ἀποδέδεικτο, διὰ πάσης ἦγεν ὁ ∆ούκας τοῦτον τιμῆς κύριόν τε καὶ βασιλέα ἀποκαλῶν καὶ προεδρίας ἀξιῶν, ὁπηνίκα φοιτῶν ἦν πρὸς αὐτόν· ἐφοίτα δὲ συνεχῶς. Οὐκ αὐτὸν δὲ μόνον ἦγε διὰ τιμῆς, ἀλλὰ καὶ τὸ τούτου συγγενὲς ἅπαν, γυναῖκα καὶ θυγατέρα καὶ ἀδελφὸν καὶ τοὺς ἄλλους· ἀλλ' ὁ μὲν Κομνηνὸς ἐνιαυτὸν ἐπιβιοὺς μετὰ τὴν τούτου ἀνάρρησιν ἐτελεύτα. 1.6 Ὁ δέ γε ∆ούκας ἐπὶ ἑπτὰ ἔτεσι τοῖς πᾶσιν ἐννόμως τὴν βασιλείαν Ῥωμαίων ἰθύνας τὸν βίον καὶ οὗτος κατέλυσε· διαδέχεται δὲ τὴν βασιλείαν ἡ τούτου σύνοικος Εὐδοκία σὺν Μιχαὴλ καὶ Κωνσταντίῳ τοῖς παισί. Βραχὺν δέ τινα χρόνον μετὰ τὸν τοῦ ∆ούκα θάνατον καὶ ὁ κουροπαλάτης ἐπιβιοὺς ἐτελεύτησε παῖδας ὀκτὼ καταλιπών, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, πέντε μὲν ἄρρενας, τρεῖς δὲ θηλείας, οὓς ἡ μήτηρ ἅπαντας καλῶς ἀναθρεψαμένη ἀξίους τοῦ γένους ἀπέδειξεν. Ἀλλ' αἱ μὲν δύο τῶν θυγατέρων ἔτι τοῦ πατρὸς περιόντος ἀνδράσιν ἡρμόσθησαν τῶν εὖ γεγονότων καὶ πλούτῳ κομώντων, ἡ μὲν πρεσβυτέρα Μαρία τῷ Ταρωνίτῃ Μιχαήλ, ἡ δὲ μετ' ἐκείνην Εὐδοκία τῷ Μελισσηνῷ Νικηφόρῳ, ἀνδρὶ νουνεχεῖ τε καὶ θαυμασίῳ, ὃς πατρόθεν ἐς Βουρτζίους τὸ γένος ἀνέφερε. Τὴν δέ γε ὑστάτην πασῶν Θεοδώραν μετὰ τὸν τοῦ πατρὸς μόρον τῷ τοῦ ∆ιογένους υἱῷ Κωνσταντίνῳ, τοῦ πατρὸς ἤδη τὰ Ῥωμαίων σκῆπτρα διέπειν λαχόντος, ἡ μήτηρ συνήρμοσεν ὕστερον, ἀνδρὶ εὐγενεῖ μὲν καὶ κατὰ χεῖρα γενναίῳ, τὸν δέ γε τρόπον οὐ πάνυ τι ὄντι ἐπαινετέῳ, ὡς τὰ ὕστερον ἔδειξεν. Ἀλλ' οὕτω μὲν τὰ κατὰ τὰς κόρας συνέβη. Ἀρρένων δὲ παίδων ὁ μὲν Μανουήλ, πατρὸς ἔτι τούτου περιόντος, στρατεύειν τε ἤρξατο καὶ πρὸς μίμησιν τῶν προγόνων ἑαυτὸν ἀποξέων ἔσπευδεν ἀποβῆναι τούτων ἐπάξιος. Ὁ δὲ μετ' ἐκεῖνον Ἰσαάκιος τοῖς τἀδελφοῦ κατὰ πόδας εἵπετο ἴχνεσιν. Ὁ δ' αὖ τρίτος Ἀλέξιος παντοίων ἦν χαρίτων ἀνάπλεως· χάρις γὰρ ἐπήνθει τῷ προσώπῳ ὁποίαν οὔ τις ἐν ἄλλῳ ἐθεάσατο πώποτε καὶ φαιδρὸς ἦν ἀεὶ καὶ ἀγαθωσύνης ἀνάπλεως, καὶ τί ἄν τις εἴποι περὶ τούτου ὡς δυνηθῆναι τοὺς