ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ ΠΕΡΙ ΚΑΤΑΣΚΕΥΗΣ ΑΝΘΡΩΠΟΥ. Τῷ ἀδελφῷ δούλῳ Θεοῦ Πέτρῳ Γρηγόριος ἐπίσκοπος Νύσσης.

 ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Ἐν ᾧ τίς ἐστι μερικὴ περὶ τοῦ κόσμου φυσιολογία, καί τις ἁβροτέρα διήγησις περὶ τῶν προγεγονότων τῆς τοῦ ἀνθρώπου γενέσεως.

 ΚΕΦΑΛΑΙΟΝ Βʹ. Διὰ τί μετὰ τὴν κτίσιν τελευταῖος ὁ ἄνθρωπος.

 ΚΕΦΑΛΑΙΟΝ Γʹ. Ὅτι τιμιωτέρα πάσης τῆς φαινομένης κτίσεως ἡ τοῦ ἀνθρώπου φύσις.

 ΚΕΦΑΛΑΙΟΝ Δʹ. Ὅτι διὰ πάντων ἐπισημαίνει τὴν ἀρχικὴν ἐξουσίαν ἡ τοῦ ἀνθρώπου κατασκευή.

 ΚΕΦΑΛΑΙΟΝ Εʹ. Ὅτι ὁμοίωμα τῆς θείας βασιλείας ὁ ἄνθρωπος.

 ΚΕΦΑΛΑΙΟΝ Ϛʹ. Ἐξέτασις τῆς τοῦ νοῦ πρὸς τὴν φύσιν συγγενείας, ἐν ᾧ καὶ ἐκ παρόδου τὸ τῶν Ἀνομοίων διελέγχεται δόγμα.

 ΚΕΦΑΛΑΙΟΝ Ζʹ. Διὰ τί γυμνὸς τῶν ἐκ φύσεως ὅπλων τε καὶ προκαλυμμάτων ὁ ἄνθρωπος.

 ΚΕΦΑΛΑΙΟΝ Ηʹ. Διὰ τί ὄρθιον τοῦ ἀνθρώπου τὸ σχῆμα, καὶ ὅτι διὰ τὸν λόγον αἱ χεῖρες: ἐν ᾧ τις καὶ περὶ διαφορᾶς ψυχῶν φιλοσοφία.

 ΚΕΦΑΛΑΙΟΝ Θʹ. Ὅτι ὀργανικὸν κατεσκευάσθη τοῦ ἀνθρώπου τὸ σχῆμα πρὸς τὴν τοῦ λόγου χρείαν.

 ΚΕΦΑΛΑΙΟΝ Ιʹ. Ὅτι διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐνεργεῖ.

 ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. Ὅτι ἀθεώρητος ἡ τοῦ ἀνθρώπου φύσις.

 ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. Ἐξέτασις, ἐν τίνι τὸ ἡγεμονικὸν νομιστέον, ἐν ᾧ καὶ περὶ δακρύων καὶ περὶ γέλωτος φυσιολογία, καὶ θεώρημά τι φυσικὸν περὶ τῆς κατὰ τὴν

 ΚΕΦΑΛΑΙΟΝ. ΙΓʹ. Περὶ ὕπνου, καὶ χάσμης, καὶ ὀνείρων, αἰτιολογία.

 ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ. Ὅτι οὐκ ἐν μέρει τοῦ σώματος ὁ νοῦς. Ἐν ᾧ καὶ διάκρισις τῶν τε σωματικῶν καὶ ψυχικῶν κινημάτων.

 ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ. Ὅτι κυρίως ψυχὴ, ἡ λογικὴ καὶ ἔστι καὶ λέγεται: αἱ δ' ἄλλαι ὁμωνύμως κατονομάζονται. Ἐν ᾧ καὶ τὸ, διὰ παντὸς τοῦ σώματος διήκειν τὴν το

 ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ. Θεωρία τοῦ θείου ῥητοῦ εἰπόντος, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν.» Ἐν ᾧ ἐξετάζεται, τίς ὁ τῆς εἰκόνος λόγος, καὶ

 ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ. Τί χρὴ λέγειν πρὸς τοὺς ἐπαποροῦντας, εἰ μετὰ τὴν ἁμαρτίαν ἡ παιδοποιΐα, πῶς ἂν ἐγένοντο αἱ ψυχαὶ, εἰ ἀναμάρτητοι διέμειναν οἱ ἐξ ἀρχῆς

 ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ. Ὅτι τὰ ἄλογα ἐν ἡμῖν πάθη ἐκ τῆς πρὸς τὴν ἄλογον φύσιν συγγενείας τὰς ἀφορμὰς ἔχει.

 ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ. Πρὸς τοὺς λέγοντας, πάλιν ἐν βρώσει καὶ ἐν πόσει εἶναι τῶν ἐλπιζομένων ἀγαθῶν τὴν ἀπόλαυσιν, διὰ τὸ ἐξ ἀρχῆς ἐν τῷ παραδείσῳ γεγράφθαι

 ΚΕΦΑΛΑΙΟΝ Κʹ. Τίς ἡ ἐν τῷ παραδείσῳ ζωὴ, καὶ τί τὸ ἀπηγορευμένον ξύλον.

 ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ. Ὅτι ἡ ἀνάστασις οὐ τοσοῦτον ἐκ τοῦ κηρύγματος τοῦ Γραφικοῦ, ὅσον ἐξ αὐτῆς τῆς ἀνάγκης τῶν πραγμάτων ἀκολούθως ἐλπίζεται.

 ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ. Πρὸς τοὺς λέγοντας, εἰ καλόν τι καὶ ἀγαθὸν ἡ ἀνάστασις, τί οὐχὶ ἤδη γέγονεν, ἀλλὰ χρόνων τισὶ περιόδοις ἐλπίζεται.

 ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ. Ὅτι ὁ τὴν ἀρχὴν τῆς τοῦ κόσμου συστάσεως ὁμολογῶν, ἀναγκαίως καὶ περὶ τοῦ τέλους συνθήσεται.

 ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ. Ἀντίῤῥησις πρὸς τοὺς λέγοντας, συναΐδιον εἶναι τῷ Θεῷ τὴν ὕλην.

 ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ. Πῶς ἄν τις καὶ τῶν ἔξωθεν προσαχθείη πιστεῦσαι τῇ Γραφῇ περὶ τῆς ἀναστάσεως διδασκούσῃ.

 ΚΕΦΑΛΑΙΟΝ ΚϚʹ.

 ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ. Ὅτι δυνατόν ἐστιν, εἰς τὰ τοῦ παντὸς στοιχεῖα τοῦ ἀνθρωπίνου σώματος ἀναλυθέντος, πάλιν ἐκ τοῦ κοινοῦ ἑκάστῳ τὸ ἴδιον ἀποσωθῆναι.

 ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ. Πρὸς τοὺς λέγοντας προϋφεστάναι τὰς ψυχὰς τῶν σωμάτων, ἢ τὸ ἔμπαλιν πρὸ τῶν ψυχῶν διαπεπλᾶσθαι τὰ σώματα. Ἐν ᾧ τις καὶ ἀνατροπὴ τῆς κατ

 ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ. Κατασκευὴ τοῦ μίαν καὶ τὴν αὐτὴν ψυχῇ τε καὶ σώματι τὴν αἰτίαν τῆς ὑπάρξεως εἶναι.

 ΚΕΦΑΛΑΙΟΝ Λʹ. Θεωρία τις ἰατρικωτέρα περὶ τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς δι' ὀλίγων.

VII. Why man is destitute of natural weapons and covering22    The Bodleian Latin ms. gives:—“Why man was not created with horns and other defences like certain other animals.”   The argument of this and the following chapter seems to be derived to a great extent from Origen (Contra Celsum, iv. 75 et sqq.).

