συμβεβηκότες εἰς ὁμοφωνίαν, Ὀσίραπιν, ἵν' ἐν ταὐτῷ Ὄσιρίς τε καὶ Ἄπις νοοῖτο. Ἀμφοῖν δὲ τούτοιν καὶ θάνατος φέρεται καὶ ταφή· ἐγενέσθην γὰρ ἀνθρώπω. Τὸ δὲ μακρὸν ἔθος, ἀποβεβληκὸς τὸ ΟΣΙ, Σάραπιν τὸ βρέτας ἐποίησεν ὀνομάζεσθαι. Πτολεμαῖος δὲ οὑτοσί, τῶν ὅτι μάλιστα φιλολογωτάτων γεγονώς, ἕνα τῶν ἐπιτηδείων αὐτῷ πέπομφεν εἰς Ἰουδαίαν, Ἐλεαζάρῳ τῷ τηνικάδε κατὰ νόμους ἱερεῖ γράψας ὥστε πάντα τὰ βιβλία Μωσέως τε καὶ τῶν ἁγίων προφητῶν ἀποστεῖλαί οἱ μαθητιῶντι λίαν, συνεκπέμψαι δὲ καὶ τοὺς δυναμένους εἰς ἑλλάδα φωνὴν αὐτὰ μεταθεῖναι· ὃ δὴ καὶ γέγονεν. Ἑκατοστῇ ἐνενηκοστῇ τετάρτῃ ὀλυμπιάδι, Ῥωμαίων Αὐγούστου Καίσαρος βασιλεύοντος, γεγέννηται κατὰ σάρκα ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. 1.17 Ἀπὸ μὲν τοίνυν τῆς τῶν καιρῶν καὶ μέντοι τῆς τῶν γενεαλογιῶν ἀκριβοῦς ἀναγραφῆς, πῶς οὐχ ἅπασιν ἐναργὲς ὡς ἁπάντων μὲν τῶν παρ' Ἕλλησι σοφῶν ὁ θεσπέσιος Μωσῆς πρεσβύτατος ἦν, οἱ δὲ νέοι τε καὶ οἷον ἀρτιφανεῖς; Ἀρξαμένης γὰρ τῆς τῶν ὀλυμπιάδων ἀπογραφῆς χρόνοις ὕστερον γεγόνασι μακροῖς. Ἐντεῦθεν, οἶμαι, καταθρῆσαί τε ῥᾷον καὶ ἀληθὲς εἰπεῖν ὅτι τῶν Μωσέως δογμάτων οὐκ ἀμοιρήσαντες παντελῶς, οὔτε μὴν ἀνήκοοι γεγονότες τῆς ἐνούσης αὐτῷ θεοσδότου καὶ ἀκιβδήλου σοφίας, παρατρύζουσιν ἔσθ' ὅτε τὸ ἀληθές, ἐπιπλέκοντες αὐτῷ τὸ ψεῦδος καὶ οἷον εὐοσμοτάτῳ μύρῳ βόρβορον ἀναφύροντες. Ποῖον γὰρ μάθημα σοφόν τε καὶ ἀξιόληπτον τοῖς μωσαϊκοῖς οὐκ ἔνεστι λόγοις; ἢ πῶς ἄν τις οὐκ ἀγάσαιτο τὰ αὐτοῦ; Οἱ μὲν γὰρ τὰς Ἑλλήνων περιεργίας ἠκριβωκότες διῃρῆσθαί φασι τὴν φιλοσοφίαν εἴς τε τὴν θεωρητικὴν ἐπιστήμην καὶ μέντοι τὴν πρακτικήν, κἂν εἰ γένοιτό τις ἐπ' ἄμφω δέξιος, τοῦτον διελάσαι φασὶν εἴς γε τὸ εὖ κατορθῶσαι δοκεῖν τὴν φιλοσοφίαν. Ἄθρει δὴ οὖν, ἄθρει τοιοῦτον ὄντα Μωσέα· θεηγορεῖ γὰρ ὡς οὐχ ἕτερός τις τὰ περὶ τῆς ἀνωτάτω