λόγους ἐξισῶσαι ταῖς τῶν ἠθῶν ἀγλαΐαις καὶ ταῖς τῆς ψυχῆς ἀρεταῖς; Παντοδαπὸν ἦν χρῆμα φυσικῆς τε καὶ προαιρετικῆς κοσμιότητος καὶ οἷόν τι κάλλιστον τῷ βίῳ ἀνάθημα ἐκ δυοῖν τοῖν ἐναντίοιν συγκείμενον· ὀξύτατος γὰρ ὢν ξυμπάντων ὧν αὐτοὶ τεθεάμεθα καὶ δραστηριώτατος, οὕτω πρᾳοτάτην ἐδείκνυτο τὴν ψυχὴν ὡς μικροῦ δεῖν καὶ ἀκίνητον πρὸς ὀργὴν ἑαυτὸν ἀποφαίνειν. Οὔπω δὲ τὴν ἥβην ὑπερβὰς ἐβιάζετο τὴν μητέρα συνεκπέμπειν καὶ αὐτὸν τῷ ἀδελφῷ· ἀμέλει καὶ ξυνείπετο τούτῳ στρατηγοῦντι καὶ τὰ τῆς ἀρετῆς πρὸ τῆς τελειότητος ἐδείκνυτο καὶ σάκος φέρων καὶ δόρυ κραδαίνων ὡς ἄριστα καὶ διὰ γλώττης ἦν ἁπάντων εὐθύς. Τὰ μὲν οὖν κατὰ τοῦτον ἀναμεινάτω μικρόν, ὁ λόγος δ' ἐχέσθω τῆς ἀρχῆθεν ἀκολουθίας· οὕτω γὰρ ἂν καθ' εἱρμὸν προβαίνων εἰς τὰς ἑαυτοῦ καταντήσειε πράξεις, πρῶτον ἐπιμνησθεὶς καὶ τῶν λοιπῶν ἀδελφῶν· ἤστην δὲ τούτω Ἀδριανός τε καὶ Νικηφόρος, οἷν ἡ μήτηρ κομιδῇ νέοιν ὄντοιν διδασκάλους ἐπιστήσασα τὴν ἐγκύκλιον ἐπέταττεν ἐκπαιδεύεσθαι παίδευσιν. 1.7 Ἄρτι δὲ καὶ τοῦ ∆ιογένους Ῥωμανοῦ τῶν τῆς βασιλείας οἰάκων ἐπειλημμένου, πρῶτος τῶν ἀδελφῶν Μανουὴλ ᾠκείωτο τῷ βασιλεῖ καὶ πρωτοστράτωρ πρὸς αὐτοῦ ἀποδέδεικτο. Οὔπω συχνὸς παρερρύη καιρὸς καὶ στρατηγὸς αὐτοκράτωρ τῶν ἑῴων ταγμάτων προὐβέβλητο. Περαιωθεὶς οὖν τὴν Προποντίδα περὶ Γαλάτας ηὐλίζετο, ἤδη τῶν Τούρκων ἀρξαμένων τὰ τῆς ἑῴας ληΐζεσθαι. Τίνες δὲ οἱ Τοῦρκοι καὶ ὅθεν γῆς ὡρμημένοι πρότερον ὁμορεῖν Ῥωμαίοις ἔληγον ὕστερον, ἀναγκαῖον ἄνωθεν διηγήσασθαι. Οὗτοι οἰκεῖν μὲν ἔλαχον τὰ προσάρκτια τὰ πέραν Τανάϊδός τε καὶ Βοσπόρου, οὐ πάνυ τι τῶν Καυκασίων ἀπέχοντες ὀρῶν· αὐτόνομον ἔθνος ὂν καὶ γαλακτοφάγον ἀρχῆθεν πολυάνθρωπόν τε καὶ πολεμικώτατον ὑπ' οὐδενὸς δεδούλωται ἔθνους πώποτε. Τῆς γοῦν Περσῶν ἀρχῆς εἰς τοὺς τῆς Ἄγαρ διαλυθείσης καὶ τῆς μὲν Σαρακηνῶν ἐπικρατείας μὴ μόνον Περσίδος καὶ Μηδίας καὶ Βαβυλῶνος καὶ Ἀσσυρίων κυριευούσης, ἀλλ' ἤδη καὶ Αἰγύπτου καὶ Λιβύης καὶ μέρους οὐκ ἐλαχίστου τῆς