1. But what means the uprightness of his figure? and why is it that those powers which aid life do not naturally belong to his body? but man is brought into life bare of natural covering, an unarmed and poor being, destitute of all things useful, worthy, according to appearances, of pity rather than of admiration, not armed with prominent horns or sharp claws, nor with hoofs nor with teeth, nor possessing by nature any deadly venom in a sting,—things such as most animals have in their own power for defence against those who do them harm: his body is not protected with a covering of hair: and yet possibly it was to be expected that he who was promoted to rule over the rest of the creatures should be defended by nature with arms of his own so that he might not need assistance from others for his own security. Now, however, the lion, the boar, the tiger, the leopard, and all the like have natural power sufficient for their safety: and the bull has his horn, the hare his speed, the deer his leap and the certainty of his sight, and another beast has bulk, others a proboscis, the birds have their wings, and the bee her sting, and generally in all there is some protective power implanted by nature: but man alone of all is slower than the beasts that are swift of foot, smaller than those that are of great bulk, more defenceless than those that are protected by natural arms; and how, one will say, has such a being obtained the sovereignty over all things?

2. Well, I think it would not be at all hard to show that what seems to be a deficiency of our nature is a means for our obtaining dominion over the subject creatures. For if man had had such power as to be able to outrun the horse in swiftness, and to have a foot that, from its solidity, could not be worn out, but was strengthened by hoofs or claws of some kind, and to carry upon him horns and stings and claws, he would be, to begin with, a wild-looking and formidable creature, if such things grew with his body: and moreover he would have neglected his rule over the other creatures if he had no need of the co-operation of his subjects; whereas now, the needful services of our life are divided among the individual animals that are under our sway, for this reason—to make our dominion over them necessary.

3. It was the slowness and difficult motion of our body that brought the horse to supply our need, and tamed him: it was the nakedness of our body that made necessary our management of sheep, which supplies the deficiency of our nature by its yearly produce of wool: it was the fact that we import from others the supplies for our living which subjected beasts of burden to such service: furthermore, it was the fact that we cannot eat grass like cattle which brought the ox to render service to our life, who makes our living easy for us by his own labour; and because we needed teeth and biting power to subdue some of the other animals by grip of teeth, the dog gave, together with his swiftness, his own jaw to supply our need, becoming like a live sword for man; and there has been discovered by men iron, stronger and more penetrating than prominent horns or sharp claws, not, as those things do with the beasts, always growing naturally with us, but entering into alliance with us for the time, and for the rest abiding by itself: and to compensate for the crocodile’s scaly hide, one may make that very hide serve as armour, by putting it on his skin upon occasion: or, failing that, art fashions iron for this purpose too, which, when it has served him for a time for war, leaves the man-at-arms once more free from the burden in time of peace: and the wing of the birds, too, ministers to our life, so that by aid of contrivance we are not left behind even by the speed of wings: for some of them become tame and are of service to those who catch birds, and by their means others are by contrivance subdued to serve our needs: moreover art contrives to make our arrows feathered, and by means of the bow gives us for our needs the speed of wings: while the fact that our feet are easily hurt and worn in travelling makes necessary the aid which is given by the subject animals: for hence it comes that we fit shoes to our feet.

ΚΕΦΑΛΑΙΟΝ Ζʹ. Διὰ τί γυμνὸς τῶν ἐκ φύσεως ὅπλων τε καὶ προκαλυμμάτων ὁ ἄνθρωπος.

