1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

7

φιλανθρώπου τυχεῖν δεσπότου, τοῦτό ἐστι τὸ μάλιστα θαυμαστὸν καὶ παράδοξον. Ἄνθρωποι μὲν οὖν, ἐπειδὰν εὕρωσι τοὺς ὀφείλοντας, ὥσπερ θήραν καὶ ἄγραν εὑρόντες, οὕτω γεγήθασι, καὶ πάντα ποιοῦσιν, ὅπως τὸ πᾶν ἀπαιτήσωσι· κἂν μὴ δυνηθῶσι διὰ τὴν πενίαν τῶν ὀφειλόντων, τὴν ὑπὲρ τῶν χρημάτων ὀργὴν εἰς τὸ ταλαίπωρον σῶμα τῶν ἀθλίων ἐκχέουσιν, αἰκίζοντες καὶ τύπτοντες καὶ μυρία αὐτῷ διατιθέντες κακά. Ὁ δὲ Θεὸς τοὐναντίον ἅπαντα ἐκίνει καὶ ἐπραγματεύετο, ὅπως αὐτὸν ἀπαλλάξῃ τῶν ὀφλημάτων. Ἐπὶ γὰρ ἡμῶν τὸ ἀπαιτῆσαι, πλοῦτος· ἐπὶ δὲ Θεοῦ τὸ συγχωρῆσαι, πλοῦτος· ἡμεῖς ἐπειδὰν λάβωμεν τὰ ὀφειλόμενα, τότε εὐπορώτεροι γινόμεθα· ὁ δὲ Θεὸς ἐπειδὰν συγχωρήσῃ τὰ πλημμελήματα, τότε μάλιστα πλουτεῖ· πλοῦτος γὰρ Θεοῦ 51.25 τῶν ἀνθρώπων ἡ σωτηρία, καθάπερ ὁ Παῦλός φησιν· Ὁ πλουτῶν εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Ἀλλ' ἴσως εἴποι τις ἄν· Καὶ πῶς ὁ βουλόμενος ἀφεῖναι καὶ συγχωρῆσαι τὰ ἐγκλήματα, ἐκέλευσεν αὐτὸν πραθῆναι; Αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτοῦ τὴν φιλανθρωπίαν δείκνυσιν. Ἀλλὰ μὴ ἐπειγώμεθα, ἀλλὰ τάξει προβαίνωμεν ἐπὶ τὴν τῆς παραβολῆς διήγησιν. Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι, φησί. Τί ἐστι, Μὴ ἔχοντος αὐτοῦ ἀποδοῦναι; Πάλιν ἐπίτασις ἀγνωμοσύνης· ὅταν γὰρ εἴπῃ, Μὴ ἔχοντος αὐτοῦ ἀποδοῦναι, οὐδὲν ἄλλο λέγει, ἀλλ' ἢ ὅτι κατορθωμάτων ἔρημος ἦν, καὶ οὐδὲν εἶχεν ἔργον ἀγαθὸν, ὥστε λογισθῆναι αὐτῷ εἰς τὴν τῶν ἁμαρτημάτων ἀπαλλαγήν· λογίζεται γὰρ, λογίζεται πάντως ἡμῖν ἐπὶ ἁμαρτημάτων ἀπαλλαγῇ κατορθώματα, καθάπερ οὖν καὶ πίστις εἰς δικαιοσύνην. Τῷ γὰρ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. Καὶ τί λέγω πίστιν καὶ κατορθώματα, ὅπου γε καὶ θλίψεις λογίζονται ἡμῖν εἰς ἁμαρτημάτων ἀνάλυσιν; Καὶ τοῦτο δηλοῖ μὲν ὁ Χριστὸς διὰ τῆς τοῦ Λαζάρου παραβολῆς, εἰσάγων τὸν Ἀβραὰμ λέγοντα πρὸς τὸν πλούσιον, ὅτι Λάζαρος ἀπέλαβεν ἐν τῇ ζωῇ αὐτοῦ τὰ κακὰ, καὶ διὰ τοῦτο ὧδε παρακαλεῖται. ∆ηλοῖ δὲ καὶ ὁ Παῦλος Κορινθίοις ἐπιστέλλων περὶ τοῦ πεπορνευκότος, καὶ λέγων οὕτω· Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ. Καὶ ἑτέρους δὲ ἡμαρτηκότας παραμυθούμενος οὕτως ἔλεγε· ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Εἰ δὲ πειρασμὸς, καὶ νόσος, καὶ ἀσθένεια, καὶ σαρκὸς ὄλεθρος, ἅπερ ἀβουλήτως ὑπομένομεν, οὐκ αὐτοὶ κατασκευάζοντες, λογίζεται ἡμῖν εἰς ἁμαρτίας διάλυσιν, πολλῷ μᾶλλον κατορθώματα, ἅπερ ἑκόντες καὶ σπουδάζοντες μετερχόμεθα. Ἀλλ' οὗτος ἔρημος μὲν ἀγαθοῦ παντὸς ἦν, φορτίον δὲ ἁμαρτημάτων ἀφόρητον εἶχε· διὰ τοῦτό φησι· Μὴ ἔχοντος αὐτοῦ ἀποδοῦναι, ἐκέλευσεν αὐτὸν πραθῆναι· ὅθεν μάλιστα ἔστι τοῦ ∆εσπότου τὴν φιλανθρωπίαν καταμαθεῖν, ὅτι καὶ τὸ λογοθέσιον ἐποίησε, καὶ πραθῆναι ἐκέλευσεν· ἀμφότερα γὰρ ταῦτα εἰργάσατο, ὥστε αὐτὸν μὴ πραθῆναι. Πόθεν τοῦτο δῆλον; Ἀπὸ τοῦ τέλους· εἰ γὰρ πραθῆναι αὐτὸν ἐβούλετο, τίς ὁ κωλύων ἦν; τίς ὁ ἐμποδίζων; ςʹ. Τίνος οὖν ἕνεκεν ἐκέλευσε, μὴ μέλλων ποιεῖν; Ἵνα αὐξήσῃ τὸν φόβον· τὸν δὲ φόβον ηὔξησε διὰ τῆς ἀπειλῆς, ἵνα αὐτὸν εἰς ἱκετηρίαν ἐμβάλῃ· εἰς ἱκετηρίαν δὲ αὐτὸν ἐνέβαλεν, ἵνα ἀφορμὴν λάβῃ συγχωρήσεως. Ἠδύνατο μὲν γὰρ καὶ πρὸ τῆς παρακλήσεως αὐτὸν ἀφεῖναι, ἀλλ' ἵνα μὴ χείρονα ἐργάσηται, τοῦτο οὐκ ἐποίησεν. Ἠδύνατο καὶ πρὸ τοῦ λογοθεσίου ποιῆσαι τὴν συγχώρησιν, ἀλλ' ἵνα μὴ τὸν ὄγκον ἀγνοῶν τῶν ἁμαρτημάτων, ἀπανθρωπότερος γένηται καὶ ὠμότερος περὶ τοὺς πλησίον, διὰ τοῦτο αὐτὸν πρότερον ἐδίδαξε τὸ μέγεθος τοῦ χρέους, καὶ τότε ἀφῆκεν ἅπαν. Εἰ γὰρ τοῦ λογοθεσίου γενομένου, καὶ τοῦ ὀφειλήματος δειχθέντος, καὶ τῆς ἀπειλῆς