8
ΚΕΦΑΛ. Βʹ. Καὶ πόλεις Σοδόμων καὶ Γομόῤῥας τεφρώσας καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς. Βούλει τὴν αἰτίαν μαθεῖν δι' ἣν τότε ταῦτα ἐγένετο; ἓν ἦν ἁμάρτημα μὲν χαλεπὸν καὶ ἐπάρατον· πλὴν ἀλλ' ἐν παισὶν ἐπεμένοντο οἱ τότε· καὶ διὰ τοῦτο ταύτην ἔδοσαν τὴν δίκην. Ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον, ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον, ἐκώλυσε τὴν τοῦ προφήτου παραφρονίαν. Εἰ εἰς ὄνον ἐνήργησε καὶ εἰς μάτην ἡ τοῦ Θεοῦ χάρις, δι' οἰκονομίαν καὶ τὴν τῶν Ἰσραηλιτῶν ὠφέλειαν, εὔδηλον ὅτι εἰς ἡμᾶς παραιτήσεται ἐνεργεῖν, ἀλλ' ἀνέξεται καὶ τοῦτο δι' ἡμᾶς.
IN PRIMAM S. JOANNIS EPISTOLAM.
ΚΕΦΑΛ. Γʹ.
Ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν· ὅτι ἀπ' ἀρχῆς ὁ διάβολος
ἁμαρτάνει· εἰς τοῦτο ἐφανερώθη ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. Ἐπείπερ πρὸ πάντων τραπεὶς ὁ διάβολος ἐν τῷ ἁμαρτάνειν γέγονεν, ἐξ αὐτοῦ χρηματίζει πᾶς ὁ ἁμαρτητικῶς ἐνεργῶν. Προάρχεται γὰρ ἐν τῷ ἁμαρτάνοντι δι' ὑπερβολὴν πονηρῶν λογισμῶν, ὡς ἐπὶ τοῦ Ἰούδα. Ἀλλ' ἐρεῖ τις ὅτι γίνεται ὁ διάβολος ἐν τοῖς ἁμαρτάνουσι τῶν πρὸ αὐτοῦ ἡμαρτηκότων ἐν τῷ διδόναι αὐτῷ τόπον. Πρὸς ὃ λεκτέον ταυτὸν εἶναι τὸ ποιεῖν τὴν ἁμαρτίαν τῷ ἁμαρτάνειν, ἐν τῷ διδόναι τόπον τῷ διαβόλῳ. ∆ίδωσι γὰρ αὐτῷ τόπον ἐπιθυμίᾳ ὑπαχθεὶς μετὰ τὸ δέξασθαι αὐτόν· πρακτικῶς ἐπιτελῶν τὴν ἁμαρτίαν.
Τοῦτο γὰρ σημαίνει τὸ ποιεῖν αὐτήν· εὖ δὲ καὶ τὸ εἰπεῖν, ποιῶν, ἀλλ' οὐ, ποιήσας· τοῦ μετανοήσαντος οὐκέτι ὄντος ἐκ τοῦ διαβόλου, ἀλλὰ μόνου τοῦ ἐνεργοῦντος αὐτὴν ἔτι. Οὕτω γὰρ καὶ τῆς ἁμαρτίας δοῦλός ἐστιν ὁ ποιῶν, ἀλλ' οὐχ ὁ ποιήσας αὐτήν. Πῶς γὰρ, Ὁ ποιῶν τὴν ἁμαρτίαν, φησὶ, δοῦλος αὐτῆς ἐστιν; Ὃς δ' ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου, καὶ θεωρεῖ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα, καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ Θεοῦ μένει ἐν αὐτῷ; 64.1061 Ὅταν ἴδῃς πένητα, μὴ παραδράμῃς, ἀλλ' εὐθέως ἐννόησον τίς ἂν ἦς, εἰ σὺ ἐκεῖνος· τί οὐκ ἂν ἠθέλησας πάντας σοι ποιεῖν; Τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ γλώσσῃ, ἀλλ' ἔργῳ καὶ ἀληθείᾳ. Οὐ γὰρ ἀρκεῖ προστῆναι, ἀλλὰ μετὰ δαψιλείας καὶ γνώμης ἀλύπου τοῦτο δεῖ ποιεῖν· μᾶλλον δὲ οὐ μετὰ ἀλύπου μόνον, ἀλλὰ μετὰ φαιδρᾶς καὶ χαιρούσης ψυχῆς.
ΚΕΦΑΛ. ∆ʹ.
Ὁ μὴ ἀγαπῶν, οὐκ ἔγνω τὸν Θεὸν, ὅτι ὁ Θεὸς ἀγάπη ἐστί. Ἀγάπην ποίαν
φησί; Τὴν εἰλικρινῆ, οὐ τὴν μέχρι ῥημάτων, ἀλλὰ τὴν ἀπὸ διαθέσεως καὶ γνώμης, καὶ τοῦ συναλγεῖν ἐκ καθαρᾶς καρδίας. Ἔστι γὰρ ἀγάπη καὶ ἡ τῶν πονηρῶν· οἷον λῃσταὶ λῃστὰς φιλοῦσι, καὶ ἀνδροφόνοι ἀνδροφόνους. Ἀλλ' οὐκ ἔστι τοῦτο ἀπὸ συνειδήσεως ἀγαθῆς, ἀλλ' ἀπὸ κακῆς.