8
πανάιστος. καὶ γὰρ τοῦτο μέμηλεν ἀεικελίοισιν, ὁρᾶσθαι καὶ μετὰ δὴ σαρκὸς τελέειν μένος ἔμπεδον. οἷς περ ταῦτα δέοι, λοιβὴ καὶ κνίση πάντα δίδωσιν· ἐξ ἱερῶν καπνὸν γὰρ ἐς ἠέρα πουλὺν ἰόντα αἱ σκιαὶ ἑζόμεναι ζοφοειδέες εἰρύουσαι ὃν δέμας ἀμφιέσανθ' ἅτε φάρεα δαιδαλόεντα ἢ ὡς εἴρια καλὰ λίνοιό τε λεπτὸν ἄωτον- νηῶν δ' ὑψορόφων σκιοειδέα φάσματα πολλά-, ἀντὶ δ' ἀληθείης τόνδ' ἠέρα δύντες ἔχουσι. τοὔνεκα καὶ μύρμηκος ἔπι χρῄζει γε θυηλῆς· ἀλλά γε καὶ ὕδωρ πέσκη θ' ἅμα ἠδέ τε καρποὺς αἰτίζει καὶ πάνθ', ὅσα φέρβει γαῖα τιθηνή, ὄφρα γε φαντασίην μούνην μερόπεσσι φαείνῃ. ἠύτε τεθνεώτων μορφὰς κατὰ θυμὸν ὁρῶμεν, καὶ λαλέειν δ' αὐτοῖσι δοκείομεν οὐ παρεοῦσι· τὼς καὶ ἀντιπάλαμνος ἑὸν ἀναμάσσεται εἶδος μυστιπόλων, τό κεν οἷσι προσώπασιν ἀμφιτίθησι μορφαῖς τ' εἰδώλων, οἷσιν σθένος οὔ ποτ' ἔνεστιν· ὄμβρον μὲν χεύων δῆθεν πολύν, οὐ δέ τ' ἀληθῆ, πυρκαϊὴν τελέων χιόνος κρυερῆς πανομοίην, ἰχθὺν δ' εὖτε διδοὺς ὁράαν μόνον, οὔ τι πάσασθαι, χρυσόν τ' αἰγλήεντα, κακῆς πενίης συνέριθον. ἀλλὰ καὶ ὑλήεντα μιμούμενος ἔργα τελείει, ἄστεα καὶ θαλάμους καὶ εὐδένδρους πλαταμῶνας καὶ νάπεα σκιόεντα καί, ἣ βροτὸν ἔτρεφε, πάτρη, ῥήγεα δ' ἀνθεμόεντα, τά περ βροτοὶ ἐκτελέουσι, δαίμοσιν αἱμοβόροις σκιοειδέα πάντα φέροντα· τὼς καὶ νυκτιπόροι ἡδὺ κνώσσουσιν ὁρῶντες. ἀλλὰ πολυπλανέος τάδε δαίμονος, ἀντιθέων τε καὶ δυσεβῶν μερόπων ἔργον τόδε, μιαροθρήσκων. - ἀλλά γε τίπτε πάθω, ὅτι βουλόμενος τρομέεσθαι οὐρανίωνα θεόν, δεδαὼς κρυεροῖο δράκοντος ἰσχὺν νεκροτάτην καὶ ἀγηνορίης κενότητας, κεύθομαι ἐς ζοφερὸν γύαλον; κούρης ἁγίης γὰρ ἔγνων παρθενικῆς ἀπὸ σεπτοτάτης κεν Ἰούστης δαίμονας, ὡς μάλα πάγχυ ἀνάλκιδες ὧδε πέλουσι· πὰρ γὰρ τῇδε δέδορκα περισσόνοον, φολιδωτόν, ἄσπετα φυσιόωντα, πελώριον αἰνοδράκοντα· ἀλλ' οὐδ' ὧς κώνωπος ἔχεν μένος οὐτιδανοῖο. ἔγνων παρθενικῆς ἀπὸ σεμνοτάτης τὸν ἄνακτα εὐχόμενον μάλα πολλά, ἀληθέα δ' οὔ ποτε δρῶντα· ἀλλὰ τόσον κεν ὄφιν μούνη ποσὶ κάββαλε κούρη.
