1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

8

πρόφασιν ἔσεσθαι τοῖς ποιμνίοις ἅπασιν ἔλεγε, παρῄνει πᾶσιν ὁ θεῖος Ἰάκωβος τῇ μὲν τῆς νηστείας χρήσασθαι κακουχίᾳ, ἑπτὰ δὲ κατὰ ταὐτὸν ἡμέρας τὸν θεὸν ἱκετεῦσαι τὸ ταῖς ἐκκλησίαις συνοῖσον πρυτανεῦσαι. ∆εξαμένων δὲ ἁπάντων τοῦ θεσπεσίου ἀνδρὸς τὴν εἰσήγησιν-ᾔδεσαν γὰρ αὐτὸν ἀποστολικοῖς χαρίσμασι λάμ ποντα-, ἐκεράννυτο μὲν ἡ νηστεία τῇ προσευχῇ· ἐψηφίζετο δὲ ταῖς ἐκκλησίαις ὁ τούτων κυβερνήτης τὸ συμφέρον. Καὶ ἐπειδὴ ἀπήντησεν ἡ κυρία, καθ' ἣν ἤλπιζον οἱ πλείους τὸν ἀλιτήριον εἰσδεχθήσεσθαι, καὶ τῆς θείας λειτουργίας ἔφθασεν ὁ καιρός, καὶ προσέμενον ἅπαντες ἰδεῖν τὸν ἀντίθεον ἐλεούμενον, τηνικαῦτα γίνεται θεῖον ὄντως καὶ παράδοξον θαῦμα· ἐν βδελυκτοῖς γὰρ καὶ δυσώδεσι χωρίοις ὁ ἀλάστωρ ἐκεῖνος τῆς ἀπλήστου τροφῆς ἐκκρίνων τὰ περιττώματα, καὶ τὰ τούτων μετὰ τούτων ἐξέκρινε δοχεῖα. Οὕτω δὲ τῶν σπλάγχνων αὐτοῦ διαλυθέντων καὶ σὺν τῇ κόπρῳ κεχωρηκότων, ἐξέπνευσεν ὁ δείλαιος παραχρῆμα καὶ τὸν αἴσχιστον ἐκεῖνον ὑπέμεινε θάνατον, τῆς δυσώδους αὐτοῦ βλασφημίας ἐν δυσώδεσι χωρίοις εἰσπραχθεὶς τὰς εὐθύνας καὶ διὰ τῆς Ἰακώβου τοῦ μεγάλου γλώττης δεξάμενος τὴν σφαγήν. Θαυμάζει μὲν οὖν ἡ θεία γραφὴ Φινεὲς τὸν ἱερέα, καὶ εἰκότως θαυμάζει, ὅτι τὸν ὀλέθρου τῷ λαῷ γενόμενον πρόξενον κατέ σφαξε τὸν Ζαμβρί. ∆ιὸ καὶ ψάλλων ὁ μακάριος ἔλεγε ∆αβίδ· "Ἔστη Φινεὲς καὶ ἐξιλάσατο καὶ ἐκόπασεν ἡ θραῦσις· καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος." Ἀλλ' ὅμως ἐκεῖνος ὅπλῳ πολεμικῷ χρησάμενος, τὴν δικαίαν καὶ πολυθρύλητον ἐκείνην εἰργάσατο σφάγην· τούτῳ δὲ ἤρκεσεν ἀντὶ δόρατος καὶ ξίφους ἡ γλῶττα καὶ ἀνεῖλε τὸν ἀσεβῆ ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου. Ἀπόχρη δὲ τοῦτο καὶ μόνον τῶν τῆς Ἀρείου δυσσεβείας κληρονόμων διελέγξαι τὴν ἄνοιαν. Ὁ γὰρ τοσοῦτος ἀνὴρ τῶν μὲν ὑφ' ἡμῶν πρεσβευο μένων δογμάτων κῆρυξ ἦν καὶ συνήγορος· οὕτω δὲ κομιδῇ τὴν τούτων ἀσέβειαν ἐβδελύττετο ὅτι καὶ τὸν ταύτης πατέρα κατηκόντισεν, ὅπλῳ τῇ γλώττῃ χρησάμενος. Ἐπειδὴ δὲ ὁ σύλλογος ἐκεῖνος ὁ ἱερὸς διελύθη καὶ τὴν οἰκίαν κατέλαβεν ἕκαστος, ἐπανῆκε καὶ οὗτος οἷά τις ἀριστεὺς νικη φόρος τοῖς τῆς εὐσεβείας τροπαίοις ἐπαγαλλόμενος. 1.11 Χρόνου δὲ διελθόντος ὁ μὲν μέγας ἐκεῖνος καὶ θαυμάσιος βασιλεὺς μετὰ τῶν τῆς εὐσεβείας στεφάνων ὑπεξῄει τὸν βίον· οἱ δὲ ἐκείνου παῖδες τὴν ἡγεμονίαν ἐκληρονόμουν. Τότε ὁ Περσῶν βασιλεύς-Σαβώρης δὲ τούτῳ ὄνομα ἦν-, καταφρονήσας τῶν παίδων ὡς οὐ τὰ αὐτὰ τῷ πατρὶ δυναμένων, ἐπεστράτευσε τῇ Νισίβει παμ πόλλῃ μὲν ἵππῳ, παμπόλλῃ δὲ πεζῇ στρατιᾷ. Ἦγε δὲ καὶ ἐλέφαντας ὅτι πλείστους. Καὶ διελὼν ὡς εἰς πολιορκίαν τὴν στρατιὰν περιεκάθισε κύκλῳ, καὶ μηχανήματα ἵστη, καὶ τύρσεις ἀνῳκοδόμει καί, σταυρώματα καταπηγνὺς καὶ τὰ μέσα τούτων φορμηδὸν περιφράττων τοῖς κλάδοις, ἐκέλευε προσχοῦν τοὺς στρατιώτας, καὶ πύργους ἀντεγείρειν τοῖς πύργοις. Εἶτα ἐκεῖ τοὺς τοξότας ἀναβιβάζων καὶ ἀφιέναι κατὰ τῶν ἐπὶ τοῦ τείχους ἑστηκότων τὰ βέλη κελεύων, ἄλλους κάτωθεν ὑπορύττειν τὸ τεῖχος ἐκέλευεν. Ὡς δὲ ἄπρακτα ἅπαντα ἐγίνετο τῇ τοῦ θεσπεσίου ἀνδρὸς διαλυόμενα προσευχῇ, τέλος τοῦ παραρρέοντος ποταμοῦ τὸ ῥεῦμα τῇ πολυχειρίᾳ κωλύσας καὶ τῇ ἀποτειχίσει κεκω λυμένον τοῦ ποταμοῦ ὅτι πλεῖστον συναθροίσας, ἐπαφῆκεν ἀθρόον κατὰ τοῦ τείχους, οἷόν τινι μηχανήματι τούτῳ σφοδροτάτῳ χρησάμενος. Τὸ δὲ οὐκ ἤνεγκε τὴν τοῦ ὕδατος ἐμβολήν, ἀλλὰ τῇ ῥύμῃ κατασεισθὲν ἄρδην ἅπαν τὸ κατ' ἐκεῖνο τὸ μέρος κατέπεσεν. Οἱ δὲ μέγα ἐβόησαν, ὡς εὐαλώτου γενομένου τοῦ ἄστεως· τὸ γὰρ μέγα τεῖχος τῶν ἐνοικούντων ἠγνόουν. Ἀνεβάλλοντο δὲ ὅμως τὴν προσβολήν, ἄβατον ὁρῶντες ὑπὸ τῶν ὑδάτων γενομένην τὴν πόλιν. Πόρρω τοίνυν ὑποχωρήσαντες, ὡς τοῦ πόνου σφίσι λωφήσαντος, αὐτοί τε διανεπαύοντο, καὶ τοὺς ἵππους ἐθεράπευον. Οἱ δὲ τὴν πόλιν