Epistulae ad Castorem

 καθημερι ναῖς συνόδοις φυλάττεσθαι, ἱκανῶς ἡμῖν εἴρηται. Ὀφεί λομεν δὲ λοιπὸν περὶ τῶν ἀποτασσομένων τῷ κόσμῳ 28.853 διηγήσασθαι, ποίῳ τρόπῳ ἐν τούτοι

 κρίσεσι δοκιμάσας ὁ Πατὴρ ἀποδείξει. Οὕτω γὰρ δυνή σεται ἐν μηδενὶ ὑπὸ τοῦ ἐχθροῦ ὁ πρὸς ἀρετὴν τυπούμενος ἀπατᾶσθαι, ὡς ἄπειρος, καὶ μήπω γνῶσιν κεκτ

 διετυπώσαντο. Παρὰ δὲ τοῖς Αἰγυπτίοις, καὶ μάλιστα τοῖς Ταβεννησιώταις, τοσαύτη σιωπὴ ὑπὸ πάντων παρέχεται, ἡνίκα εἰς τοσοῦτον πλῆθος πολυαρίθμητον τῶ

 ἕως ὅτε τῇ πολλῇ αὐτοῦ ὑπομονῇ μετὰ μικροῦ υἱοῦ παρὰ τὸν συνήθη κανόνα τοῦ κοινοβίου ἐδέχθη. Καὶ ὅτε μετὰ πολλοὺς κόπους εἰσῆλθεν, οὐ μόνον διαφόροις

 πεποίηκεν ἀνθρώπῳ, ὃς παρ' αὐτοῖς ὡς ἀρχάριος, καὶ οὐ πρὸ πολλοῦ τὸν κόσμον καταλείψας. ἔσχατος ἐνομίζετο. Ἔτι δὲ μάλιστα ἐξεπλάγησαν, ὅτε τὸ ὄνομα το

 ἀκινήτους καὶ ἀνενεργήτους ἔχει πάσας τὰς ἐπιθυμίας καὶ τὰς σαρκικὰς διαθέσεις. Φυλάττου τοιγαροῦν μήποτε τούτων ἀναλαβεῖν ἐπιθυμήσῃς, ὧν ἀποτασσόμενο

 κρύπτει Πατέρα· τρίτον, εἰ μὴ τῇ ἰδίᾳ συνέσει, ἀλλὰ πάντα τοῦ Πα τρὸς διακρίσει πιστεύει, διψῶν ἀεὶ καὶ ἐπιποθῶν, καὶ ἡδέως ἀκούων τῆς τούτου νουθεσία

 θελημάτων ἡ νέκρωσις· ἐκ δὲ τῆς τῶν θελημάτων νεκρώσεως αἱ τῶν ἡδονῶν ῥίζαι μαραίνονται· ἐκ δὲ τούτων πάντα τὰ ἐλαττώματα τῆς ψυχῆς ἀποβάλλονται· τῇ δ

 σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν,» οὐ τὴν ἀναγκαίαν τῆς ζωῆς κυβέρνησιν ἐκώλυσεν, ἀλλὰ τὴν φιλήδονον ἐπι μέλειαν ἀπηγόρευσεν. Ἄλλως τε καὶ πρ

 προστρέ χειν. Εἰ γὰρ καὶ μὴ λογίζεται ἁμαρτία ἡ τοιαύτη κίνη σις, ὅμως τεκμήριον ὑπάρχει τοῦ νοσεῖν τὴν ψυχὴν, καὶ μήπω τοῦ πάθους ἀπηλλάχθαι. Καὶ τού

 ἀνάπτει, τῇ δρόσῳ τῆς παρου σίας τοῦ ἁγίου Πνεύματος ἀποσβεσθῆναι. Πρὸς δὲ τούτοις μέγιστον ἡμῖν ὅπλον πρὸς τὸν πολέμιον τοῦ τον καθέστηκεν ἡ κατὰ Θεὸ

 ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, εἴδωλα ἀνθρώπων ἐγγεγλυμμένα τῷ χρυ σίῳ ἀγαπᾷ· τούτοις δὲ τοῖς λογισμοῖς ὁ μοναχὸς σκο τωθεὶς, καὶ ἐπὶ τὸ χεῖρον αὔξων, οὐδεμ

 τοῦ βα λεῖν ἀρχὴν χαύνην καὶ διεφθαρμένην ἀνατρέπειν τοὺς ἄλλους ἀπὸ τῆς εὐαγγελικῆς τελειότητος. Ἐπειδὴ δέ τινες τὸ καλῶς εἰρημένον τῇ Γραφῇ· «Μακάρι

 περιφρονοῦμεν. Τὴν κατάκρισιν Ἀνανίου καὶ Σαπ φείρης πρὸ ὀφθαλμῶν ἔχοντες, φρίξωμεν καταλιμπά νειν ἑαυτοῖς τί ποτε τῆς παλαιᾶς περιουσίας. Ὁμοίως τοῦ

