οὖν ἀπελπίσῃ τῆς ἑαυτοῦ σωτηρίας. Πέτρος ὁ κορυφαιότατος καὶ πρωτοστάτης τῶν ἀποστόλων, ἐπὶ παιδισκαρίου ἠρνήσατο τρὶς τὸν Κύριον· ἀλλὰ μεταμεληθεὶς, ἔκλαυσε πικρῶς. Τὸ δὲ κλαῦσαι, τὴν μετάνοιαν τὴν ἐγκάρδιον παρίστησιν, καὶ διὰ τοῦτο, οὐ μόνον ἔλαβε τὴν ἄφεσιν ἐπὶ τῇ ἀρνήσει, ἀλλὰ γὰρ καὶ τὸ ἀποστολικὸν ἀξίωμα ἔσχεν ἀναφαίρετον. 2.20 Ἔχοντες οὖν, ἀδελφοὶ, πολλοὺς τύπους τῶν ἁμαρτησάντων, καὶ μετανοησάντων, καὶ σωθέντων, προθύμως καὶ αὐτοὶ ἐξομολογήσασθε τῷ Κυρίῳ· ἵνα καὶ τὴν συγχώρησιν λάβητε τῶν προγεγενημένων ἁμαρτημάτων, καὶ τῆς ἐπουρανίου δωρεᾶς καταξιωθῆτε, καὶ τὴν ἐπουράνιον κληρονομήσητε βασιλείαν μετὰ πάντων τῶν ἁγίων· ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 3.τ ΚΑΤΗΧΗΣΙΣ Γ ΦΩΤΙΖΟΜΕΝΩΝ. Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, ΠΕΡΙ ΒΑΠΤΙΣΜΑΤΟΣ. Καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Ῥωμαίους· Ἢ ἀγνοεῖτε, ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος (εἰς θάνατον), καὶ τὰ ἑξῆς. 3.1 Εὐφραίνεσθε οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, διὰ τοὺς μέλλοντας ὑσσώπῳ ῥαντίζεσθαι, καὶ καθαρίζεσθαι ὑσσώπῳ τῷ νοητῷ, καὶ τῇ δυνάμει τοῦ κατὰ τὸ πάθος ὑσσώπῳ καὶ καλάμῳ ποτισθέντος. Καὶ αἱ μὲν οὐράνιαι δυνάμεις χαιρέτωσαν· αἱ δὲ μέλλουσαι ψυχαὶ τῷ νοητῷ νυμφίῳ συνάπτεσθαι, παρασκευαζέσθωσαν. Φωνὴ γὰρ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· τὸ γὰρ πρᾶγμα οὐ μικρὸν, οὐδὲ σωμάτων συνήθης ἐστὶν ἄκριτος συμπλοκή· ἀλλὰ Πνεύματος, τοῦ τὰ πάντα ἐρευνῶντος, ἡ κατὰ πίστιν ἐκλογή. Αἱ μὲν γὰρ κατὰ τὸν κόσμον ἐπιγαμίαι καὶ συνθῆκαι, οὐ πάντως γίνονται κατὰ κρίσιν· ἀλλ' ὅπου δ' ἂν ἢ πλοῦτος ἢ κάλλος, ἐκεῖ ταχέως ἐπένευσεν ὁ νυμφίος· ᾧδε δὲ, οὐχ ὅπου σωμάτων ἐστὶ κάλλος, ἀλλ' ὅπου ψυχῆς ἀκατάγνωστος συνείδησις· ᾧδε οὐχ ὁ μαμωνᾶς ὁ κατεγνωσμένος, ἀλλ' ὁ τῆς ψυχῆς ἐν εὐλαβείᾳ πλοῦτος. 3.2 Πείσθητε τοίνυν, ὦ τέκνα δικαιοσύνης, Ἰωάννῃ παρακαλοῦντι καὶ λέγοντι· Εὐθύνατε τὴν ὅδον Κυρίου· ἐξάρατε πάντα τὰ σκῶλα καὶ τὰ σκάνδαλα, ἵνα εὐθυπορήσητε πρὸς αἰώνιον ζωήν. Ἑτοιμάσατε τῆς ψυχῆς τὰ ἀγγεῖα καθαρὰ διὰ τῆς ἀνυποκρίτου πίστεως, πρὸς ὑποδοχὴν τοῦ ἁγίου Πνεύματος. Ἄρξασθε πλύνειν τὰς στολὰς ὑμῶν διὰ μετανοίας, ἵνα εἰς τὸν νυμφῶνα καθαροὶ κληθέντες εὑρεθῆτε. Ὁ μὲν γὰρ νυμφίος καλεῖ πάντας ἁπλῶς, ἐπειδὴ δαψιλὴς ἡ χάρις· καὶ μεγαλοφώνων κηρύκων φωνὴ συνάγει τοὺς πάντας· διακρίνει δὲ λοιπὸν ὁ αὐτὸς, τοὺς ἔνδον εἰσελθόντας [εἰς τὸν τυπικὸν γάμον]. Μὴ γένοιτό τινα τῶν ὀνοματογραφηθέντων ἀκοῦσαι νῦν· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε, μὴ ἔχων ἔνδυμα γάμου; Εἴη δὲ πάντας ὑμᾶς ἀκοῦσαι· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπ' ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Νῦν γὰρ τέως ἔξω τῆς θύρας ἕστηκας· γένοιτο δὲ πάντας ὑμᾶς εἰπεῖν· Εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμεῖον αὐτοῦ· ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης· ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ· ἵνα εὑρεθῇ πάντων ὑμῶν ἡ ψυχὴ μὴ ἔχουσα σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων· οὐ λέγω πρὸ τοῦ λαβεῖν τὴν χάριν· [πῶς γὰρ, οἵγε ἐπὶ ἀφέσει ἁμαρτιῶν ἐκλήθητε;] ἀλλ' ἵνα διδομένης τῆς χάριτος, ἀκατάγνωστος ἡ συνείδησις εὑρεθεῖσα συνδράμῃ τῇ χάριτι. 3.3 Μέγα τὸ πρᾶγμα ἀληθῶς, ἀδελφοὶ, καὶ μετὰ προσοχῆς αὐτῷ προσέλθετε. Μέλλει ἕκαστος ὑμῶν παρίστασθαι τῷ Θεῷ, ἐνώπιον μυριάδων στρατιῶν ἀγγέλων· μέλλει τὸ Πνεῦμα τὸ ἅγιον σφραγίζειν ὑμῶν τὰς ψυχάς· μέλλετε στρατολογεῖσθαι τῷ μεγάλῳ βασιλεῖ. Οὐκοῦν ἑτοιμάσασθε, παρασκευάσασθε· οὐχ ἱματίων λαμπροτάτας ἐνδυσάμενοι στολὰς, ἀλλὰ ψυχῆς εὐσυνείδητον εὐλάβειαν. Μὴ ὡς ὕδατι λιτῷ πρόσεχε τῷ λουτρῷ· ἀλλὰ τῇ μετὰ τοῦ ὕδατος δεδομένῃ πνευματικῇ χάριτι. Ὥσπερ γὰρ τὰ τοῖς βωμοῖς προσφερόμενα, τῇ φύσει ὄντα λιτὰ, μεμολυσμένα γίγνεται τῇ ἐπικλήσει τῶν εἰδώλων· οὕτως ἀπεναντίας τὸ λιτὸν ὕδωρ Πνεύματος ἁγίου καὶ Χριστοῦ καὶ Πατρὸς τὴν ἐπίκλησιν