πεφευγέναι διὰ τὴν τοῦ βασιλικοῦ διατάγματος ἀπειλὴν περιέχουσαν, ὅτι "Εἴ τις οὐ κοινωνεῖ Θεοφίλῳ καὶ Ἀρσακίῳ καὶ Πορφυρίῳ, ὁ τοιοῦτος τῆς μὲν ἐπισκοπῆς εἰργέσθω· προσαπολλύτω δέ, εἴ τινα δοκεῖ ἔχειν οὐσίαν χρημάτων ἢ κτημάτων." μετὰ τὸν Κυριακὸν παρεγένετο Εὐλύσιος, ὁ Ἀπαμείας ἐπίσκοπος τῆς Βιθυνίας, ἐπιδοὺς γράμματα πεντε καίδεκα ἐπισκόπων τῆς συνόδου Ἰωάννου καὶ τοῦ καλογήρου Ἀνυσίου, τοῦ Θεσσαλονίκης ἐπισκόπου· ἐν οἷς οἱ μὲν τὴν προ γενομένην καὶ γινομένην ἀναδιδάσκουσι λαφυραγωγίαν πάσης 19 τῆς Κωνσταντινουπόλεως· ὁ δέ, ὡς ἐμμένει τῇ κρίσει τῇ τῶν Ῥωμαίων. ὁ δὲ καὶ αὐτὸς Εὐλύσιος διηγήσατο συνῳδὰ τῷ Κυριακῷ. παραδραμόντος δὲ μηνὸς ἡμερῶν ἐπέστη Παλλάδιος, ὁ ἐπίσκοπος Ἑλενουπόλεως, δίχα γραμμάτων, ὃς ἔλεγεν καὶ αὐτὸς πεφευγέναι τὴν τῶν ἀρχόντων μανίαν· ἐγκεντρότερον δὲ ἡμῖν ἀφηγήσατο, ἐπιδείξας ἀντίγραφον διατάγματος περιέχοντος, ὡς "Τὸν κρύπτοντα ἐπίσκοπον ἢ κληρικόν, ἢ ὅλως δεχόμενον ἐν οἰκίᾳ κοινωνικὸν Ἰωάννου, τὸν οἶκον δημεύεσθαι." μετὰ τὸν Παλλάδιον Γερμανὸς πρεσβύτερος ἅμα Κασσιανῷ διακόνῳ τῶν Ἰωάννου, ἄνδρες εὐλαβεῖς, ἐπιδόντες γράμματα παντὸς τοῦ κλήρου Ἰωάννου <ἐπέστησαν>· ὅπου γράφουσι βίαν καὶ τυραννίδα ὑπομεμενηκέναι αὐτῶν τὴν ἐκκλησίαν, τοῦ ἐπισκόπου αὐτῶν στρατιωτικῇ βοηθείᾳ ἐκβληθέντος, καὶ εἰς ἐξορίαν πεμφθέντος κατὰ συσκευὴν Ἀκακίου Βεροίας, καὶ Θεοφίλου Ἀλεξανδρείας, καὶ Ἀντιόχου Πτολεμαΐδος, καὶ Σευηριανοῦ Γαβάλων· ἐν οἷς καὶ βρέβιον ἐπέδειξαν οἱ προειρημένοι, ὅπου τὰ κειμήλια παρα διδόασιν ὑπὸ μάρτυσι τοῖς δικασταῖς, Στουδίου ἐπάρχου πόλεως, καὶ Εὐτυχιανοῦ τῶν πραιτωρίων, καὶ Ἰωάννου κόμητος θησαυρῶν, καὶ Εὐσταθίου κυαίστορος καὶ ταβουλαρίου, ἔν τε χρυσῷ καὶ ἀργύρῳ καὶ ἀμφίοις, ἀποτριψάμενοι τοῦ ἐπισκόπου Ἰωάννου 20 τὴν συκοφαντίαν. μετὰ τούτους ἦλθε ∆ημήτριος ἐκ δευτέρου, ὁ ἐπίσκοπος Πισινούντων, περιδραμὼν τὴν ἀνατολήν, καὶ κηρύξας τὴν Ῥωμαίων κοινωνίαν τὴν πρὸς τὸν ἐπίσκοπον Ἰωάννην