 κατανύγητε·» τουτέστιν, ὅταν ἀνέλθωσιν ἐπὶ τὴν καρδίαν οἱ πονηροὶ λογισμοὶ, ἐκβάλλοντες τούτους διὰ τῆς πρὸς αὐτοὺς ὀργῆς, μετὰ τὴν τούτων ἀποβολὴν ὡσ

 φεύγοντες τὴν ἔρημον καταδιώκω μεν καὶ τὴν μόνωσιν, ὅσα δ' ἂν τῶν ἡμετέρων παθῶν ἀθεράπευτα ἐκεῖσε ἐπενέγκωμεν, ἐπικεκρυμμένα, οὐκ ἐξειλημμένα, τυγχάν

 ἵνα πιστεύσωμεν, ὅτι οὔτε ἐπὶ δικαίοις, οὔτε ἐπὶ ἀδίκοις, ἔξεστιν ἡμῖν κινεῖν τὸν θυμόν. Τοῦ γὰρ πνεύματος τῆς ὀργῆς σκο τίσαντος τὴν διάνοιαν, οὔτε δ

 λύπη ...» τῇ ἐλπίδι τῆς μετανοίας τρέφουσα τὴν ψυχὴν, χαρὰ σύμμικτος ὑπάρχει· ὅθεν καὶ πρόθυμον καὶ ὑπήκοον πρὸς πᾶσαν ἀγαθὴν ἐργασίαν παρα σκευάζει τ

 δυσκαταγώνιστος τυγχάνει. Καὶ γὰρ ἐν παντὶ ἐπιτηδεύματι παρυφίστα ται ἔν τε σχήματι, καὶ μορφῇ, καὶ βαδίσματι, καὶ λόγῳ, καὶ ἐν ἀγρυπνίαις, καὶ ἐν νησ

 ὑψηλῷ, θήσω τὸν θρόνον μου ἐπὶ τῶν νεφελῶν, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ.» Σὺ δὲ ἄνθρωπος, καὶ οὐ Θεός. Καὶ ἄλλος προφήτης λέγει· «Τί ἐγκαυχᾷ ἐν κακίᾳ,

