ἡμέραν καὶ τὴν νύκτα οὐ δύνανται προσκαρτερεῖν, ἀλλά τινες μὲν αὐτῶν σχολάζουσι τῇ εὐχῇ ὥρας ἓξ καὶ βούλονται ἀναγνῶναι, ἄλλοι δὲ προθύμως διακονοῦσιν, ἄλλοι ἐξ αὐτῶν ἐργάζονταί τι ἔργον. ὀφείλουσιν οὖν οἱ ἀδελφοί, εἴ τι ποιοῦσιν, ἐν ἀγάπῃ καὶ χαρᾷ εἶναι μετ' ἀλλήλων. καὶ ὁ ἐργαζόμενος περὶ τοῦ εὐχομένου οὕτω λεγέτω ὅτι ὃν ὁ ἀδελφός μου κτᾶται θησαυρόν, ἐπεὶ κοινός ἐστι, κἀγὼ ἔχω· καὶ ὁ εὐχόμενος περὶ τοῦ ἀναγινώσκοντος οὕτω λεγέτω ὅτι ὃ ἐκεῖνος ὠφελεῖται εἰς τὴν ἀνάγνωσιν, εἰς ἐμὸν κέρδος προχωρεῖ· καὶ ὁ ἐργαζόμενος αὖθις τοῦτο λεγέτω ὅτι τὴν διακονίαν ἣν ποιῶ, κοινή ἐστιν ὠφέλεια. ὥσπερ γὰρ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστι σῶμα, καὶ βοηθοῦσιν ἀλλήλοις καὶ ἕκαστον ἴδιον ἔργον ἐκτελεῖ, πλὴν ὁ ὀφθαλμὸς ὑπὲρ ὅλου τοῦ σώματος βλέπει καὶ ἡ χεὶρ ὑπὲρ ὅλων τῶν μελῶν ἐργάζεται καὶ ὁ ποὺς περιπατεῖ ὅλα τὰ μέλη ἐπιφερόμενος, καὶ ἄλλο συμπάσχει, οὕτω καὶ οἱ ἀδελφοὶ μετ' ἀλλήλων ἤτωσαν. καὶ μήτε ὁ εὐχόμενος κρινέτω τὸν ἐργαζόμενον· διὰ τί οὐκ εὔχεται· μήτε ὁ ἐργαζόμενος κρινέτω τὸν εὐχόμενον ὅτι ἐκεῖνος παραμένει κἀγὼ ἐργάζομαι, μήτε ὁ διακονῶν κρινέτω τὸν ἕτερον. ἀλλ' ἕκαστος εἴ τι ποιεῖ, εἰς δόξαν θεοῦ. ὁ ἀναγινώσκων τὸν εὐχόμενον ἔχει ἐν ἀγάπῃ καὶ χαρᾷ τοῦτο λογιζόμενος ὅτι ὑπὲρ ἐμοῦ εὔχεται, καὶ ὁ εὐχόμενος περὶ τοῦ ἐργαζομένου τοῦτο λογιζέσθω ὅτι ὃ ποιεῖ, εἰς κοινὴν ὠφέλειαν ποιεῖ. καὶ οὕτω δύναται ὁμοφωνία πολλὴ καὶ εἰρήνη καὶ συμφωνία ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης κρατεῖν ἀλλήλους, καὶ συνδιάγειν μετ' ἀλλήλων ἐν ἀκεραιότητι καὶ ἀφελότητι καὶ εὐδοκίᾳ θεοῦ. τὸ δὲ κεφαλαιωδέστερον πάντων δηλονότι ἡ προσκαρτέρησίς ἐστι τῆς εὐχῆς. πλὴν δὲ ἓν ζητεῖται, ἵνα ἔχῃ τις θησαυρὸν ἐν τῇ ψυχῇ καὶ τὴν ζωήν, ἥτις ἐστὶν ὁ κύριος, ἐν τῷ νῷ· εἴτε ἐργάζεται εἴτε εὔχεται εἴτε ἀναγινώσκει, ἵνα ἔχῃ ἐκεῖνο τὸ κτῆμα τὸ μὴ παρερχόμενον, ὅ ἐστι τὸ ἅγιον πνεῦμα. Εἰσὶ δέ τινες τοῦτο λέγοντες ὅτι ὁ κύριος μόνους