παρ' ἑαυτῶν εἰσενεγκεῖν σπουδὴν παρακέκλησθε. οὕτω γὰρ οὐχ ἡμῖν μόνοις χαρίσησθε, 16 ἀλλὰ καὶ τῷ κοινῷ τῶν ἐκκλησιῶν, καὶ τὸν παρὰ Θεοῦ λήψησθε μισθόν, τοῦ διὰ τὴν τῶν ἐκκλησιῶν εἰρήνην πάντα ποιοῦντος διηνεκῶς. ἐγράφη δὲ αὕτη καὶ πρὸς Βενέριον, ἐπίσκοπον Μεδιο λάνου, καὶ Χρωμάτιον, ἐπίσκοπον Ἀκυληΐας. "Ἔῤῥωσο ἐν Κυρίῳ." <ΚΕΦΑΛΑΙΟΝ Γʹ> Πρὸς τούτοις ἀνταπέστειλεν ὁ μακάριος Ἰννοκέντιος ὁ πάπας ἀμφοτέροις τοῖς μέρεσι τὰ ἴσα τῆς κοινωνίας, ἀθετήσας τὴν δόξασαν γεγενῆσθαι κρίσιν παρὰ Θεοφίλου, εἰπὼν δεῖν ἑτέραν ἀνεπίληπτον συγκροτηθῆναι σύνοδον δυτικῶν τε καὶ ἀνατολικῶν, ὑποχωρούντων τοῦ συνεδρίου φίλων πρῶτον, ἔπειτα καὶ ἐχθρῶν, οὐδὲ γὰρ παρ' ὁποτέρων, ὡς ἐπὶ τὸ πλεῖστον, ὀρθὸν αὐτῶν ἐστι τὸ κριτήριον. μετ' ὀλίγας πάλιν ἡμέρας ἐπέστη τις πρεσβύτερος Θεοφίλου Πέτρος, ἅμα Μαρτυρίῳ διακόνῳ τῆς Κωνσταντινου πολιτῶν, ἐπιδόντες ἐπιστολὰς τοῦ αὐτοῦ καί τινα ὑπομνημάτια δῆθεν, ἐν οἷς ἐδόκει κατακεκρίσθαι ὁ Ἰωάννης παρὰ τριάκοντα ἓξ ἐπισκόπων, ὧν οἱ μὲν εἴκοσι ἐννέα ἦσαν Αἰγύπτιοι, ἑπτὰ δὲ τῶν ἄλλων κλιμάτων. οἷς ὑπομνήμασιν ἐντυχὼν ὁ πάπας Ἰννοκέντιος, καὶ εὑρὼν μήτε τὰς αἰτίας οὔσας βαρείας, μήτε τὸν Ἰωάννην παρόντα καὶ κατὰ πρόσωπον ἐλεγχθέντα, ἔμενεν κατα συρίζων τῆς Θεοφίλου μανίας, ὅτι κατὰ ἀπόντος τοιαύτην ἀπό τομον ἐξέβρασε ψῆφον. ἀπολύσας οὖν αὐτοὺς μετὰ ἐλεγκτικῶν γραμμάτων, ηὔχετο τὸν Θεὸν ἱκετεύων μετὰ νηστείας, καὶ τῆς ἐκκλησίας παραλυθῆναι μὲν τὴν διχοστασίαν, συναρμοσθῆναι 17 δὲ τὴν φιλαδελφίαν. ἦν δὲ τῆς ἐπιστολῆς ἡ δύναμις αὕτη· " ̓Αδελφὲ Θεόφιλε, ἡμεῖς καί σε ἴσμεν κοινωνικὸν καὶ τὸν ἀδελφὸν Ἰωάννην, ὡς καὶ ἐν τοῖς πρώτοις γράμμασι φανερὰν ἡμῶν τὴν γνώμην ἐποιήσαμεν. καὶ νῦν δὲ οὐκ ἐκστάντες τῆς αὐτῆς προαι ρέσεως, πάλιν σοι τὰ αὐτὰ γράφομεν καὶ ὁσάκις ἂν ἀποστείλῃς· ὅτι, ἐὰν μὴ δέουσα κρίσις παρακολουθήσῃ ἐπὶ τοῖς παιγνιωδῶς γεγενημένοις, ἀμήχανόν ἐστιν ἀλόγως ἡμᾶς ἀποστῆναι τῆς Ἰωάννου κοινωνίας. ὡς γοῦν, εἰ θαῤῥεῖς