νυκτὸς τοῦ σκότους, τοῦ διαβόλου, καὶ ὢν ἐν νυκτὶ καὶ σκότει κλονεῖται τῷ δεινῷ ἀνέμῳ τῆς ἁμαρτίας πνέοντι, καὶ σείεται καὶ κινεῖται καὶ ἐρευνᾶται πᾶσαν τὴν φύσιν, τὴν ψυχήν, τοὺς λογισμοὺς αὐτοῦ καὶ τὸν νοῦν, καὶ πάντα σείεται τὰ σωματικὰ μέλη, καὶ οὐδὲν ἐλεύθερον οὐδὲ ἀπαθὲς μέλος ψυχῆς ἢ σώματός ἐστιν ἀπὸ τῆς ἐνοικούσης ἐν ἡμῖν ἁμαρτίας. ὁμοίως ἐστὶν ἡμέρα φωτὸς καὶ ἄνεμος θεῖος τοῦ ἁγίου πνεύματος, πνέων καὶ ἀναψύχων τὰς ψυχὰς τὰς οὔσας ἐν ἡμέρᾳ φωτὸς θεϊκοῦ καὶ διϊκνούμενος πᾶσαν τὴν ὑπόστασιν τῆς ψυχῆς καὶ τοὺς λογισμούς, καὶ πάντα τὰ μέλη τοῦ σώματος ἀναψύχων καὶ ἀναπαύων ἀναπαύσει θεϊκῇ καὶ ἀλαλήτῳ. τοῦτο ἔλεγεν ὁ ἀπόστολος· «ἡμεῖς δὲ οὔκ ἐσμεν τέκνα νυκτὸς οὐδὲ σκότους· πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας». καὶ ὥσπερ ἐκεῖ ἐν τῇ πλάνῃ ἄνθρωπον τέλειον ἐνεδύσατο ὁ παλαιὸς ἄνθρωπος καὶ φορεῖ ἔνδυμα βασιλείας σκότους, ἔνδυμα βλασφημίας, ἀπιστίας, ἀφοβίας, κενοδοξίας, ὑπερηφανίας, φιλαργυρίας, ἐπιθυμίας, καὶ τὰ ἄλλα ὁμοίως τῆς βασιλείας τοῦ σκότους φορέματα ῥακώδη καὶ ἀκάθαρτα καὶ μιαρά, οὕτως πάλιν ἐνταῦθα ὅσοι ἀπεδύσαντο τὸν παλαιὸν καὶ καταχθόνιον ἄνθρωπον καὶ ὅσους ἂν ἐξέδυσεν Ἰησοῦς τὰ ἐνδύματα τῆς βασιλείας τοῦ σκότους, ἐνεδύσαντο τὸν νέον καὶ ἐπουράνιον ἄνθρωπον Ἰησοῦν Χριστόν (πάλιν ὁμοίως ὀφθαλμοὺς πρὸς ὀφθαλμούς, ὦτα πρὸς ὦτα, κεφαλὴν πρὸς κεφαλήν), ἵνα ὅλος καθαρὸς ᾖ καὶ φορῶν τὴν ἐπουράνιον εἰκόνα. καὶ ἐνέδυσεν αὐτοὺς ὁ κύριος ἐνδύματα βασιλείας φωτὸς ἀρρήτου, ἐνδύματα πίστεως, ἐλπίδος, ἀγάπης, χαρᾶς, εἰρήνης, ἀγαθωσύνης, χρηστότητος, καὶ πάντα ὁμοίως τὰ ἑξῆς, ἐνδύματα φωτός, ζωῆς, θεϊκά, ζῶντα, ἀναπαύσεως ἀνεκλαλήτου, ἵνα ὥσπερ ὁ θεὸς ἀγάπη ἐστὶ καὶ χαρὰ καὶ εἰρήνη καὶ χρηστότης καὶ ἀγαθωσύνη, οὕτω καὶ ὁ νέος ἄνθρωπος γένηται κατὰ χάριν. Καὶ ὥσπερ ἡ βασιλεία