θελημάτων ἡ νέκρωσις· ἐκ δὲ τῆς τῶν θελημάτων νεκρώσεως αἱ τῶν ἡδονῶν ῥίζαι μαραίνονται· ἐκ δὲ τούτων πάντα τὰ ἐλαττώματα τῆς ψυχῆς ἀποβάλλονται· τῇ δὲ ἀποβολῇ τούτων, αἱ ἀρε ταὶ αὔξουσι, καὶ καρποφοροῦσι· τῇ δὲ αὐξήσει τῶν ἀρετῶν ἡ καθαρότης τῆς καρδίας προσγίνεται· ταῖς δὲ καθαρότησι τῆς καρδίας ἡ ἀποστολικὴ τελειότης ἐπακολουθεῖ χάριτι καὶ συνεργείᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΥ ΑΥΤΟΥ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΚΑΣΤΟΡΑ ΠΕΡΙ
ΤΩΝ ΟΚΤΩ ΤΗΣ ΚΑΚΙΑΣ ΛΟΓΙΣΜΩΝ. Πρώην τὸν περὶ διατυπώσεως λόγον τῶν κοινο βίων συντάξαντες, πάλιν ἐπὶ τοῦ παρόντος, ταῖς ὑμε τέραις εὐχαῖς θαῤῥήσαντες, ἐπεχειρήσαμεν γράψαι περὶ τῶν ὀκτὼ τῆς κακίας λογισμῶν· γαστριμαργίας φημὶ καὶ πορνείας, φιλαργυρίας καὶ ὀργῆς, λύπης καὶ ἀκηδίας, κενοδοξίας καὶ ὑπερηφανίας. Προηγου μένως τοίνυν περὶ ἐγκρατείας γαστρὸς ἡμῖν λεχθή σεται, τῆς ἀντικειμένης τῇ γαστριμαργίᾳ· τοῦ τε τρόπου τῶν νηστειῶν, καὶ τῆς ποιότητος καὶ ποσό τητος τῶν βρωμάτων. Καὶ ταῦτα οὐκ ἀφ' ἑαυτῶν ἐροῦμεν, ἀλλ' ἅπερ παρειλήφαμεν παρὰ τῶν ἁγίων ἡμῶν Πατέρων. Ἐκεῖνοι τοίνυν οὐχ ἕνα κανόνα νη στείας, οὐδὲ ἕνα τρόπον τῆς τῶν βρωμάτων μεταλή ψεως, οὐδὲ τὸ αὐτὸ μέτρον πᾶσι μεαδιδόασι, διὰ τὸ μηδὲ πάντας τὴν αὐτὴν ἰσχὺν ἔχειν, ἢ διὰ ἡλικίαν, ἢ δι' ἀσθένειαν, ἢ διὰ ἕξιν ἀστειοτέρου σώματος. Ἕνα δὲ σκοπὸν πᾶσι παραδεδώκασι, φεύγειν τὴν πλησμο 28.873 νὴν, καὶ ἀποστρέφεσθαι τὴν χορτασίαν τῆς γαστρός· τὴν δὲ καθημερινὴν νηστείαν ἐδοκίμασαν ὠφελιμω τέραν εἶναι, καὶ συμβαλλομένην εἶναι πρὸς καθαρό τητα, πλέον τῆς ἐν τρισὶν ἢ τέταρσιν, ἢ καὶ ἕως ἑβδομάδος ἑλκομένης νηστείας. Καὶ γάρ φασι τὸν ἀμέτρως ἐπεκτεινόμενον τῇ νηστείᾳ ὑπὲρ μέτρον πολ λάκις τῇ τροφῇ κεχρῆσθαι, ὡς ἐκ τούτου ποτὲ μὲν τῇ ὑπερβολῇ τῆς ἀσιτίας ἀτονεῖν τὸ σῶμα, καὶ πρὸς τὰς πνευματικὰς λειτουργίας ὀκνηρότερον γίνεσθαι· ποτὲ δὲ, τῷ πλήθει τῶν τροφῶν βαρυνόμενον, ἀκη δίαν καὶ χαύνωσιν ἐμποιεῖν τῇ ψυχῇ. Καὶ πάλιν οὐ πᾶσιν ἁρμόδιον εἶναι τὴν τῶν λαχάνων μετάληψιν, οὐδὲ πᾶσι τὴν τῶν ὀσπρίων, οὐδὲ πάντας δύνασθαι τῇ τοῦ ξηροῦ ἄρτου κεχρῆσθαι τροφῇ· καὶ πάλιν τὸν μέν φησι δύο λίτρας ἐσθίοντα ἄρτου ἀκμὴν πεινᾷν, ἄλλον δὲ ἐσθίοντα λίτραν, ἢ ἓξ οὐγγίας χορτάζεσθαι. Πᾶσιν οὖν, ὡς εἴρηται, ἕνα σκοπὸν ἐγκρατείας παρα δεδώκασι, τὸ μὴ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας, μηδὲ ἐξέλκεσθαι τῇ τοῦ λάρυγγος ἡδονῇ. Οὐδὲ γὰρ ἡ δια φορὰ τῆς ποιότητος μόνον, ἀλλὰ καὶ ἡ ποσότης τοῦ πλήθους τῶν βρωμάτων τὰ πεπυρωμένα βέλη τῆς ἁμαρτίας εἴωθεν ἀνάπτειν· οἵας γὰρ δήποτε τροφῆς πληρουμένη γαστὴρ, ἀσωτίας σπέρματα τίκτει. Καὶ πάλιν οὐ μόνον κραιπάλη οἴνου, ἀλλὰ καὶ πλησμονὴ ὕδατος, καὶ πασῶν τροφῶν ὑπερβολὴ κεκαρωμένην καὶ νυστάζουσαν ταύτην ἀποτελοῦσι. Τοῖς Σοδομίταις οὐκ οἴνου καὶ διαφόρων βρωμάτων κραιπάλη, κατα στροφῆς γέγονεν αἰτία, ἀλλ' ἄρτου πλησμονὴ, κατὰ τὸν προφήτην. Ἡ ἀσθένεια τοῦ σώματος πρὸς τὴν καθαρότητα τῆς καρδίας οὐκ ἀντίκειται. Ταῦτα οὖν παρασχόμενος τῷ σώματι ἃ ἡ ἀσθένεια ἀπαιτεῖ, οὐχ ἅπερ ἡ ἡδονὴ θέλει. Ἡ τῶν βρωμάτων χρῆσις ὅσον ὑπουργῆσαι πρὸς τὸ ζῇν παραλαμβάνεται, οὐχ ὅσον δουλεῦσαι ταῖς ὁρμαῖς τῆς ἐπιθυμίας. Ἡ σύμμετρος καὶ μετὰ λόγου τῶν τροφῶν μετάληψις τῆς ὑγείας φροντίζει τοῦ σώματος, οὐ τὴν ἁγιωσύνην ἀφαιρεῖται. Ὅρος ἐγκρατείας καὶ κανὼν παραδεδομένος ὑπὸ τῶν ἁγίων Πατέρων ἀκριβὴς οὗτός ἐστι, τὸ ἔτι τῆς ὀρέ ξεως ἐγκειμένης, τῆς τροφῆς ἀπέχεσθαι τὸν ἐσθίοντα. Καὶ ὁ Ἀπόστολος δὲ εἰπών· «Τῆς
9