1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

8

Ἡ ἐπιθυμία. Ἵνα οὖν δείξῃ αὐτοῦ τὴν σεμνότητα, ξένον τῇ μεθόδῳ τὴν ἐπιθυμίαν ἐκάλεσεν. Οὐ δέποτε γὰρ ἀλλότριον γάμον διώρυξεν. οὐδὲ ἀδί κοις ἐθεάσατο τοῖς ὀφθαλμοῖς· ἀλλὰ τρωθεὶς δὴ εἰς ἐκεί νην τὴν γυναῖκα τὴν σεμνότητα ἀπώλεσε, καὶ μικρὸν ῥᾳθυμήσας ἐξέπεσε τοῦ προσήκοντος Ἦλθεν ὁ ξένος, ἡ ἐπιθυμία ἡ ἀκόλαστος, ἡ θηριώδης ἐκείνη ἦλθε πρὸς αὐ τόν. Ξένος πρὸς τὸν πλούσιον ἐκεῖνον ἦλθε, καὶ οὐκ ἔλα βεν ἀπὸ τῶν ποιμνίων καὶ βουκολίων αὐτοῦ· ἀλλ' ἔπεμψε καὶ ἔλαβε τὴν ἀμνάδα ἐκείνην, τὴν ἐν τῷ κόλπῳ τοῦ πένητος καθεύδουσαν, καὶ ἀπὸ τῆς τραπέζης αὐτοῦ ἐσθίουσαν. Τί οὖν; Ὠργίσθη ὁ βασιλεύς.

Ἐνόμιζε γὰρ ἀλλοτρίαν δίκην δικάζειν. Ὠργίσθη ὁ βασιλεὺς, καὶ τὸ δίκαιον ἐξεφώνησε μετὰ πολλῆς τῆς λαμπρότητος. Οὐ γὰρ ἦν φιλοστοργία ἡ λυμαινομένη τὸ δίκαιον. Ῥομφαίᾳ, φησὶν, ἀποθανεῖται, καὶ τὴν ἀμνάδα τετραπλάσιον ἀπο τίσει. Ὑπὲρ τὸν νόμον κελεύει. Ὁ γὰρ νόμος κελεύει τὸν κλέπτοντα τετραπλασίονα ἀποδιδόναι· αὐτὸς δὲ ὑπερβέ βηκε τὸν νόμον· κελεύει γὰρ καὶ αὐτὸν ἀναιρεθῆναι, καὶ ἐν τετραπλῷ ἀποτῖσαι. Ἐξήνεγκε τὴν ψῆφον, καὶ τὴν καταδίκην ἀπήρτισε. Ῥίπτει οὖν τὸ προσωπεῖον ὁ προ φήτης, καὶ λέγει· Σὺ εἶ, βασιλεῦ. Ὢ τομὴ, οὐ ξίφει τέ μνουσα τὴν αἴσθησιν τῆς ὀδύνης, ἀλλ' ἐν τῇ συντομίᾳ τοῦ ἐλέγχου! Ὅτε γὰρ ἔδει, ὑπεκρίνατο τὸ δρᾶμα· ὅτε δὲ χρεία ἦν τοῦ ἐλέγχου, εὐθέως ἔδωκε καὶ ἀπέτεμεν, οὐ πολλὴν ὀδύνην ἐργασάμενος· Σὺ εἶ, βασιλεῦ. Τί οὖν αὐ τός; Ἡμάρτηκα τῷ Κυρίῳ. Ὁρᾷς καὶ ἐν τῇ νόσῳ τὴν εὐγένειαν τῆς ψυχῆς; Οὐκ εἶπε πρὸς αὐτόν· Ὦ ἄθλιε καὶ ταλαίπωρε, οὔτε φανερῶς ἐλέγξαι ἐβουλήθη. Τί οὖν λέγει ὁ βασιλεύς; Ἡμάρτηκα τῷ Κυρίῳ Τί δὲ ὁ προ 55.573 φήτης; Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Ὀξεῖα ἡ μετάνοια· ἀλλ' ὀξυτέρα ἡ συγχώρησις. Λέγε σὺ τὰς ἀνομίας σου, φησὶ, πρῶτος, ἵνα δικαιωθῇς. ∆ιὰ πρα γμάτων ἥμαρτες, καὶ διὰ ῥημάτων μετανόει. ζʹ. Ταῦτα λέγω, ἵνα ἀκούσωσιν οἱ ἁμαρτωλοὶ καὶ οἱ ἐμπεπτωκότες ἁμαρτήμασι, καὶ μὴ ἀπογινώσκωσι τῆς ἑαυτῶν σωτηρίας. Ἡμάρτηκα, φησὶ, τῷ Κυρίῳ. Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Σὺ μὲν εἶπας· Ῥομφαία πεσεῖται ἐπ' αὐτόν· ἀλλὰ ἐγὼ, Σὺ οὐκ ἀποθανῇ. Εἶδες πῶς ἔλυσεν ὁ Θεὸς τὴν δίκην τοῦ προφήτου; Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Ἀλλ' ἐπὶ τὴν ἀρχὴν ἀναδράμωμεν. Ψαλμὸς τῷ ∆αυῒδ, ὅτε εἰσῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης.

