1

 2

 3

 4

 5

 6

 7

7

οἴκοθεν, ἀλλὰ διὰ τὴν ἀνάγκην τοῦ συνειδότος, ἐκ τῶν κλεμμάτων περιηρημένοι τὴν παῤῥησίαν· οἱ δὲ ἀδωροδόκητοι, φορτικοὶ καὶ ἐπαχθεῖς, οὐδὲ αὐτοὶ πάλιν οἴκοθεν, ἀλλ' ὑπό τινος κενοδοξίας καὶ τοῦ καθαροὶ λημμάτων εἶναι· ἀμφότερα δὲ οὐκ ἄν τις ἴδοι ῥᾳδίως συνελθόντα εἰς ἕνα· δεῖξαι βουλόμενος ὁ ἅγιος οὗτος, ὅτι ἀμφοτέρων περιεγένετο, καὶ λημμάτων ἐκράτει καὶ ὀργῆς, εἰπὼν, Μὴ μόσχον τινὸς ὑμῶν εἴληφα; οὐκ ἐσίγησεν, ἀλλ' ἐπήγαγεν, Ἢ κατεδυνάστευσά τινα ὑμῶν ἢ ἐξεπίεσα; τοῦτ' ἔστιν, ἐξέθλιψα; Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐδεὶς ἂν ἔχοι τοῦτο εἰπεῖν, ὅτι οὐκ ἔλαβον μὲν, ἐπειδὴ δὲ οὐκ ἔλαβον, φορτικὸς ἐγενόμην καὶ ἐπαχθὴς καὶ ὠμὸς καὶ ἄγριος. ∆ιὰ τοῦτο ἔλεγεν, Ἢ κατεδυνάστευσά τινα ὑμῶν; Τί οὖν ἐκεῖνοι; Οὔτε κατεδυνάστευσας ἡμᾶς, οὔτε ἐξεπίεσας, οὐδὲ εἴληφας ἐκ χειρὸς ἡμῶν οὐδέν. Καὶ ἵνα μάθῃς, ὅτι καὶ τὸν βασιλέα αὐτὸν παιδεύων ταῦτα ἔλεγεν, ἐπήγαγε· Μάρτυς Κύριος, καὶ μάρτυς ὁ χριστὸς αὐτοῦ· τοῦτο δὲ ἡμῖν αὐτὸ παραδηλῶν καὶ δεικνὺς, ὡς οὐκ ἦν ἡ μαρτυρία κεχαρισμένη, αὐτὸν ἐκάλεσε μάρτυρα τὸν τὰ ἀπόῤῥητα τῆς διανοίας εἰδότα, ὅπερ ἐστὶ καθαροῦ συνειδότος ἀπόδειξις. Οὐδεὶς γὰρ, οὐδεὶς, εἰ μὴ σφόδρα ἦν μεμηνὼς καὶ ἐξεστηκὼς, τοῦ συνειδότος τοῦ ἑαυτοῦ καλέσειεν ἄν ποτε μάρτυρα τὸν Θεὸν, εἰ μὴ σφόδρα ἑαυτῷ θαῤῥοίη. Μαρτυρησάντων τοίνυν ἐκείνων ἐπὶ τοῖς εἰρημένοις αὐτῷ, καὶ ἑτέραν ἑαυτοῦ δείκνυσιν αὐτὸς ἀρετήν· καὶ τῶν παλαιῶν ἀναμνήσας ἁπάντων τῶν κατὰ τὴν Αἴγυπτον, καὶ τῆς τοῦ Θεοῦ προστασίας, καὶ τῶν μετ' ἐκείνους πολέμων, ἀναμιμνήσκει τῆς μάχης τῆς ἐπ' αὐτοῦ γενομένης καὶ τῆς νίκης τῆς παραδόξου· καὶ εἰπὼν πῶς πολλάκις διὰ τὰς οἰκείας ἁμαρτίας τοῖς πολεμίοις παραδοθέντων, ἐκάλεσεν 51.310 αὐτὸς τὸν Θεὸν, καὶ ἀπήλλαξεν αὐτοὺς τῶν πολεμίων, συνάπτων τοῖς παλαιοῖς τὰ νέα, ἐπάγει καὶ λέγει· Ἐξαπέστειλε Κύριος τὸν Ἱεροβάαλ, τὸν Γεδεὼν, καὶ τὸν Βαρὰκ, καὶ τὸν Ἰεφθάε, καὶ τὸν Σαμουὴλ, καὶ ἐξείλετο ὑμᾶς κύκλωθεν ἐκ χειρὸς τῶν ἐχθρῶν ὑμῶν, καὶ κατοικεῖτε πεποιθότες. ιʹ. Ὁρᾷς πῶς ἔθος τοῖς ἁγίοις μὴ τὰ ἑαυτῶν κατορθώματα λέγειν, εἰ μή ποτε καταναγκασθεῖεν; ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος πρὸς τούτους βλέπων, καὶ παιδευόμενος ἀκριβῶς, ὅτι τὸ αὐτόν τινα περὶ ἑαυτοῦ λέγειν ἐπαχθὲς καὶ φορτικὸν, ἔλεγεν· Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· οὐ μέγα, ἀλλὰ μικρόν τι. Οὐδὲ γὰρ ἀνάγκης οὔσης μετὰ δαψιλείας ἐκχεῖν ἑαυτὸν εἰς τὴν διήγησιν τῶν ἐγκωμίων παρεσκεύασται, ἀλλὰ διὰ βραχέων αὐτὰ παρατρέχει· καὶ αὐτὸ δὴ τοῦτο δι' ἐκείνους καὶ τὴν ἐκείνων σωτηρίαν. Ὥσπερ γὰρ, οὐκ οὔσης ἀνάγκης λέγειν τὰ οἰκεῖα κατορθώματα, ἀνοίας ἐστὶν ἐσχάτης, οὕτως ἀνάγκης ἐπικειμένης καὶ βίας ὠθούσης, πάλιν προδοσία ἐστὶ τὸ σιγᾷν τὰ αὐτῶν πεπραγμένα. Ἀλλ' ὅμως ὁ Παῦλος καὶ ἀνάγκην οὖσαν ὁρῶν, ἀπώκνει, καὶ τὸ πρᾶγμα ἀφροσύνην ἐκάλει, ἵνα μάθῃς αὐτοῦ τὴν σύνεσιν καὶ τὴν σοφίαν καὶ τὴν πολλὴν ἀσφάλειαν. Καὶ γὰρ εἰπὼν, Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον, προσέθηκεν, Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Μὴ νομίσῃς, φησὶ, καθόλου με τοῦτο λέγειν. Ὥστε διὰ τοῦτο αὐτὸν μάλιστα ἐπαινῶ καὶ θαυμάζω καὶ σοφώτατον καλῶ, ὅτι πρᾶγμα ἀφροσύνης εἶναι ἐνόμισε τὸ ἑαυτὸν ἐγκωμιάζειν καὶ ἐπαινεῖν.

Εἰ δὲ οὗτος ἀνάγκην οὖσαν ὁρῶν, ἀφροσύνην τοῦτο ἐκάλει, τίνος ἂν εἶεν συγγνώμης ἄξιοι, ποίας ἀπολογίας, οἱ μηδὲ ἀνάγκης οὔσης περὶ ἑαυτῶν λέγοντες μεγάλα, ἢ καὶ ἑτέρους λέγειν καταναγκάζοντες; Ταῦτ' οὖν εἰδότες, μὴ ἐπαινῶμεν τὰ λεγόμενα μόνον, ἀλλὰ καὶ μιμησώμεθα καὶ ζηλώσωμεν, καὶ κατορθωμάτων ἐπιλανθανόμενοι, τῶν ἁμαρτημάτων ἀεὶ μνημονεύωμεν, ἵνα καὶ μετριάζειν δυνώμεθα, καὶ πρὸς τὰ ἔμπροσθεν ἐπεκτεινόμενοι, τὸ βραβεῖον λάβωμεν τῆς ἄνω κλήσεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.