1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

7

πολέμῳ, ὁ ἀρχιστράτηγος ἐν τῇ παρατάξει, ἡ κιβωτὸς τοῦ Κυρίου ἐν τῇ παρεμβολῇ· καὶ ἐγὼ ἀπελεύσομαι εἰς τὸν οἶκόν μου, καὶ μέλλω τρυφᾷν; Ταῦτα ἔλεγεν ἀγνοῶν ὁ στρατιώτης. Ὄνειδος δὲ ἐγένετο τῷ βασιλεῖ, ὅτι ὁ μὲν στρατιώτης οὐδὲ τὴν οἰκίαν αὐτοῦ ἠβουλήθη ἰδεῖν ἐλθὼν ἐκ τοῦ πολέμου, ὁ δὲ βασιλεὺς τοιαῦτα ἦν παρανομήσας, ὥστε ἀνάγκην ἐπιφέρειν τῷ ἰδίῳ στρατιώ τῃ πρὸς τὸ θεάσασθαι τὴν ἰδίαν γυναῖκα, ἵνα δυνηθῇ τὸ ἴδιον τραῦμα καλύψαι. Ἀπῆλθεν ἐπὶ τὸν πόλεμον, καὶ ἐτέχθη τὸ παιδίον. Τί οὖν ποιεῖ; Ἐπειδὴ οὐκ ἐδύνατο συσκιάσαι τὸ ἕλκος, γράφει τῷ στρατηγῷ τοῦ πολέμου· Λαβὼν τὸν Οὐρίαν στῆσον εἰς τὸ κραταιὸν μέρος τοῦ πο λέμου. ∆ιὰ τί; Ὥστε αὐτὸν ἀναιρεθῆναι. Καὶ ἐγχειρίζει αὐτῷ τὴν ἐπιστολήν. Ὢ τῆς ἀσελγείας! εἰς ὅσην ὠμό τητα τὸν πραότατον ἐκεῖνον ἡ ἁμαρτία προήγαγε! Τὴν μάχαιραν καθ' ἑαυτοῦ ἐβάσταζεν ὁ ἠδικημένος, καὶ ἐπι στολὴν ἔφερεν αἵματος γέμουσαν, καὶ ἀπῄει. ∆εῖ γὰρ ἐπιτεμεῖν. Τί οὖν γίνεται; Ἐν τῷ πολέμῳ ἔπεσεν, ἐσφάγη. Ἰδοὺ δύο ἁμαρτήματα, μοιχεία καὶ φόνος. Ὁ φόνος καρπὸς τῆς μοιχείας ἐγένετο.

