7
Ἰσαάκ; Καθαίρεται τῷ πυρὶ τὸ σῶμα, λύεται τῶν τῆς σαρκὸς ἡδονῶν, ἐκδημήσει τοῦ 56.548 βίου, ἀλλ' ἐνδημήσει πρὸς Κύριον. Τοιούτοις λογισμοῖς τὰ τῆς φύσεως νευρώσας συμπτώματα, ἐπὶ τὴν θυσίαν ἐπείγεται, ἐπισάξας τὴν ὄνον, θήξας τὴν μάχαιραν, τὰ ξύλα, τὸ πῦρ εὐτρεπίσας, τὸν υἱὸν ὡς ἀμνὸν ἐπαγόμενος, καὶ οὐδενὶ τὴν θείαν ἐξεῖπε φωνὴν, οὐκ ἀνεκοινώσατο φίλους, οὐδὲ αὐτῇ κοινωνῷ τῆς γονῆς, οὐ μισῶν τὴν σύζυγον, ἀλλὰ τὸν ὄφιν φοβούμενος, μὴ προφάσει φιλοτεκνίας ἀμβλύνῃ θεοσεβείας σπουδήν. Ὢ πίστεως ἄκρας! ὢ σοφίας ἀνυπερβλήτου! Ἐνενόησεν ὁ πατριάρχης πόσα συμβήσεται κακὰ, ἐκπύστου γινομένου τοῦ θείου προστάγματος, πόσος ἔσται θρῆνος, πόσος κλαυθμὸς, πόσα δάκρυα. ∆ιὰ τοῦτ' ἐχεμυθεῖ, σιωπῇ σβεννύων μεγάλην ὀδυρμῶν φλόγα. Τί γὰρ οἴει δρᾶσαι τὴν Σάῤῥαν ἀκούσασαν περὶ τῆς ἀναιρέσεως τοῦ τέκνου; οὐ περιεπλάκη ἂν εὐθὺς τῷ Ἰσαὰκ, ἔνδον αὐτὸν πάλιν, εἰ οἷόν τε ἦν, τῇ γαστρὶ κατακρύψαι μηχανωμένη, τέκνον φίλτατον ἀπόλλυσαι, λέγουσα, ἐν θυσίαις πολιορκούμεθα; Θᾶττον ἂν ἀφῆκεν, οἶμαι, τὴν ἰδίαν ψυχὴν, ἢ τὸν παῖδα προέδωκε· καὶ ἦν ἀνάγκη δυοῖν θάτερον, ἢ μὴ γενέσθαι τὴν θυσίαν, ἢ τὴν μητέρα συγκαρπωθῆναι τῷ τέκνῳ. Εἶπε δ' ἂν καὶ πρὸς τὸν Ἀβραὰμ τοιούτους τινὰς λόγους· Σωφρόνησον, ὦ ἄνερ, σωφρόνησον, ὑποφῆτα φιλανθρώπου Θεοῦ. Οὐδὲν κατὰ ἀνθρώπου προστάσσει θεία φωνή· βασκαίνει σοι τῆς εὐπαιδίας πονηρὸς δαίμων, καὶ τὴν τοῦ Θεοῦ χάριν ἀνατρέψαι βούλεται, ἐν εὐσεβείας προσχήματι παιδοκτονίας προσάγων ἀράν. Οὐκ οἶσθα τὸν θαυμάσιον Μελχισεδὲκ τὸν ἱερέα τοῦ Θεοῦ τοῦ ὑψίστου; Μάθε παρ' αὐτοῦ θυσιῶν νόμους, μάθε ποίαις Θεὸς ἐπαγάλλεται θυσίαις, καίτοι πάλαι σε πρὸς ἱερωσύνην ἐμυσταγώγησεν ἀπὸ τῆς κοπῆς τῶν πέντε βασιλέων ἐπανιόντα. Οὐκ ἄρτος οὖν ἦσαν αὐτῷ καὶ οἶνος, εὐαγεῖς προσφοραὶ, ἀναίμακτοι καὶ καθαραὶ θυσίαι; μὴ μόσχος; μὴ πρόβατον; μὴ τέκνον; Αἵματι γὰρ Θεὸν ὅλως οὐκ ᾤετο τέρπεσθαι. Μὴ φάγεται Θεὸς κρέα ταύρων, ἢ αἷμα τράγων