καὶ ἐκ τοῦ ἐφ' ἡμῖν κατὰ τὴν ὁρμὴν ἡμῶν ἐνεργηθησομένοις. εἰ γὰρ καὶ καθ' ὑπόθεσιν μὴ γινώσκοι ὁ θεὸς τὰ ἐσόμενα, οὐ παρὰ τοῦτο ἀπολοῦμεν τὸ τάδε τινὰ ἐνεργήσειν καὶ τάδε θελήσειν· πλέον δὲ ἀπὸ τῆς προγνώσεως γίνεται τὸ κατάταξιν λαμβάνειν εἰς τὴν τοῦ παντὸς διοίκησιν χρειώδη τῇ τοῦ κόσμου καταστάσει τὸ ἑκάστου ἐφ' ἡμῖν. 6.4 εἰ τοίνυν τὸ ἑκάστου ἐφ' ἡμῖν αὐτῷ ἔγνωσται, καὶ διὰ τοῦτο προεωραμένον αὐτῷ διατάττεσθαι ἀπὸ τῆς προνοίας τὸ κατ' ἀξίαν παντί τῳ εὔλογον καὶ τὸ τί εὔξηται <καὶ> ποίαν διάθεσιν ἔχων ὁ δεῖνα οὕτως πιστεύων καὶ τί βουλόμενος αὐτῷ γενέσθαι προκατ ειλῆφθαι· οὗ προκαταληφθέντος, καὶ τοιοῦτόν τι ἀκολούθως ἐν τῇ διατάξει τετάξεται, ὅτι τοῦδε μὲν ἐπακούσομαι συνετῶς εὐξομένου δι' αὐτὴν τὴν εὐχὴν, ἣν εὔξεται, τοῦδε δὲ οὐκ ἐπακούσομαι ἤτοι διὰ τὸ ἀνάξιον αὐτὸν ἔσεσθαι τοῦ ἐπακουσθήσεσθαι ἢ διὰ τὸ ταῦτα αὐτὸν εὔξασθαι, ἃ μήτε τῷ εὐχομένῳ λυσιτελεῖ λαβεῖν μήτε ἐμοὶ πρέπον παρασχεῖν· καὶ κατὰ τήνδε μὲν τὴν εὐχὴν, φέρε εἰπεῖν, τοῦ δεῖνος οὐκ ἐπακούσομαι αὐτοῦ κατὰ τήνδε δὲ ἐπακούσομαι. (ἐὰν δέ τις ταράττηται διὰ τὸ μὴ οὐ ψεύσασθαι τὸν θεὸν τὰ μέλλοντα προεγνωκότα, ὡς τῶν πραγμάτων κατηναγκασμένων, λεκτέον πρὸς τὸν τοιοῦτον ὅτι αὐτὸ τοῦτο τῷ θεῷ ἔγνωσται ἀραρότως, τὸ μὴ ἀραρότως τόνδε τινὰ τὸν ἄνθρωπον καὶ βεβαίως βούλεσθαι τὰ κρείττονα ἢ οὕτω θελήσειν τὰ χείρονα, ὥστε ἀνεπίδεκτον αὐτὸν ἔσεσθαι μεταβολῆς τῆς ἐπὶ τὰ συμφέροντα.) καὶ πάλιν τάδε μέν τινα ποιήσω τῷδε εὐξομένῳ, ἐμοὶ γὰρ τοῦτο πρέπον ἐστὶν οὐ ψεκ τῶς μοι εὐξομένῳ οὐδὲ ἀμελῶς περὶ τὴν εὐχὴν ἀναστραφησομένῳ· τῷδε δὲ ἐπὶ ποσὸν εὐξομένῳ «ὑπερεκπερισσοῦ ὧν» αἰτεῖται ἢ νοεῖ δωρήσομαι τάδε τινὰ, ἐμοὶ γὰρ τόνδε πρέπει νικᾶν ἐν ταῖς εὐποιΐαις καὶ χορηγεῖν πλείονα ὧν αἰτῆσαι κεχώρηκε. καὶ τῷδε μέν τινι τοιῷδε ἐσομένῳ τόνδε τὸν ἄγγελον λειτουργὸν ἐπιπέμψω, ἀπὸ τοῦδε ἀρξόμενον τοῦ χρόνου συνεργεῖν αὐτοῦ τῇ σωτηρίᾳ καὶ μέχρι τοῦδε συνεσόμενον, τῷδε δὲ τόνδε, φέρε εἰπεῖν, τὸν τοῦδε τιμιώτερον, τῷ τοῦδε ἐσομένῳ κρείττονι. τοῦδε δέ τινος, μετὰ τὸ ἐπιδεδωκέναι ἑαυτὸν λόγοις τοῖς διαφέρουσιν ὑπεκλυθησομένου καὶ παλινδρο μήσοντος ἐπὶ τὰ ὑλικώτερα, ἀποστήσω τόνδε τὸν κρείττονα συνερ γόν· οὗ ἀποστάντος, κατ' ἀξίαν αὐτοῦ χείρων τις ἥδε ἡ δύναμις, καιρὸν εὑρηκυῖα τοῦ ἐπιβαίνειν τῇ ῥᾳθυμίᾳ, ἐπιστᾶσα ἐπὶ τάδε τινὰ τὰ ἁμαρτήματα αὐτὸν, ἕτοιμον ἑαυτὸν πρὸς τὸ ἁμαρτάνειν δεδω κότα, προκαλέσεται. 6.5 οὕτως οὖν ἤδη οἱονεὶ ἐρεῖ ὁ προδιατασσόμενος τὰ ὅλα ὅτι Ἀμὼς γεννήσει τὸν Ἰωσίαν, ὅστις οὐ ζηλώσει τὰ τοῦ πατρὸς πταίσματα ἀλλὰ τυχὼν τῆσδε τῆς ἐπ' ἀρετὴν προτρεπούσης ὁδοῦ διὰ τῶνδε τῶν συνεσομένων καλὸς ἔσται καὶ ἀγαθὸς, ὅστις κατασκάψει τὸ τοῦ Ἱεροβοὰμ κακῶς οἰκοδομηθὲν θυσιαστήριον. οἶδα δὲ καὶ Ἰούδαν, ἐπιδημήσαντός μου τοῦ υἱοῦ τῷ τῶν ἀνθρώπων γένει, κατὰ μὲν τὰς ἀρχὰς ἐσόμενον καλὸν καὶ ἀγαθὸν ὕστερον δὲ ἐκτρα πησόμενον καὶ εἰς τὰ ἀνθρώπινα ἁμαρτήματα ἐκπεσούμενον, ὅντινα ἐπὶ τούτοις εὔλογον ἔσται παθεῖν τάδε τινά. (ἡ δὲ πρόγνωσις αὕτη τάχα μὲν ἐπὶ πάντων πάντως δὲ ἐπὶ Ἰούδα καὶ ἑτέρων μυστηρίων καὶ ἐν τῷ υἱῷ τοῦ θεοῦ γίνεται, ἑωρακότι τῇ κατανοήσει τοῦ ἐξε λιγμοῦ τῶν ἐσομένων τὸν Ἰούδαν καὶ τὰ ἁμαρτήματα τὰ ἁμαρτη θησόμενα αὐτῷ· ὥστε μετὰ καταλήψεως αὐτὸν, καὶ πρὶν γενέσθαι τὸν Ἰούδαν, διὰ τοῦ ∆αυῒδ εἰρηκέναι· «ὁ θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς» καὶ τὰ ἑξῆς.) εἰδὼς δὲ τὰ μέλλοντα, καὶ ὁποῖον τόνον ἕξει πρὸς τὴν θεοσέβειαν ὁ Παῦλος, ἐν ἐμαυτῷ μὲν, πρὶν κτίσαι τὸν κόσμον ἐπιβαλλόμενος τῇ ἀρχῇ τῆς κοσμοποιΐας, αὐτὸν ἐπιλέξομαι καὶ ταῖσδε συνεργούσαις ἀνθρώπων σωτηρίᾳ δυνάμεσιν ἅμα τῷ γεννηθῆναι παραθήσομαι, ἀφορίζων αὐτὸν «ἐκ κοιλίας μη τρὸς» καὶ ἐπιτρέπων κατὰ τὰς ἀρχὰς ἐν νεότητι ζήλῳ μετὰ ἀγνοίας ἐγγινομένῳ προφάσει θεοσεβείας διώκειν τοὺς εἰς τὸν Χριστόν μου πεπιστευκότας καὶ τηρεῖν «τὰ ἱμάτια» τῶν λιθοβολούντων τὸν θε ραπευτήν μου καὶ μάρτυρα Στέφανον, ἵνα νεανιευσάμενος ὕστερον ἀφορμῆς λαβόμενος καὶ μεταβαλόμενος ἐπὶ τὰ βέλτιστα