Εὐρώπης, ἐπείπερ ἀλλήλων καταστασιάσαντες οἱ ἐξ Ἄγαρ τὴν μεγίστην ἀρχὴν εἰς πολλὰς ἐμερίσαντο, ἄλλος ἄλλης κατάρχων, καὶ εἰς ἐμφυλίους πολέμους τὸ ἔθνος ἐχώρησεν, ἀρχηγὸς Περσίδος καὶ Χωρασμίων καὶ Ἀβριτανῶν καὶ Μηδίας ὑπάρχων τότε Μουχούμετ ὁ τοῦ Ἰμβραὴλ κατὰ τοὺς χρόνους Βασιλείου τοῦ αὐτοκράτορος καὶ πολεμῶν Ἰνδοῖς καὶ Βαβυλωνίοις, ἐπειδὴ πρὸς τὸ κατόπιν ἑώρα χωροῦντα ἑαυτῷ τὰ πράγματα, ἔγνω δεῖν πρὸς τὸν Οὔννων διαπρεσβεύσασθαι ἄρχοντα καὶ ξυμμαχίαν ἐκεῖθεν αἰτήσασθαι. Τῆς γοῦν πρεσβείας κατευθυνθείσης αὐτῷ, συνέπεμπε τοῖς πρέσβεσι καὶ δῶρα πολυτελῆ· ἐπανῄεσαν γοῦν οἱ πρέσβεις ξυμμάχους φέροντες τρισχιλίους ἀρχηγὸν ἔχοντας Ταγγρολίπηκα Μουκάλετ τὸν υἱὸν Μικεήλ, οἳ διαπεραιωσάμενοι τὸν Ἄραξιν κατὰ τὴν ἐν αὐτῷ γέφυραν πεπυργωμένην ἑκατέρωθεν οὖσαν ἐς τὴν Περσίδα φοιτῶσι. Συμμίξας οὖν ὁ Μουχούμετ τῷ ἑαυτοῦ στρατεύματι τοὺς μισθοφόρους Τούρκους προσβάλλει τῷ τῶν Ἀράβων ἄρχοντι Πισασιρίῳ καὶ ῥᾷον αὐτὸν κατατροποῦται. Ἐπανελθὼν δὲ εἰς τὴν ἑαυτοῦ ἔσπευσε καὶ πρὸς τοὺς πολεμοῦντας Ἰνδοὺς μετὰ τῶν ξυμμάχων διαγωνίσασθαι. Παραιτουμένων δ' ἐκείνων καὶ πρὸς τὴν ἑαυτῶν ἐκλιπαρούντων ἐξαποστέλλειν, ἀνεθείσης σφίσι τῆς ἐν τῇ γεφύρᾳ φυλακῆς τοῦ Ἀράξιδος, ἐπείπερ ἐκεῖνος ἐνέκειτο καὶ βίαν ἐπενεγκεῖν ἐβουλεύετο, δείσαντες οἱ Τοῦρκοι μὴ πάθοιέν τι δεινὸν πρὸς ἀποστασίαν χωροῦσι καὶ τὴν Καρβωνῖτιν ἔρημον ὑποδύντες διὰ τὸ μὴ θαρρεῖν ὀλίγους πρὸς τοσαύτας ἀντιπαρατάξασθαι μυριάδας, ἐκεῖθεν ἐκδρομὰς ποιούμενοι τὰ τῶν Σαρακηνῶν ἐδῄουν καὶ ἔφθειρον. 1.8 ∆υσανασχετῶν δ' ἐπὶ τοῖς γενομένοις ὁ Μουχούμετ στρατὸν ἀθροίσας ἀμφὶ τὰς εἴκοσι χιλιάδας ἐκπέμπει κατὰ τῶν Τούρκων, δέκα στρατηγοὺς αὐτῷ ἐπιστήσας τῶν ἐπ' ἀνδρίᾳ καὶ συνέσει μαρτυρουμένων Σαρακηνῶν. Ἄραντες οὖν οὗτοι πρὸς τὴν Καρβωνῖτιν ἠπείγοντο, ἀλλ' εἰσιέναι μὲν τὴν ἔρημον διά τε τὴν τοῦ ὕδατος σπάνιν καὶ τὴν τροφῶν ἔνδειαν ἀλυσιτελὲς εἶναι ᾤοντο, ἔγγιστα δὲ τοῦ στόματος τῆς ἐρήμου στρατοπεδεύσαντες διεσκοποῦντο τὰ πρὸς τὸν πόλεμον. Ὁ δὲ Ταγγρολίπηξ ἐς τὸ βάθος αὐλιζόμενος τῆς ἐρήμου, ἐπείπερ ἔγνω τὴν κατ' αὐτοῦ ἐκστρατείαν, τοῖς μετ' αὐτοῦ κοινολογησάμενος καὶ ξυμφέρον εἶναι κρίνας νυκτὸς τοῖς Ἀγαρηνοῖς ἐπιθέσθαι καὶ Πέρσαις, ταχυπορίᾳ χρησάμενος ἐπὶ δυσὶν ἡμέραις ἐπιτίθεται τῇ τρίτῃ νυκτὸς αὐτοῖς ἀφυλάκτως σκηνοῦσι καὶ μηδὲν προσδεχομένοις κακὸν καὶ κατατροποῦται τούτους ῥᾳδίως. Ἐντεῦθεν λείας ὅτι πλείστης γενόμενος ἐγκρατὴς καὶ ἁρμάτων καὶ ἵππων κυριεύσας πολλῶν, οὐκέτι λοιπὸν περὶ τὴν Καρβωνῖτιν ηὐλίζετο, οὐδὲ λαθραίας ἐποιεῖτο τὰς ἐπιθέσεις ὡς φυγὰς καὶ λῃστής, ἀλλὰ φανερῶς τῶν ὑπαίθρων ἀντεποιεῖτο, προσρυϊσκομένων αὐτῷ καὶ τῶν ὅσοι διὰ κακουργίας τότε θάνατον ἐδεδίεσαν, δούλων τε οὐκ ὀλίγων καὶ τῶν χαιρόντων ταῖς ἁρπαγαῖς, ὡς ἐν βραχεῖ τῷ χρόνῳ δύναμιν ἀθροισθῆναι μεγίστην περὶ αὐτόν, οὐκ ἐλάττω τῶν πέντε μυριάδων. Τὰ μὲν κατ' ἐκεῖνον ἐφέρετο τῇδε· ὁ δὲ Μουχούμετ μὴ ἐνεγκὼν τὰ ξυμβάντα μετρίως, τοὺς μὲν δέκα στρατηγοὺς ὑποστρέψαντας ἀπετύφλωσε, τοὺς δὲ τὸν κίνδυνον ἀποδράσαντας στρατιώτας θριαμβεύσειν ἠπείλησε γυναικείους περιβεβλημένους στολάς, αὐτὸς δὲ πρὸς ἀντιπαράταξιν καθωπλίζετο. 1.9 Ἀλλ' οἱ μὲν στρατιῶται τὰς ἐκείνου ἐνωτισάμενοι ἀπειλὰς προσχωροῦσι τῷ Ταγγρολίπηκι. Το σαύτης οὖν προσγενομένης ἐκείνῳ καὶ τηλικαύτης δυνάμεως, ἀγείρας ἅπαντα τὸν στρατὸν πρὸς τὸν Μουχούμετ ἠπείγετο, καθολικῇ μάχῃ σπεύδων κρῖναι τὰ πράγματα. Ἀλλὰ κἀκεῖνος Σαρακηνοὺς καθοπλίσας καὶ Πέρσας καὶ Καβείρους καὶ Ἄραβας καὶ στρατὸν συστησάμενος περί που τὰς πεντήκοντα μυριάδας, φέρων δὲ καὶ πυργοφόρους ἐλέφαντας ἑκατόν, ἔσπευδεν ἀντιμετώπως στῆναι τῷ Ταγγρολίπηκι. Ὑπαντιάζει γοῦν αὐτῷ κατὰ τὸν λεγόμενον Ἀσπαχᾶν καὶ γενομένης μάχης καρτερωτάτης ἔπεσον μὲν ἐξ ἑκατέρων πολλοί, πίπτει δὲ καὶ αὐτὸς ὁ Μουχούμετ, οὔτε τόξῳ βληθεὶς οὔτε δόρατι, ἀλλ' ἐφιππαζόμενος καὶ τὸν οἰκεῖον