ὢ πόποι, ὁ κρείων δὲ πολυπλανέων εἰδώλων θηλυτέρης θυρέων ἀπεχάζετο ἔνδοθι βαίνειν ἐκπάγλως τρομέων· ὃς φάσμασι τοσσατίοισι κεκλόμενος τὰ θύρετρα βαλεῖν οὐκ ἴσχυσε κούρης· ὃς πάντων δοκέων κρατέειν ὑπεδάμνατο κούρῃ· ὃς γαίην κλονέειν ἐθέλων ὑπόειξε γυναικί· ὃς πολυμέρμερον ἦτορ ἔχων οὐ κάββαλε κούρην· ὁ ζαβόροιο λέοντος ὁμῶς βωστρεῖν γε νομίζων καὶ πάντας φοβέειν κώνωψ ἅτε ἐν προδόμοισι παίζετο θηλυτέρης. Περσῶν ὅτε γὰρ λίπον οὖδας εἵως Ἀντιόχου πόλεως Συρίης μέγα ἄστυ, θαύματα πολλὰ τελῶν τέχνης μαγικῆς ὑπὸ δεινῆς, τοῖς μὲν ἔρωτος ἄκος παρέχων, τοῖς δὲ φθόνου αὐτὸς καὶ ζήλου στυγεροῦ, κακίης δ', ἣ σαρκὶ μέμηλεν. - ἔνθα τις Ἀγλαΐδης ἐρατός, μάλα λισσόμενός με εὖτ' ἄλλοι πολέες, γουνάζετο εἵνεκα κούρης τοὔνομ' Ἰουστίνης, ὅππως φιλότητι μιγείη. ἔνθεν ἐμοὶ δαίμων πρώτως ἀπατήλιος ὤφθη· καὶ γὰρ ὅσων στιχέων ἦρχεν, περὶ παρθένον ἁγνὴν ἦλθον ἀολλισθεῖσαι, ἀνήνυτοι ἂψ ἐνέοντο· ἀλλὰ καὶ Ἀγλαΐδου ἐπαμύντορα δεῖξεν ἄιστον πίστις παρθενικῆς ἠδ' ἀδρανέα μιν ἔθηκε. πολλὰς δ' Ἀγλαΐδαο ἀύπνους νύκτας ἔχοντος, μαγγανίας δ' ἐμέθεν καὶ νείκεα ἀντιβίοιο ἕπτ' ἐπὶ ἑβδομάδας καὶ ἄλλας τρεῖς μετὰ ταύτας, δαιμονίης γε φάλαγγος ἀγὸς σὺν ἑοῖσιν ὀπηδοῖς ἤλυθε παρθενικῆς ἐναντίβιον πολεμίζων· οὐ γὰρ μοῦνον ἔρως νέον Ἀγλαΐδην ἐδάμαζεν, ἀλλ' ἄρα καὶ κραδίης ἐμέθεν ψαῦσεν μενεαίνων. θάμβος δ' ἦν ὁράαν τόσσων στίχας ἀντιπαλάμνων, κούρης δαμναμένων εὐχῶν ὕπο, σύν τε δράκοντι· οὐδὲ γὰρ ἡμέτερον Βελίαρ πόθον εἶχε χαράξαι, καί περ πολλὰ μάλ' αἰνὰ καθ' ἡμείων πελεμίξας. τῷδε γὰρ ὧδ' ἐρέειν· "3εἴ σοι τόσσον κράτος ἐστί, λωφήσειεν ἔρως πραπίδων ἀπὸ ἡμετεράων, ὄφρα κε μαψιδίως τόσσ' ἄλγεα μήτι πάθωμεν."3 καὶ δή μευ κλύοντος ἔφη ἀετῷ μεδέοντι μαχλοσύνης ῥέζειν ἅ περ ἔννεπον. ὃς δ' ἐτέλεσσε πολλὰ μάλ', οὐ δέ τι τῶνδε παροίτερον ἤνυσεν ἔργον. δεῖξε δὲ κοιρανέων,