Ἀλλὰ τί βούλεται τὸ τοῦ σχήματος ὄρθιον; Τί δὲ οὐχὶ συμφυεῖς εἰσιν αἱ πρὸς τὸν βίον δυνάμεις τῷ σώματι; ἀλλὰ γυμνὸς μὲν τῶν φυσικῶν σκεπασμάτων, ἄοπλος δέ τις καὶ πένης ὁ ἄνθρωπος, καὶ τῶν πρὸς τὴν χρείαν ἐνδεὴς ἁπάντων ἐπὶ τὸν βίον παράγεται, ἐλεεῖσθαι μᾶλλον ἢ μακαρίζεσθαι κατὰ τὸ φαινόμενον ἄξιος, οὐ προβολαῖς κεράτων καθωπλισμένος, οὐκ ὀνύχων ἀκμαῖς, οὐχ ὁπλαῖς, ἢ ὀδοῦσιν, ἤ τινι κέντρῳ θανατηφόρον ἰὸν ἐκ φύσεως ἔχοντι, οἷα δὴ τὰ πολλὰ τῶν ζώων ἐν ἑαυτοῖς πρὸς τὴν τῶν λυπούντων ἄμυναν κέκτηται: οὐ τῇ τῶν τριχῶν περιβολῇ τὸ σῶμα καλύπτεται: καίτοιγε ἴσως τὸν εἰς ἀρχὴν τῶν ἄλλων προτεταγμένον, οἰκείοις ὅπλοις ἔδει περιπεφράχθαι παρὰ τῆς φύσεως, ὡς ἂν μὴ τῆς παρ' ἑτέρων ἐπικουρίας πρὸς τὴν ἰδίαν ἀσφάλειαν δέοιτο. Νυνὶ δὲ λέων μὲν, καὶ σῦς, καὶ τίγρις, καὶ πάρδαλις, καὶ εἴ τι τοιοῦτον ἕτερον, ἀρκοῦσαν ἔχει πρὸς σωτηρίαν τὴν ἐκ φύσεως δύναμιν. Καὶ τῷ ταύρῳ μὲν τὸ κέρας, καὶ τῷ λαγωῷ τὸ τάχος, καὶ τῇ δορκάδι τὸ πήδημα καὶ τὸ κατ' ὀφθαλμὸν ἀσφαλὲς, καὶ ἄλλῳ τινὶ ζώῳ τὸ μέγεθος, καὶ ἑτέροις ἡ προνομαία, καὶ τοῖς πετεινοῖς τὸ πτερὸν, καὶ τῇ μελίσσῃ τὸ κέντρον, καὶ πᾶσι πάντως ἕν τι εἰς σωτηρίαν παρὰ τῆς φύσεως ἐμπέφυκε: μόνος δὲ πάντων ὁ ἄνθρωπος τῶν μὲν ταχυδρομούντων ἀργότερος, τῶν δὲ πολυσαρκούντων βραχύτερος, τῶν δὲ τοῖς συμφύτοις ὅπλοις ἠσφαλισμένων εὐαλωτότερος. Καὶ πῶς, ἐρεῖ τις, ὁ τοιοῦτος τὴν ἀρχὴν τὴν κατὰ πάντων κεκλήρωται; Ἀλλ' οὐδὲν οἶμαι χαλεπὸν δεῖξαι, ὅτι τὸ δοκοῦν ἐπιδεὲς τῆς φύσεως ἡμῶν, ἀφορμὴ πρὸς τὸ κρατεῖν τῶν ὑποχειρίων ἐστίν. Εἰ γὰρ οὕτω δυνάμεως εἶχεν ὁ ἄνθρωπος, ὡς τῇ μὲν ὠκύτητι παρατρέχειν τὸν ἵππον, ἄτριπτον δὲ ὑπὸ στεῤῥότητος ἔχειν τὸν πόδα, ὁπλαῖς τισιν ἢ χηλαῖς ἐρειδόμενον, κέρατα δὲ καὶ κέντρα καὶ ὄνυχας ἐν ἑαυτῷ φέρειν: πρῶτον μὲν θηριώδης τις ἂν ἦν, καὶ δυσάντητος, τοιούτων αὐτοῦ τῷ σώματι συμπεφυκότων. Ἔπειτα δὲ παρεῖδεν ἂν τὴν τῶν ἄλλων ἀρχὴν, οὐδὲν τῆς συνεργίας τῶν ὑποχειρίων δεόμενος. Νυνὶ δὲ τούτου χάριν