σὺ τῷ κριτηρίῳ, ἀπάν τησον τῇ κατὰ Χριστὸν γινομένῃ συνόδῳ, κἀκεῖ τὰς αἰτίας γυμνάσας ὑπὸ μάρτυσι τοῖς Νικαίας κανόσιν (ἄλλον γὰρ κανόνα ἡ Ῥωμαίων οὐ παραδέχεται ἐκκλησία), ἀναντίῤῥητον τὴν ἀσφάλειαν σχήσῃ." μικροῦ δὲ παριππάσαντος χρόνου, ἐπέστη πρεσβύτερος Κωνσταντινουπόλεως Θεότεκνος ὀνόματι, ἐπιδοὺς ἐπιστολὰς τῆς συνόδου τῆς Ἰωάννου εἴκοσι πέντε ἐπισκόπων μικρῷ πρός· ἐν οἷς ἀνεδίδαξαν καὶ στρατιωτικῇ βοηθείᾳ ἐκβε βλῆσθαι τὸν Ἰωάννην τῆς πόλεως, καὶ εἰς ἐξορίαν ἐν Κουκουσῷ πεπέμφθαι, καὶ τὴν ἐκκλησίαν ἐμπεπρῆσθαι, ᾧ καὶ αὐτῷ δοὺς κοινωνικὰ γράμματα πρός τε τὸν ἐπίσκοπον Ἰωάννην καὶ πρὸς τοὺς αὐτῷ κοινωνοῦντας, παρεκάλει μετὰ δακρύων μακροθυμεῖν, βοηθεῖν οὐ δυνάμενος διὰ τὸ ἀντιπράττειν τινὰς τοὺς τὸ κακὸν δυναμένους. μετὰ μικρὸν ὕστερον ἐπέστη ἀνθρωπίσκος, δυσειδὴς 18 ἰδεῖν, δυσμενὴς νοηθῆναι Πάτερνος τοὔνομα, λέγων ἑαυτὸν πρεσ βύτερον τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας· ὃς καὶ αὐτὸς ὅλος δι' ὅλου σεσοβημένος, ἐκ τοῦ εἴδους τὴν ἔχθραν ἐπιδεικνύων, πολλὰς καταχέων λοιδορίας κατὰ τοῦ ἐπισκόπου Ἰωάννου, ἐπιδέδωκεν γράμματα ἐπισκόπων ὀλίγων, Ἀκακίου, Παύλου, Ἀντιόχου, Κυρίνου, Σευηριανοῦ, καὶ ἑτέρων τινῶν, ἐν οἷς συκο φαντοῦσι τὸν Ἰωάννην ὡς καύσαντα τὴν ἐκκλησίαν. οὕτως ψευδὴς ἡμῖν ἐφάνη ὁ λόγος, ὡς μηδὲ διὰ τοῦτο δοῦναι ἀπολογίαν τὸν Ἰωάννην ἐν ἐπισήμῳ συνόδῳ· οὗ καταπτύσας ὁ πάπας Ἰννοκέντιος, οὐδὲ ἀντιγράφων ἠξίωσεν. {Ο ΕΠΙΣΚ.} Καταξίωσον οὖν ὑποσχεῖν μοι τὴν ἀκοήν, ἵνα σοι καθ' ἕκαστον ἀφηγήσωμαι· πάνυ γάρ, ὡς λέγει ὁ Ἐλιοῦς τῷ Ἰώβ, "Συνέχει με τὸ πνεῦμα τῆς γαστρός," -"γαστέρα" τὴν διάνοιαν αἰνιττόμενος πεπληρωμένην λόγων. {Ο ∆ΙΑΚ.} Ἀναγκαῖόν ἐστιν ἐκπληρῶσαί με, ἀγαθώτατε πάτερ, τὴν ἀκρίβειαν τῶν καθ' ἡμᾶς φθασάντων, ἵν' οὕτως ἄρξωμαι τῆς πρὸς σὲ ἐρωτήσεως. πάλιν τοίνυν μεθ' ἡμέρας τινὰς ἐπέστη ὁ Συννάδων ἐπίσκοπος Κυριακός, γράμματα μὲν οὐκ ἔχων, ἱκανὸς δὲ πρὸς διήγησιν ἐναρμόνιον· ὃς ἔλεγεν