1

 2

 3

 4

 5

 6

 7

7

ἅμματα τῆς εὐσεβείας, ταῦτα πτερὰ τῆς φιλοσοφίας, ταῦτα ἰσχυροὺς καὶ ἀχειρώτους κατασκευάζει, ταῦτα πλείονα πρὸς τὸν Θεὸν δίδωσι τὴν παῤῥησίαν, μείζονα ἐπισπᾶται τὴν εὔνοιαν, πολλὴν ἐπισκηνῶσαι ποιεῖ τὴν χάριν. Ἵνα οὖν ἁπάντων τούτων ἀπολαύωμεν, φέρωμεν ἅπαντα, παρακαλῶ, τὰ συμπίπτοντα, διὰ πάντων τὸν Θεὸν δοξάζοντες, ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ κράτος, ἅμα τῷ μονογενεῖ αὐτοῦ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.