ἐφ' ἕκαστον τῶν ὑπεζευγμένων ἡμῖν αἱ τοῦ βίου χρεῖαι κατεμερίσθησαν, ὡς ἀναγκαίαν ποιεῖν τὴν κατ' ἐκείνων ἀρχήν. Τὸ μὲν βραδὺ τοῦ σώματος δυσκίνητον, τὸν ἵππον τῇ χρείᾳ προσήγαγέ τε καὶ ἐδαμάσατο. Ἡ δὲ τῆς σαρκὸς γυμνότης ἀναγκαίαν τὴν τῶν προβάτων ἐπιστασίαν ἐποίησεν, ἐκ τῆς ἐτησίου τῶν ἐρίων φορᾶς τῆς ἡμετέρας φύσεως ἀναπληροῦσαν τὸ λεῖπον. Τὸ δὲ τὰς ἀφορμὰς ἡμῖν τὰς πρὸς τὸν βίον καὶ ἐξ ἑτέρων εἰσάγεσθαι, τὰ ἀχθοφόρα τῶν ζώων ταῖς τοιαύταις ὑπηρεσίαις ὑπέζευξεν. Ἀλλὰ μὴν τὸ μὴ δύνασθαι καθ' ὁμοιότητα τῶν βοσκημάτων ποηφαγεῖν, ὑποχείριον τῷ βίῳ τὸν βοῦν ἀπειργάσατο, τοῖς ἰδίοις πόνοις τὴν ζωὴν ἡμῖν ἐξευμαρίζοντα. Ἐπεὶ δὲ καὶ ὀδόντων καὶ δήγματος ἦν χρεία πρὸς τὸ καταγωνίζεσθαί τινα τῶν ἄλλων ζώων, διὰ τῆς τῶν ὀδόντων βλάβης, παρέσχεν ὁ κύων μετὰ τοῦ τάχους τὴν ἰδίαν γένυν τῇ ἡμετέρᾳ χρείᾳ, οἷόν τις ἔμψυχος μάχαιρα τῷ ἀνθρώπῳ γενόμενος. Κεράτων δὲ προβολῆς καὶ ὀνύχων ἀκμῆς ἰσχυρότερός τε καὶ τομώτερος ἐπινενόηται τοῖς ἀνθρώποις ὁ σίδηρος, οὐκ ἀεὶ συμπεφυκὼς ἡμῖν, ὥσπερ τοῖς θηρίοις ἐκεῖνα, ἀλλ' ἐπὶ καιροῦ συμμαχήσας, τὸ λοιπὸν ἐφ' ἑαυτοῦ μένει. Καὶ ἀντὶ τῆς τοῦ κροκοδείλου φωλίδος, ἔστι μὲν καὶ αὐτὸν ἐκεῖνον ὅπλον ποιήσασθαι, κατὰ καιρὸν τὴν δορὰν περιθέμενον. Εἰ δὲ μὴ, σχηματίζεται καὶ πρὸς τοῦτο παρὰ τῆς τέχνης ὁ σίδηρος, ὃς ἐπὶ καιροῦ πρὸς τὸν πόλεμον ὑπηρετήσας, πάλιν ἐλεύθερον τοῦ ἄχθους ἐπ' εἰρήνης τὸν ὁπλίτην κατέλιπεν. Ὑπηρετεῖ δὲ τῷ βίῳ καὶ τὸ πτερὸν τῶν ὀρνέων, ὡς μηδὲ τοῦ πτηνοῦ τάχους δι' ἐπινοίας ἡμᾶς ἀπολείπεσθαι. Τὰ μὲν γὰρ ἐξ αὐτῶν τιθασσὰ γίνεται, καὶ συνεργεῖ τοῖς θηρεύουσι: τὰ δὲ δι' ἐκείνων ταῖς χρείαις ἡμῶν δι' ἐπινοίας ὑπάγεται. Ἀλλὰ καὶ πτερόεντας ἡμῖν τοὺς ὀϊστοὺς ἡ τέχνη δι' ἐπινοίας ποιησαμένη, τὸ πτηνὸν τάχος ταῖς ἡμετέραις χρείαις διὰ τοῦ τόξου χαρίζεται. Τὸ δὲ εὐπαθεῖς καὶ εὐτρίπτους ἡμῖν πρὸς τὴν πορείαν εἶναι τὰς βάσεις, ἀναγκαίαν ποιεῖ τὴν ἐκ τῶν ὑποχειρίων συνεργίαν. Ἐκεῖθεν γάρ ἐστι τοῖς ποσὶ περιαρμόσαι τὰ πέδιλα.