φανεροὺς καρποὺς ἀπαιτεῖ παρὰ τῶν ἀνθρώπων, τὰ δὲ κρυπτὰ ὁ θεὸς κατορθοῖ. οὐχ οὕτως δέ εἰσι τὰ πράγματα, ἀλλ' ὥσπερ εἰς τὸν ἔξω ἄνθρωπον ἀσφαλίζεται, οὕτως ὀφείλει καὶ ἐν τοῖς λογισμοῖς ποιεῖν ἀγῶνα καὶ πόλεμον. ἀπαιτεῖ σε γὰρ ὁ κύριος, ἵνα ὀργισθῇς σεαυτῷ καὶ μάχην ποιήσῃς μετὰ τοῦ νοός σου, μήτε συμφωνήσῃς μήτε συνηδυνθῇς τοῖς λογισμοῖς τῆς κακίας. λοιπὸν τὸ ἐκριζῶσαι τὴν ἁμαρτίαν καὶ τὸ συνὸν κακόν, τοῦτο τῇ θείᾳ δυνάμει μόνον δυνατόν ἐστι κατορθῶσαι. οὐκ ἔξεστι γὰρ οὔτε δυνατὸν ἀνθρώπῳ ἐξ ἰδίας δυνάμεως ἐκριζῶσαι τὴν ἁμαρτίαν. τὸ ἀντιπαλαῖσαι, ἀντιμαχεσθῆναι, δεῖραι, δαρῆναι σόν ἐστιν· ἐκριζῶσαι δὲ θεοῦ ἐστιν. εἰ γὰρ σὺ ἠδύνου τοῦτο ποιῆσαι, τίς χρεία τῆς ἐλεύσεως τοῦ κυρίου; ὡς γὰρ οὐκ ἔστι τὸν ὀφθαλμὸν ἄνευ φωτὸς βλέπειν ἢ λαλεῖν ἄνευ γλώττης ἢ ἀκούειν ἄνευ ὤτων ἢ περιπατεῖν ἄνευ ποδῶν ἢ ἐργάζεσθαι ἄνευ χειρῶν, οὕτως οὐ δύναταί τις ἄνευ τοῦ Ἰησοῦ σωθῆναι ἢ εἰσελθεῖν εἰς βασιλείαν οὐρανῶν. Εἰ δὲ λέγεις ὅτι ἐν τοῖς φαινομένοις οὐ πορνεύω, οὐ μοιχεύω, οὔκ εἰμι φιλάργυρος, λοιπὸν δίκαιός εἰμι, πεπλάνησαι ἐν τούτῳ νομίσας ὅτι πάντα ἐξετέλεσας. οὔκ εἰσι μόνον τρία μέρη τῆς ἁμαρτίας, εἰς ἃ ὀφείλει τις ἀσφαλίσασθαι, ἀλλὰ μυρία· ἡ ἀφοβία, ἡ τύφωσις, ἡ ἀπιστία, τὸ μῖσος, ὁ φθόνος, ἡ δολιότης, ἡ ὑπόκρισιςπόθεν ἐστίν; οὐκ ὀφείλεις πρὸς ταῦτα ἔχειν τὴν πάλην καὶ τὸν ἀγῶνα ἐν τοῖς λεληθόσιν, ἐν τοῖς λογισμοῖς; ὥσπερ ἐὰν ᾖ λῃστὴς ἐν οἰκίᾳ, τὸ λοιπὸν ὑποθλίβει σε καὶ οὐκ ἐᾷ σε ἀμεριμνεῖν, ἄρχῃ δὲ καὶ σὺ ἀντιτύπτειν αὐτόν, δέρεις, δέρῃ, οὕτως ὀφείλει καὶ ἡ ψυχὴ ἀντιπίπτειν καὶ ἀντιμάχεσθαι καὶ ἀντικρούειν. λοιπὸν ἡ προαίρεσις ἀντιμαχομένη καὶ ἔχουσα πόνον καὶ θλῖψιν ἄρχεται ἀνωτέρα γίγνεσθαι· πίπτει, ἐγείρεται, πάλιν ῥίπτει ἡ ἁμαρτία, εἰς δέκα ἢ εἰς εἴκοσιν ἀγῶνας νικᾷ τὴν ψυχὴν καὶ ῥίπτει, καὶ ἡ ψυχὴ διὰ χρόνου εἰς μίαν ἀγωγὴν νικᾷ τὴν ἁμαρτίαν. πάλιν ἐὰν ὑπομείνῃ ἡ ψυχὴ καὶ μὴ χαυνωθῇ, κατὰ μέρος ἄρχεται πλεονάζειν καὶ διακρίνειν καὶ