ςʹ. Ταῦτα δὲ λέγω διὰ τοὺς ἁμαρτωλοὺς καὶ πολλὰ ἑαυ τοῖς συνειδότας κακὰ,

ἵνα ἀκούοντες μὴ ἀπογινώσκωσι τῆς ἑαυτῶν σωτηρίας. Γέγραπται γάρ· Οὐ φονεύσεις, οὐ μοιχεύσεις. Τὰς γὰρ δύο ταύτας πρώτας ἐντολὰς παρ έβη. Ἐμοίχευσε. καὶ τότε ἐφόνευσε τὸν ἠδικημένον. Χα λεπὸν τὸ ἕλκος, μέγα τὸ τραῦμα. Ἐπεὶ οὖν ὁ Οὐρίας ἀπελθὼν εἰς τὸν πόλεμον ἐσφάγη, καὶ εὐθέως ἐσκίρτησεν 55.572 ἡ ἁμαρτία ἡ συνεσκιασμένη, τότε λοιπὸν ἀπῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης. Ἀπηρτίσθη ἡ ἐπιθυμία, ἐπλη ρώθη ἡ παρανομία, ἀνῄρητο ὁ ἠδικημένος. Ὁ προφήτης προφήτην ἐλέγχει. ∆ιὰ τί; Καίτοι ὁ ∆αυῒδ προφήτης ἦν· πῶς οὖν ἑαυτὸν οὐ θεραπεύει; Ὥσπερ οὖν οἱ ἰατροὶ, ὅτε νοσοῦσι, χρῄζουσιν ἑτέρων ἰατρῶν, καὶ ἡ ἀῤῥωστία τὴν τέχνην λυμαίνεται· οὕτω δὴ καὶ ἐνταῦθα προφήτης ἐκεῖνος, προφήτης οὗτος. Ἀλλ' ἐκεῖνος οὐκ ἐν κλίνῃ κείμενος, ἀλλ' ἐν ἁμαρτίᾳ διαγινόμενος. Λέγουσιν αὐτῷ· Νάθαν ὁ προφήτης ἔξω. Λέγει· Εἰσέλθῃ. Εἰσέρχεται ὁ προφήτης. Ὁρᾷ αὐτὸν καθεζόμενον μετὰ λαμπηδόνος πολλῆς καὶ τύφου τοῦ βασιλικοῦ. Καὶ τί φησι; ∆ίκην ἔχω, βασιλεῦ. ἄκουσόν μου. Ὢ σοφίας ἰα τροῦ! Εἰσῆλθε σιδήριον λαβὼν, ἵνα τέμῃ τὸ ἕλκος· ἀλλ' οὐ δείκνυσι τῷ νοσοῦντι, ἵνα μὴ στερηθῇ τῆς ἰατρείας· κρύπτει ἔνδον, οὐχ ὑπὸ τὸ ἱμάτιον. ἀλλ' ὑπὸ τὸ δρᾶμα τῆς διηγήσεως. Εὐθέως γὰρ εἰσελθὼν οὐκ εἶπεν αὐτῷ· Ὦ παράνομε, ὦ βέβηλε, ὦ μοιχὲ, ὦ ἀνδροφόνε· οὐ γυ μνοῖ τὸν ἔλεγχον, οὐδὲ χωρὶς προσωπείου τὴν παῤῥη σίαν· ἀλλὰ τὸν σίδηρον ἐγκεκρυμμένον φέρει καὶ λέγει· ∆ίκην ἔχω, βασιλεῦ, ἄκουσόν μου.

Τί οὖν ὁ βασιλεύς; Εἰπὲ τὴν δίκην. Ὁ δὲ λέγει· Ἄνθρωπός τις ἦν πλούσιος·οὗτος εἶχε ποίμνια καὶ βουκόλια πολλά· ἄνθρωπος δέ τις ἦν πένης. ∆ύο ἄνθρωποι, Οὐρίας καὶ ∆αυΐδ. Μάνθανε τὰ προσωπεῖα ἐν τῇ ἀληθείᾳ. Ὁ μὲν πένης οὐκ εἶχεν εἰ μὴ μίαν ἀμνάδα (τὴν μοιχευθεῖσαν γυναῖκα λέγει), ἥτις ἀπὸ τῆς τραπέζης αὐτοῦ ἤσθιε, καὶ ἀπὸ τοῦ ποτηρίου αὐτοῦ ἔπινε, καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν. Ὁρᾶς τὴν πενίαν φιλοστοργίας ὑπόθεσιν ἔχουσαν; Ἐπὶ μὲν γὰρ τῶν πλουτούντων πολὺς ὁ τῦφος· ἐπὶ δὲ τῶν πενή των ἡ γυνὴ ὑπηρέτις γίνεται καὶ διάκονος, καὶ τίκτει παιδίον, καὶ γίνεται αὐτὴ καὶ μήτηρ καὶ τροφός. Ἐπὶ δὲ τῶν πλουτούντων οὐχ οὕτως ἀλλὰ τίκτει παιδίον, καὶ δίδωσιν αὐτὸ ἔξω, καὶ τὴν φιλοστοργίαν διατέμνει ὁ τῦ φος. Τίκτει ἡ μήτηρ, καὶ οὐ γίνεται τροφός. Αἰσχύνεται γὰρ γενέσθαι τροφὸς ἡ γενομένη μήτηρ. Ὁ δὲ Χριστὸς οὐχ οὕτως. Ἐγέννησε γὰρ ἡμᾶς, καὶ αὐτὸς τροφεὺς ἡμῶν ἐγένετο. ∆ιὰ τοῦτο καὶ ἀντὶ βρωμάτων τὴν ἰδίαν σάρκα ἡμᾶς ἔθρεψε, καὶ ἀντὶ πόματος τὸ ἴδιον αὐτοῦ αἷμα ἡμᾶς ἐπότισεν. Ἡ οὖν ἀμνὰς ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευ δεν. Ηὐξήθη ἡ τραγῳδία τῇ διηγήσει τῆς φιλοστοργίας. Ἦλθε τοίνυν ξένος ἄνθρωπος πρὸς τὸν πλούσιον ἐκεῖνον. Τίς ὁ ξένος;