1

 2

 3

 4

 5

 6

 7

 8

7

ὑπεδέχετο· καὶ οὐ πάντα τοῖς οἰκέταις ἐπέταττεν, ἀλλὰ καὶ τῇ γυναικὶ τὰ ἄλευρα φύρειν ἐπέταττε, καίτοι τιηʹ ἔχων οἰκογενεῖς. Ἀλλ' αὐτὸς ἐβούλετο τὸν μισθὸν ἔχειν μετὰ τῆς γαμετῆς· οὐ τῆς δαπάνης μόνον, ἀλλὰ καὶ τῆς διακονίας· οὕτω δεῖ φιλοξενίαν ἐπιδείκνυσθαι, δι' ἑαυτῶν πάντα πράττοντας, ἵνα ἡμεῖς ἁγιαζώμεθα. ΚΕΦΑΛ. Εʹ. Ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, μηδ' ὡς κατακυριεύοντες τῶν κλήρων. Φησὶ γὰρ ὁ Χριστός· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῖν διάκονος· ὃς γὰρ ταπεινώσει ἑαυτὸν οὗτος ὑψωθήσεται. Τί λέγεις; ἐὰν ταπεινώσω ἐμαυτὸν, τότε ὑψηλὸς ἔσομαι; Ναὶ, φησί· τοιαύτη γὰρ ἡ ἐμὴ δύναμις διὰ τῶν ἐναντίων τὰ ἐναντία παρέχειν εὔπορός εἰμι καὶ εὐμήχανος· μὴ δείσῃς· τῷ ἐμῷ θελήματι ἡ τῶν πραγμάτων ἀκολουθεῖ φύσις· οὐκ ἐγὼ τῇ φύσει ἕπομαι.

Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ. Οὐχ ἁπλῶς τὸ ὑψώσει, ἀλλ' ἐν καιρῷ προσέθηκε· διδάσκων αὐτοὺς ἐκείνην ἀναμένειν τὴν ὄντως ἐν τῷ μέλλοντι αἰῶνι ὕψωσιν. Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ. Ἀμήν. Ὅρα πῶς ὅταν τὰ πρακτέα ὑπαγορεύῃ, ἐπισημαίνεται αὐτὰ τῇ εὐχῇ· καθάπερ σήμαντρα τῶν ἀποτεθέντων τιθεὶς τὴν εἰρήνην.

IN SECUNDAM S. PETRI EPISTOLAM.

ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ.

Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ Θεοῦ, καὶ Ἰησοῦ Χριστοῦ

τοῦ Κυρίου ἡμῶν. Οὐδὲν γὰρ ταύτης ἴσον· διὰ τοῦτο εὐχόμεθα καὶ λέγομεν αἰτοῦντες τὸν ἄγγελον τῆς εἰρήνης· καὶ πανταχοῦ εἰρήνην αἰτοῦμεν ἐν ταῖς ἐκκλησίαις, εἰρήνην ἐν ταῖς εὐχαῖς, ἐν ταῖς λιταῖς, ἐν ταῖς προσρήσεσι. Καὶ ἁπαξαπλῶς καὶ δὶς καὶ τρὶς καὶ πολλάκις αὐτὴν δίδωσιν ὁ τῆς Ἐκκλησίας προεστὼς, Εἰρήνη ὑμῖν. ∆ιατί; Ὅτι αὕτη μήτηρ πάντων ἐστὶ τῶν ἀγαθῶν· αὕτη τῆς χαρᾶς ἡ ὑπόστασις. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς εἰσιοῦσιν εἰς τὰς οἰκίας τοῖς ἀποστόλοις τοῦτο λέγειν προσέταξεν εὐθέως, καθάπερ σύμβολον τῶν ἀγαθῶν· Εἰσερχόμενοι γὰρ, φησὶν, εἰς τὰς οἰκίας λέγετε· Εἰρήνη ὑμῖν. Ταύτης γὰρ οὐκ οὔσης, πάντα περιττά· καὶ ὁ Χριστὸς τοῖς μαθηταῖς ἔλεγεν, Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.

Αὕτη τῇ ἀγάπῃ προοδοποιεῖ. Καὶ αὐτὸ δὲ τοῦτο σπουδὴν πᾶσαν παρεισενέγκαντες, ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετὴν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονὴν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην. Ταῦτα ποῖα, ἢ τὰ προειρημένα; Ἀρετὴ, γνῶσις, ἐγκράτεια, ὑπομονὴ, εὐσέβεια, φιλαδελφία, ἀγάπη, ἅτινα ἡμῖν οὐ μόνον παρεῖναι δεῖ, ἀλλὰ καὶ πλεονάζειν. Εἰ γὰρ ἡ παρουσία ὠφελεῖ, πολλῷ μᾶλλον ἡ περιουσία. Τίς δὲ ἡ ἐξ αὐτῶν ὠφέλεια, ἢ τὸ παῤῥησίαν ἔχειν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Λέγει δὲ τὴν δευτέραν αὐτοῦ παρουσίαν· ὅτε ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς. Μέγα δὲ καὶ ὑπερβάλλον ἀγαθὸν ἀληθῶς τὸ παῤῥησίαν ἔχειν ἐπὶ τοῦ θείου καὶ φοβεροῦ βήματος. Ὧ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι, μυωπάζων. Ταῦτ' οὖν ἀκούοντες, πάντοθεν ἑαυτοὺς τειχίζωμεν καὶ προσέχωμεν τοῖς λεγομένοις, καὶ ἑαυτοὺς 64.1060 ἐκκαθάρωμεν τῶν βιωτικῶν.

Ἂν δὲ τὰ μὲν ποιῶμεν, τὰ δὲ ἀμελῶμεν, οὐδὲν ἡμῖν ἔσται πλέον· ἂν γὰρ μὴ οὕτως, ἀλλ' ἐκείνως ἀπολλύμεθα. Τί γὰρ διαφέρει ἂν μὴ διὰ πλούτου, ἀλλὰ διὰ ῥᾳθυμίας, ἂν μὴ διὰ ῥᾳθυμίας, ἀλλ' ἀνανδρείας διαφθαρῶμεν; ἐπεὶ καὶ ὁ γεωργὸς, ἄν τε οὕτως ἄν τε ἐκείνως ἀπολέσῃ τὸν σπόρον, ὁμοίως πενθεῖ.