει, καὶ ἔλεγεν· «Βλέπε μὴ πλησιάσῃς τὸ κάστρον τὸ μέγα, ὅτι τῶν Τούρκων αἱ σαγίτται κρόνουν ἐκεῖσε καὶ εἰς τὸ μέρος ἐκεῖνο, ἀλλὰ περιπατεῖτε πλησίον εἰς τὸ μέρος τοῦ ἔξω κάστρου, ἵνα σκέπεσθε ὑπὸ τούτου». Πλὴν ἐλαβώθησαν καί τινες μὲ σαγίττας. Καὶ οὐδὲ αὐτὸ τὰς ἄλλας ἐθρόησεν, ἵνα εἰσέλθουσιν ἐντὸς τοῦ κάστρου τῆς πόλεως, ἀλλὰ ἐσπούδαξαν καὶ ἐκεῖναι τὸ δυνατὸν αὐτῶν εἰς τὴν μάχην μέχρι τὸ πέρας ἴδωσι τοῦ πολέμου.