τοῦ σκότους καὶ ἡ ἁμαρτία κέκρυπται εἰς τὴν ψυχὴν ἕως ἡμέρας τῆς ἀναστάσεως, ὅτε καὶ αὐτὸ τὸ σῶμα τῶν ἁμαρτωλῶν τῷ σκότει καλυφθῇ τῷ ἀπὸ τοῦ νῦν κεκρυμμένῳ εἰς τὴν ψυχήν, οὕτω καὶ ἡ βασιλεία τοῦ φωτὸς καὶ ἡ ἐπουράνιος εἰκών, Ἰησοῦς Χριστός, μυστικῶς νῦν τὴν ψυχὴν φωτίζει καὶ βασιλεύει εἰς τὴν ψυχὴν τῶν ἁγίων. κεκρυμμένος δὲ ἀπὸ τῶν ὀφθαλμῶν τῶν ἀνθρώπων μόνοις ἐστὶ Χριστὸς τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς θεωρούμενος ἐν ἀληθείᾳ ἕως ἡμέρας τῆς ἀναστάσεως, ὅτε καὶ αὐτὸ τὸ σῶμα καλυφθήσεται καὶ δοξασθήσεται τῷ τοῦ κυρίου φωτὶ τῷ ὄντι ἀπὸ τοῦ νῦν ἐν τῷ ἀνθρώπῳ εἰς τὴν ψυχήν, ἵνα καὶ αὐτὸ τὸ σῶμα συμβασιλεύσῃ τῇ ψυχῇ τῇ ἀπὸ τοῦ νῦν λαμβανούσῃ τὴν βασιλείαν τοῦ Χριστοῦ, ἀναπαυομένῃ καὶ φωτιζομένῃ φωτὶ αἰωνίῳ. δόξα τοῖς οἰκτιρμοῖς καὶ τῇ εὐσπλαγχνίᾳ αὐτοῦ, ὅτι ἐλεεῖ τοὺς δούλους αὐτοῦ καὶ φωτίζει καὶ ῥύεται αὐτοὺς ἐκ τῆς βασιλείας τοῦ σκότους καὶ χαρίζεται αὐτοῖς τὸ ἑαυτοῦ φῶς καὶ τὴν αὐτοῦ βασιλείαν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν. ΟΜΙΛΙΑ Γ. Οἱ ἀδελφοὶ ὀφείλουσιν ἐν ἀγάπῃ πολλῇ συνεῖναι ἀλλήλοις, εἴτε εὔχονται εἴτε ἀναγινώσκουσι τὰς γραφὰς εἴτε ἔργον τι ποιοῦσιν, ἵνα ἔχωσι τὸν θεμέλιον τῆς ἀγάπης πρὸς ἀλλήλους. καὶ οὕτως δύναται εὐδοκία γενέσθαι εἰς ἐκείνας τὰς προαιρέσεις, καὶ οἱ εὐχόμενοι καὶ οἱ ἀναγινώσκοντες καὶ οἱ ἐργαζόμενοι πάντες δύνανται ἐν ἀκεραιότητι καὶ ἁπλότητι διάγοντες μετ' ἀλλήλων ὠφεληθῆναι. τί γὰρ γέγραπται; γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ἵνα ὃν τρόπον οἱ ἐν οὐρανοῖς ἄγγελοι σύνεισιν ἀλλήλοις ἐν ὁμονοίᾳ πολλῇ, ἐν ἀγάπῃ καὶ εἰρήνῃ διάγοντες, καὶ οὐκ ἔστιν ἐκεῖ ἔπαρσις ἢ φθόνος, ἀλλ' ἐν ἀγάπῃ καὶ εἰλικρινείᾳ μετ' ἀλλήλων εἰσίν, οὕτως καὶ οἱ ἀδελφοὶ ὦσι μετ' ἀλλήλων. Συμβαίνει τινὰς εἶναι τριάκοντα ὑπὸ τὸ ἕν. ὅλην τὴν