μετὰ γραμμάτων τοῦ πάπα Ἰννοκεντίου, ἐνεγκὼν καὶ γράμματα τῶν ἀπὸ Καρίας ἐπισκόπων, ὅπου ἀσπάζονται τὴν Ἰωάννου κοινω νίαν, καὶ τῶν ἀπὸ Ἀντιοχείας πρεσβυτέρων, ὅπου ἐπισπῶνται τὴν τῶν Ῥωμαίων εὐταξίαν καὶ ἀποδύρονται τὴν Πορφυρίου χειροτονίαν ἀθέσμως καὶ ἀνοσίως γεγενημένην. μεθ' οὓς πάντας ἐλήλυθεν ὁ πρεσβύτερος ∆ομετιανός, οἰκονόμος τῆς Κωνσταν τινουπολιτῶν ἐκκλησίας, καὶ Οὐαλλαγᾶς τις, πρεσβύτερος Νισίβιος, διηγούμενος τῶν μοναστηρίων τῶν ἐν Μεσοποταμίᾳ τὸν ὀδυρμόν, ἐπιδόντες καὶ ὑπομνήματα Ὀπτάτου τινὸς ἐπάρ χου, ὅπου κόσμιαι γυναῖκες ἐκ γένους ὑπάτων ἄγονται δημοσίᾳ ὄψει πρὸς αὐτόν, διάκονοι τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας, ἀναγκαζόμεναι ἢ κοινωνῆσαι Ἀρσακίῳ ἢ δοῦναι πρὸς διακοσίας λίτρας χρυσίου ταῖς ταμειακαῖς ψήφοις. περὶ δὲ ἀσκητῶν καὶ παρθένων τί δεῖ καὶ λέγειν; οἵτινες ἐπεδείκνυντο ξεσμὸν πλευρῶν ἐπὶ ξύλου καὶ αἰκισμὸν νώτων· ὡς μηκέτι καρτερήσαντα τὸν πάπαν Ἰννοκέντιον ἀποστεῖλαι πρὸς τὸν εὐσεβῆ βασιλέα Ὁνώριον, ὑποτάξαντα κατὰ μέρος τῶν γραμμάτων τὴν δύναμιν. 21 ἐν οἷς κινηθεῖσα αὐτοῦ ἡ εὐσέβεια προστάσσει σύνοδον συγ κροτηθῆναι τῶν δυτικῶν, καὶ κοινῇ μίαν ἐξενεγκόντας ψῆφον ἀνενεγκεῖν ἐπὶ τὴν αὐτοῦ εὐσέβειαν. οἵτινες ἐπίσκοποι τῆς Ἰταλίας συναχθέντες παρακαλοῦσι τὸν βασιλέα γράψαι τῷ ἑαυτοῦ ἀδελφῷ καὶ συμβασιλεῖ Ἀρκαδίῳ, προστάξαι ἐν Θεσσα λονίκῃ γενέσθαι σύνοδον, ὥστε δυνηθῆναι εὐκόλως ἀμφότερα συνδραμεῖν τὰ μέρη ἀνατολῆς τε καὶ δύσεως πρὸς τὸ τελείαν γενομένην σύνοδον, οὐκ ἐν ποσότητι ἀριθμοῦ, ἀλλ' ἐν ποιότητι γνώμης, ἀναμφίλεκτον ἐξενεγκεῖν ψῆφον. ἐξ ὧν πυρωθεῖσα αὐτοῦ ἡ εὐσέβεια τῷ μὲν ἐπισκόπῳ Ῥώμης ἐπιστέλλει πέμψαι ἐπι σκόπους μὲν πέντε, πρεσβυτέρους δὲ δύο τῆς Ῥώμης, διάκονον δὲ ἕνα, ὥστε διακομίσαι αὐτοῦ τὴν πρὸς τὸν ἀδελφὸν ἐπιστολήν, ἥτις ἐπιστολὴ περιεῖχεν τὴν δύναμιν ταύτην· "Τρίτον γράφω πρὸς τὴν σὴν ἡμερότητα, ἀξιῶν ἵνα διορθώσεως τύχῃ τὰ κατὰ τὴν συσκευὴν