κρύπτει Πατέρα· τρίτον, εἰ μὴ τῇ ἰδίᾳ συνέσει, ἀλλὰ πάντα τοῦ Πα τρὸς διακρίσει πιστεύει, διψῶν ἀεὶ καὶ ἐπιποθῶν, καὶ ἡδέως ἀκούων τῆς τούτου νουθεσίας· τέταρτον, εἰ πᾶσιν ἀνεπαισχύντως δουλεύσει τοῖς τοῦ Πατρὸς προστάγμασι· πέμπτον, εἰ μὴ μόνον αὐτὸς οὐ τολμᾷ ὑβρίσαι τινὰ, ἀλλὰ καὶ τὰς ὑπὸ ἄλλων αὐτῷ ἐπαγο μένας ὕβρεις μετὰ χαρᾶς ἔσται προσδεχόμενος· ἕκτον, εἰ μηδὲν ἐπιχειρήσει καινότερον πρᾶξαι, ὅπερ ὁ κα νὼν ὁ κοινὸς οὐκέτι προτρέπει, οὐδὲ τῶν Πατέρων τὰ παραδείγματα· ἕβδομον, εἰ πάσῃ εὐτελείᾳ ἀρκούμε νος, καὶ ἐπ' αὐτοῖς τοῖς δεδομένοις εὐχαριστῶν, καὶ τούτων ἀνάξιον ἡγεῖται ἑαυτόν· ὄγδοον, εἰ ἑαυτὸν πάν τοτε κατώτερον πάντων, καὶ μὴ ᾖ προπετὴς ἐν λό γοις· δέκατον, εἰ μὴ ἔστιν εὐχερὴς ἐν λόγοις, καὶ πρόχειρος ἐν γλώσσῃ. Τούτοις γὰρ καὶ τοῖς ὁμοίοις τούτων σημείοις ἡ ταπείνωσις γνωρίζεται. Ταῦτα, ὅταν ἐν ἀληθείᾳ κατορθωθῇ, ταχέως πρὸς τὸ ὕψος τῆς ἀγάπης ἀνάγει, ἐν ᾗ φόβος οὐκ ἔστι κολάσεως, καὶ δι' ἧς τὰ πάντα οὐκέτι μετὰ ἀνάγκης, καὶ κόπου φυλάττεται, ἀλλὰ πόθῳ διαπύρῳ καὶ ἐπιθυμίᾳ τοῦ καλοῦ. Πρὸς ἥνπερ ἀρετὴν ἵνα ἰσχύσῃς εὐχερέστερον φθάσαι, ὑποδείγματά σοι πρὸς μίμησιν ἔστωσαν οἱ λόγοι τῶν συμβαινόντων, καὶ εὐλάβειαν κεκτημένων ἀδελφῶν· μὴ οἱ πλείους, καὶ ἀμελέστερόν τε καὶ ῥᾳθυμότερον ζῶντες. Καὶ γὰρ ἐκ τοῦ μιμεῖσθαι καὶ ζηλοῦν τοὺς ἁγίους μεγίστη ὠφέλεια προσγίνεται τοῖς βουλομένοις πρὸς τελειότητα φθάσαι. Εἰ τοίνυν θέλεις δυνηθῆναι πᾶσι τούτοις ἐξ ακολουθῆσαι, καὶ ὑπὸ τούτων εἰς τὸν πνευματικὸν ἀγῶνα τοῦ κοινοβίου ἄχρι τέλους διακαρτερῆσαι, ταῦτα ἃ εἶπεν ὁ ∆αυῒδ ἀναγκαῖά σοι πρὸς φυλακὴν ἐν τῇ συνοδίᾳ τῶν ἀδελφῶν ἔστωσαν· «Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.» Ὅσα τοίνυν βλέπεις ἀλλότρια οἰκοδομῆς καὶ ὠφελείας, ὡς τυφλὸς γενοῦ, καὶ ὅσα ἀκούεις, ὡς κωφὸς καὶ ἄλα λος, καὶ οὐκ ἔχων ἐν τῷ στόματι ἐλεγμούς. Καὶ μὴ μιμήσῃ τούτους, ὅσοι ἄπιστοι, καὶ ἀνήκοοι, καὶ προ πετεῖς, καὶ συρφετοὶ, καὶ ὑβρισταὶ τυγχάνουσιν, ἀλλ' ὡς κωφὸς καὶ μὴ ἀκούων, ταῦτα παραπέμπου. Ἐάν σοί τις ἐλέγχους, ἢ ὀνείδη, ἢ ὕβρεις ἐπιπέμψῃ, ἀκίνητος ἔσο ὡς πεφιμωμένος καὶ ἄλαλος, ἀεὶ τοῦτον τὸν στίχον ἐπιλέγων τοῦ ψαλμοῦ· «Εἶπα, Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου. Ἐθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συ στῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην, καὶ ἐταπεινώθην.» Ἔτι μὴν πρὸς τούτοις καὶ τέταρτον τοῦτο πρὸ πάντων μελέτα, καὶ φυλάσσου, ὅπερ καὶ 28.872 ταῦτα τὰ ἀνωτέρω εἰρημένα τρία κοσμῆσαι δύναται. τὸ μωρὸν καὶ ἄφρονα ἑαυτὸν, κατὰ τὸ Ἀποστόλου παράγγελμα, ἐν τούτῳ τῷ αἰῶνι ποιῆσαι, ἵνα γένῃ σοφὸς, δηλονότι μηδὲν διακρίνων ἢ διστάζων ἐν οἷς ἂν προσταχθῇς, ἁπλότητος καὶ πίστεως τὴν ὑπακοὴν ποιῶν. Ἐκεῖνο μόνον ἅγιον τῶν ἁγίων λογιζόμενος, καὶ σοφὸν, καὶ συμφέρον πιστεύων, τὸ ὑπὸ τοῦ σοῦ Πατρὸς προσταχθέν σοι. Τοιαύτῃ γὰρ διαθέσει ἀσφα λισάμενος τὴν σὴν καρδίαν, δυνήσῃ ἕως τέλους ὑπο μεῖναι τὸν Χριστοῦ ζυγὸν τῆς ὑποταγῆς, καὶ οὐδέν σε τῶν τοῦ διαβόλου πειρατηρίων καὶ τεχνασμάτων δυνήσεται σαλεῦσαι ἐκ τῆς ἐπιστήμης τοῦ βίου. Καὶ τὴν ὑπομονὴν δὲ, καὶ τὴν ταπείνωσιν, καὶ τὴν μα κροθυμίαν τὴν σὴν, μὴ ἐκ τῆς τῶν ἄλλων ἀρετῆς προσ δόκα κατορθοῦσθαι· οἶον ἐὰν ὑπ' οὐδενὸς παροξύνῃ, ἢ οὐκ ἐξουδενώσῃ, ἢ οὐκ ἀτιμάζῃ, ὅπερ οὔτε τῆς σῆς ἀρε τῆς ἐστι δεῖγμα, οὔτε ἐν τῇ ἐξουσίᾳ κεῖται· ἀλλ' ὅταν λοιδορούμενος, ἢ ἀτιμαζόμενος, ἢ ἐξουδενούμενος πράως φέρῃς· τοῦτο γὰρ ἐν τῇ σῇ προαιρέσει κεῖται. Ἵνα τοίνυν αὐτὰ πάντα, ἅπερ πλατύτερον εἰρήκαμεν, συναθροίσαντες, τί ποτε σύντομον εἴπωμεν πρὸς τὸ εὐκόλως τὴν σὴν διάνοιαν τούτων μνημονεύειν, ἄκουε πάλιν, πῶς κατὰ τάξιν δυνήσῃ ἐπιβῆναι τῆς τελειό τητος. Ἀρχὴ τῆς ἡμετέρας σωτηρίας ὁ φόβος ἐστὶ τοῦ Θεοῦ· ἐκ τούτου γεννᾶται ἀγαθὴ ὑπακοὴ, ἐξ ἧς τίκτεται ἡ ὑποταγὴ, καὶ ἡ καταφρόνησις τῶν τοῦ κόσμου πραγμάτων· ἐκ δὲ ταύτης τῆς ταπεινώσεως γεννᾶται τῶν ἰδίων

8