Ἐνταῦθα δείκνυται αὐτοῦ ἡ εὐγνωμοσύνη καὶ συγχώρησις. Ἰδὲ οὖν, ἔμαθες πῶς ἐθεραπεύθη, καὶ ποῖον φάρμακον ἐδέ ξατο, Ὅταν δὲ ὁ Θεὸς δικαιοῖ, τίς κατακρίνει; Οὐ γὰρ εἶπεν, ὅτι Ἐγὼ συγχωρῶ, ἀλλ', ὅτι Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Ἔτεμε τὸ ἕλκος, διωρθώσατο τὸ τραῦ μα. Οὐ μὴ ἀποθάνῃς, φησί. Ταῦτα εἰπὼν ἀπῆλθε. Θέλω δὲ δεῖξαι λοιπὸν καὶ τὴν τούτου εὐγνωμοσύνην, καὶ τὴν τῆς διανοίας διόρθωσιν, ποίαν ἔλαβε συγχώρησιν τοῦ ἁμαρτήματος, ποίαν εὗρεν ἄφεσιν τοῦ πλημμελή ματος. Καὶ γὰρ ὅτε ἦλθεν Οὐρίας ἀπὸ τῆς συμμαχίας, καὶ τὴν νίκην τοῦ πολέμου τῷ βασιλεῖ ἐμήνυσε, βουλό μενος ὁ βασιλεὺς τὸν ἄνδρα λαθεῖν τὸν ἠδικημένον, ὅτι ἐμοίχευσεν εἰς τὴν γυναῖκα αὐτοῦ, τοσαύτην ἔθετο σπουδὴν τοῦ κρύψαι τὴν ἁμαρτίαν, ὅτι καὶ φόνον συν έπλεξε τῇ μοιχείᾳ· καὶ μετὰ ταῦτα γέγονε φιλόσοφος ἀπὸ τῆς μετανοίας, ὁ ἀποκρύπτων πρότερον τὸ ἁμάρτημα τὸ ἑαυτοῦ εἰς μετάνοιαν ἦλθε· καὶ μετὰ τὴν συγχώρη σιν τὴν ἀπὸ τῆς τοῦ Θεοῦ ἐπινεύσεως γενομένην, μετὰ τὸ ἐλθεῖν τὸν προφήτην, καὶ εἰπεῖν, ὅτι Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς, οὐ μόνον οὐ κρύ πτει τὸ πάθος, ἀλλὰ καὶ μετὰ ταῦτα πάσαις ταῖς γενεαῖς εὔδηλον κατέστησε, καὶ ψαλμὸν ἔγραψεν, ἵνα καὶ οἱ μετὰ ταῦτα μάθωσι, πόσην τραγῳδίαν ἔχει τὸ πάθος. Ἐπειδὴ γὰρ ἦλθεν ἡ μετάνοια, ἐκόμισε τὴν παῤῥησίαν. Ἐγὼ ἐσώθην, φησί· διὰ τί μὴ σώζονται καὶ ἄλλοι διὰ τοῦ ἐμοῦ διηγήματος; Ὁ Θεός μοι συνεχώρησε. ∆ιὰ τοῦτο γράφω ταῦτα, ἵνα καὶ τὸ ἕλκος μάθωσι καὶ τὸ φάρμακον. Οὐ φοβοῦμαι τὴν αἰσχύνην, ἐπειδὴ ἐπιθυμῶ τῆς ἐμαυ τοῦ σωτηρίας. Οὕτω καὶ Παῦλος ποιεῖ· τὰ ἀφεθέντα αὐτῷ ἁμαρτήματα στηλιτεύει, καὶ