πίεται; Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου Εἰ δὲ ὁ Θεός ἐστιν ἀληθῶς ὁ φανεὶς, σύνες, ἄνερ, τοῦ φανέντος τὸ βούλημα. Ἀποπειρᾶταί σου ὁ Θεὸς τῆς περὶ τὸν παῖδα διαθέσεως, γνωσθῆναί σε θέλει, πῶς ἔχεις περὶ γέννημα· εἰ φιλεῖς τὸν υἱὸν, εἰ διάκεισαι πατρικῶς, εἰ τοῖς σπλάγχνοις τῆς φύσεως ἥττησαι, εἰ θανεῖν ἀντὶ τοῦ τέκνου προῄρησαι. Θέλει σε καὶ φιλοτεκνίας καλὸν γενέσθαι τοῖς Χαναναίοις παράδειγμα, τοιγαροῦν οὐχ ὑπακοῦσαι, ἀντειπεῖν σε μᾶλλον περὶ τῆς σφαγῆς τοῦ τέκνου, ἰδεῖν πολιὰς τιλλομένας, πικρὰ ῥέοντα δάκρυα, φανῆναι διὰ τούτων φιλόπαιδα. ∆έδοικα μὴ τεκνοκτονίας μέμψεις ὑποσχῇς παρὰ τῷ φιλανθρώπῳ διὰ μόνην τὴν συγκατάθεσιν. Ἄνερ, πείσθητί μοι, Μὴ γίνου δίκαιος πολύ. Ταύτην σου τὴν παρακοὴν Θεὸς ἐπαινέσεται. Εἰ δὲ καὶ Θεὸς ἀληθῶς θέλει καρπωθῆναι τὸν Ἰσαὰκ, στέναξον πικρῶς, ἱκέτευσον, πρόσπεσον, ἐπιδάκρυσον τῆς ἱκετηρίας τοῖς ῥήμασιν. Ἀγαθός ἐστιν ὁ τὴν θυσίαν αἰτῶν, πολὺ Πατρὸς φιλανθρωπότερος· ἀλλάξει τὴν ψῆφον, ἀλλάξει τὴν κρίσιν. Οὐκ ἂν ἀπώλετο κατακλυσμῷ τὸ γένος τῶν ἀνθρώπων ποτὲ, εἰ δάκρυσιν ἱκετηρίοις οἱ παρανομοῦντες ἐλούσαντο. Ἦν ἂν ἔτι τὰ Σόδομα, εἰ στεναγμῷ καρδίας τὸν κριτὴν ἐξιλάσαντο. Εἰ οὖν ἐλεεῖ παρανόμους, πολλῷ πλέον τὸν δίκαιον σέ. Ἔσωσάς ποτε τὸν Λὼτ τοῦ θεηλάτου πυρὸς, εὐξάμενος τῷ κριτῇ· σῶσον καὶ νῦν τὸν παῖδα τοῦ ἱλαστηρίου πυρὸς, δεηθεὶς τοῦ Θεοῦ. Ὑπὲρ Σοδομιτῶν ἱκέτευσας, ἀνδρῶν ἀδίκων, καὶ πολλάκις ἀπολωλέναι μελλόντων δικαίως, καὶ ὑπὲρ παιδὸς οὐχ ἱκετεύσεις ἀμώμου; Χρῆσαι πάλιν τῇ παῤῥησίᾳ· εἰπὲ, Μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν; Οὐκ ἀπολέσεις δίκαιον μετὰ ἀσεβοῦς. Ὑπομνήσθητι τῆς παλαιᾶς φιλοτεκνίας, ἧς εἶχες, ὅτε οὐκ εἶχες τέκνον. Πρὶν γὰρ λάβῃς τὸν Ἰσαὰκ, ὑποσχέσεις αὗταί σου τοῦ ∆εσπότου λαμπραί· γῆς κατάσχεσις γλυκείας, χρημάτων καὶ κτημάτων περιουσία πολλὴ, αὔξησις τοῦ γένους τοσαύτη, ὡς καὶ ταῖς ἀναριθμήτοις αὐτὸ συναριθμεῖσθαι φύσεσιν, ἄμμῳ παραλίᾳ, καὶ ἄστροις οὐρανοῦ·