πασῶν οὐσίας καὶ ἀσυγκρίτου δόξης καὶ τῆς κατὰ πάντων ὑπεροχῆς, καὶ τῶν ὅλων γενεσιουργὸν καὶ κύριον τὸν ἕνα καὶ μόνον ἀποφαίνει Θεόν. Οἷς γε μὴν ἐν λόγῳ τὸ ἀγαθὸν καὶ τὸν τῆ εὐζωΐας ἐσπούδασται χρῆμα, τούτοις ὁρᾶται θεσμοθετῶν τὰ πάντων ἄριστα καὶ ἐξαίρετα καὶ τὰ δι' ὧν ἂν εἶεν ὅ τι μάλιστα σεπτοί. 1.18 Ἀλλ' ἴσως ἐρεῖ τις· Ναὶ μὲν δὴ πρεσβύτερα τὰ Μωσέως καὶ τῶν παρ' Ἕλλησι σοφῶν· οὐ μὴν ἔτι καὶ ἀληθὲς εἰπεῖν ὡς τῆς ἐνούσης αὐτῷ σοφίας παρακλέψαντες ἤγουν μεταποιηθέντες ὅλως ἁλοῖεν ἄν. Οὐκοῦν εἰ μὴ πολὺ τὸ εἰκὸς ὁ πρὸς ἡμῶν ἔχει λόγος δοκιμαζέτωσαν οἱ φιλακροάμονες. Οἱ μὲν παρ' ἐκείνοις ἱστοριογράφοι, πᾶσαν ὡς ἔπος εἰπεῖν περινοστοῦντες τὴν γῆν, ἀεί τι μανθάνειν ἤθελον ἵνα δοκοῖεν εἰδέναι τὰ πολλά· τὸ γάρ τοι τῶν γεγονότων ἀποσιγῆσαι μηδὲν κόσμημα τῆς ἑαυτῶν ἐποιοῦντο συγγραφῆς. Εἶτα πῶς οἵ γε τοιοῦτοι καὶ χρηστομαθεῖν εἰωθότες κατημέλησαν ἂν τοῦ χρῆναι διαμαθεῖν ἱστορίας οὕτω σεμνάς, δογμάτων τε καὶ νόμων ἀρχαιοπρεπεστάτων ἀκριβῆ διασάφησιν; Καίτοι Πυθαγόρας ὁ ἐκ Σάμου καὶ Θαλῆς ὁ Μιλήσιος οὐκ εὐαρίθμητον ἐν Αἰγύπτῳ διατετριφότες καιρόν, συλλεξάμενοί τε τὰ ἐκεῖθεν καὶ μαθημάτων ἄθροισιν ἣν ἐσχηκέναι λέγονται συναγηγερκότες, εἰς τὴν ἐνεγκοῦσαν ἀνεκομίζοντο. Καὶ μὴν καὶ αὐτὸς ὁ Ἀρίστωνος Πλάτων ἐν τῷ Τιμαίῳ φησὶ Σόλωνα τὸν Ἀθήνηθεν ἀφικέσθαι μὲν εἰς τὴν Αἰγυπτίων, πυθέσθαι δέ τινος τῶν αὐτόθι ψευδοπροφητῶν, ἤγουν ἱερέων, λέγοντος· Ὦ Σόλων, Σόλων, Ἕλληνές ἐστε παῖδες ἀεί, γέρων δὲ Ἕλλην οὐκ ἔστι, νέοι τε τὰς ψυχὰς πάντες. Οὐδεμίαν γὰρ ἐν ἑαυτοῖς ἔχετε παλαιὰν δόξαν, οὐδὲ μάθημα χρόνῳ πολιὸν οὐδέν· ἀλλ' ὑμᾶς λέληθε διὰ τὸ ἐπὶ πολλὰς γενεὰς γράμμασι τελευτᾶν ἀφώνους. 1.19 Ἀλλ', οἶμαι, καὶ διὰ τούτων κατίδοι τις ἂν ἀρχαιοπρεπῆ τὰ Χριστιανῶν· οὔπω μὲν γὰρ γραμμάτων ἐπιστήμη παρὰ τοῖς Ἕλλησιν ἦν, Κάδμου μόλις αὐτὰ