8
ἐφυγαδεύθη μὲν εἰς Αἴγυπτον, ἀλλὰ φυγαδεύει τὰ Αἰγυπτίων. οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος παρὰ Ἰουδαίοις, ἀλλὰ τῷ ∆αβὶδ ὡραῖος ἦν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἀλλ' ἐπὶ τοῦ ὄρους ἀστράπτει, καὶ ἡλίου φωτοειδέστερος γίνεται, τὸ μέλλον μυσταγωγῶν.
20 Ἐβαπτίσθη μὲν ὡς ἄνθρωπος, ἀλλ' ἁμαρτίας ἔλυσεν ὡς θεός· οὐ καθαρσίων αὐτὸς δεόμενος, ἀλλ' ἵνα ἁγιάσῃ τὰ ὕδατα. ἐπειράσθη ὡς ἄνθρωπος, ἀλλ' ἐνίκησεν ὡς θεός· ἀλλὰ Θαρρεῖν διακελεύεται, ὡς κόσμον νενικηκώς. ἐπείνησεν, ἀλλ' ἔθρεψε χιλιάδας, ἀλλ' ἄρτος ἐστὶ ζωτικὸς καὶ οὐράνιος. ἐδίψησεν, ἀλλ' ἐβόησεν· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω· ἀλλὰ καὶ πηγάζειν ὑπέσχετο τοὺς πιστεύοντας. ἐκοπίασεν, ἀλλὰ τῶν κοπιώντων καὶ πεφορτισμένων ἐστὶν ἀνάπαυσις. ἐβαρήθη μὲν ὕπνῳ, ἀλλ' ἐπὶ πελάγους κουφί ζεται, ἀλλ' ἐπιτιμᾷ πνεύμασιν, ἀλλὰ Πέτρον κουφίζει βαπτιζό μενον. δίδωσι τέλος, ἀλλ' ἐξ ἰχθύος, ἀλλὰ βασιλεύει τῶν ἀπαι τούντων. Σαμαρείτης ἀκούει καὶ δαιμονῶν, πλὴν σώζει τὸν ἀπὸ Ἰερουσαλὴμ καταβαίνοντα καὶ λῃσταῖς περιπεσόντα, πλὴν ὑπὸ δαιμόνων ἑπιγινώσκεται, καὶ ἀπελαύνει δαίμονας, καὶ λεγεῶνα πνευμάτων βυθίζει, καὶ ὡς ἀστραπὴν ὁρᾷ πίπτοντα τὸν ἀρχηγὸν τῶν δαιμόνων. λιθάζεται, ἀλλ' οὐχ ἁλίσκεται. προσεύχεται, ἀλλ' ἐπακούει. δακρύει, ἀλλὰ παύει δάκρυον. ἐρωτᾷ ποῦ τέθειται Λάζαρος, ἄνθρωπος γὰρ ἦν· ἀλλ' ἐγείρει Λάζαρον, θεὸς γὰρ ἦν. πωλεῖται, καὶ λίαν εὐώνως, τριάκοντα γὰρ ἀργυρίων, ἀλλ' ἐξα γοράζει κόσμον, καὶ μεγάλης τιμῆς, τοῦ ἰδίου γὰρ αἵματος. ὡς πρόβατον ἐπὶ σφαγὴν ἄγεται, ἀλλὰ ποιμαίνει τὸν Ἰσραήλ, νῦν δὲ καὶ πᾶσαν τὴν οἰκουμένην. ὡς ἀμνὸς ἄφωνος, ἀλλὰ λόγος ἐστί, φωνῇ βοῶντος ἐν τῇ ἐρήμῳ καταγγελλόμενος. μεμαλά κισται, καὶ τετραυμάτισται, ἀλλὰ θεραπεύει πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν. ἐπὶ τὸ ξύλον ἀνάγεται, προσπήγνυται, ἀλλὰ τῷ ξύλῳ τῆς ζωῆς ἀποκαθίστησιν, ἀλλὰ σώζει καὶ λῃστὴν συσταυ ρούμενον, ἀλλὰ σκοτίζει πᾶν τὸ ὁρώμενον. ὄξος ποτίζεται, χολὴν βρωματίζεται· τίς; ὁ τὸ ὕδωρ εἰς οἶνον μεταβαλών, ὁ τῆς πικρᾶς γεύσεως καταλυτής, ὁ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία. παραδίδωσι τὴν ψυχήν, ἀλλ' ἐξουσίαν ἔχει πάλιν λαβεῖν αὐτήν, ἀλλὰ καταπέτασμα ῥήγνυται, τὰ γὰρ ἄνω παραδείκνυται, ἀλλὰ πέτραι σχίζονται, ἀλλὰ νεκροὶ ἐγείρονται. ἀποθνήσκει, ζωο ποιεῖ δέ, καὶ καταλύει τῷ θανάτῳ τὸν θάνατον. θάπτεται, ἀλλ' ἀνίσταται. εἰς ᾅδου κάτεισιν, ἀλλ' ἀνάγει ψυχάς, ἀλλ' εἰς οὐρανοὺς ἄνεισιν, ἀλλ' ἥξει κρῖναι ζῶντας καὶ νεκρούς, καὶ τοὺς τοιούτους βασανίσαι λόγους. εἰ ταῦτα ἐμποιεῖ σοι τῆς πλάνης τὴν ἀφορμήν, ἐκεῖνά σου λύει τὴν πλάνην.
21 Ταῦτα τοῖς αἰνιγματισταῖς παρ' ἡμῶν, οὐχ ἑκόντων μέν· οὐ γὰρ ἡδὺ τοῖς πιστοῖς ἀδολεσχία καὶ λόγων ἀντίθεσις, ἀρκεῖ γὰρ καὶ εἷς ἀντικείμενος· πλὴν ἀναγκαίως διὰ τοὺς ἐμπίπτοντας, ἐπεὶ καὶ διὰ τὰς νόσους τὰ φάρμακα, ἵν' εἰδῶσι μὴ πάντα ὄντες σοφοὶ μηδὲ ἀήττητοι τὰ περιττὰ καὶ κενοῦντα τὸ εὐαγγέλιον. ὅταν γὰρ τὸ τοῦ λόγου δυνατὸν προβαλλώμεθα, τὸ πιστεύειν ἀφέντες, καὶ τὸ τοῦ πνεύματος ἀξιόπιστον ταῖς ζητήσεσι λύσωμεν, εἶτα ἡττηθῇ τοῦ μεγέθους τῶν πραγμάτων ὁ λόγος, -ἡττηθήσεται δὲ πάντως, ἀπὸ ἀσθενοῦς ὀργάνου τῆς ἡμετέρας διανοίας ὁρμώμενος, -τί γίνεται; τὸ ἀσθενὲς τοῦ λόγου τοῦ μυστηρίου φαίνεται· καὶ οὕτω κένωσις τοῦ σταυροῦ τὸ τοῦ λόγου κομψὸν ἀναδείκνυται, ὡς καὶ Παύλῳ δοκεῖ. ἡ γὰρ πίστις τοῦ καθ' ἡμᾶς λόγου πλήρωσις. ὁ δὲ ἀναγ γέλλων συνδέσμους, καὶ λύων κρατούμενα, ὁ καὶ ἡμῖν ἐπὶ νοῦν ἀγαγὼν διαλῦσαι στραγγαλιὰς βιαίων δογμάτων, μάλιστα μὲν καὶ τούτους μεταβαλὼν ποιήσειεν πιστοὺς ἀντὶ τεχνολόγων, καὶ Χριστιανοὺς ἀνθ' ὧν νῦν ὀνομάζονται. τοῦτο δὴ καὶ παρακαλοῦμεν· δεόμεθα ὑπὲρ Χριστοῦ· καταλλάγητε τῷ θεῷ, καὶ τὸ πνεῦμα μὴ σβέννυτε· μᾶλλον δέ, καταλλαγείη Χριστὸς ὑμῖν, καὶ τὸ πνεῦμα ὀψὲ γοῦν ἀναλάμψειεν. εἰ δὲ λίαν ἔχοιτε φιλονείκως, ἀλλ' ἡμεῖς γε σώζοιμεν ἡμῖν αὐτοῖς τὴν τριάδα, καὶ ὑπὸ τῆς τριάδος σωζοίμεθα,