ἀναδιπλασιάζει τὸ θαῦμα ἐκπληττόμενος, ὡς ἔφην, ἐπὶ τῇ γενομένῃ τῶν ἀνθρώπων θεογνωσίᾳ. Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. Θʹ. Ὑπόθεσις. ∆ιὰ τούτου τοῦ ψαλμοῦ τὰ κρυφίως πεπραγμένα τῷ Σωτῆρι δηλοῖ. Πολλὰ δὲ ἦν αὐτῷ τὰ κρυφίως πρατ τόμενα· ἥ τε ἐκ Παρθένου διὰ Πνεύματος ἁγίου κατὰ σάρκα γέννησις, αἵ τε παράδοξοι καὶ θαυμα τουργοὶ δυνάμεις, ὅ τε θάνατος αὐτὸς, καὶ ἡ εἰς ᾅδου κάθοδος, καὶ ἡ ἐκ νεκρῶν ἀναβίωσις. Ταῦτα γὰρ πάντα κρυφίως αὐτῷ πέπρακται. Ἀπέκρυψε γὰρ αὐτὰ καὶ τοὺς ἄρχοντας τοῦ κόσμου τούτου. Ὑπὲρ δὴ τούτων τῶν κρυφίων ὁ προφήτης ἐκ προσ ώπου τῆς ἀνθρωπότητος εἰσέρχεται εὐχαριστῶν καὶ λέγων· Ἐξομολογήσομαί σοι, Κύριε. (Alius autem codex) Ἐπισφράγισμα δὲ τῶν κρυφίων ὁ θάνατος καὶ τὰ ἐν ᾅδου πραχθέντα, ἡ ἀνάστασίς τε καὶ ἡ ἀνάληψις. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου ... ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω. Ἐπὶ τίσιν ἡ ἐξομολόγησις δηλοῖ. Ἐχθρὸν δὲ αὐτοῦ τὸν θάνατον εἶναί φησι τὸν εἰς τὰ ὀπίσω ἀποστρεφόμενον, τουτέστιν εἰς τὸ μὴ εἶναι. Ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου. Ἐπειδὰν, φησὶν, ἀποστραφῇ εἰς τὰ ὀπίσω ὁ θάνατος, τότε δὴ καὶ πᾶσα δύναμις ἀντικειμένη κατ αργηθήσεται· εἰ γὰρ ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος, δηλονότι προαναιρεθεισῶν τῶν ἀντικειμένων δυνάμεων. Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου. Τὴν αἰτίαν τῆς εὐχαριστίας ἀνταποδίδωσι· τὸ, Ἐκάθισας ἐπὶ θρόνου τὴν εἰς τὸ κρίνειν ἐπισκοπὴν δηλοῖ τοῦ Θεοῦ. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής. Τοὺς νοητοὺς ἐχθροὺς δηλονότι. Τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα. Τὸν δράκοντά φησι τὸν νοητὸν, ὅς ἐστιν ὁ διάβολος. [Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής. Τὸν δράκοντά φησιν, ἢ τὸν διάβολον· ἐπειδὴ ἡ ἐπιτί μησις καὶ διόρθωσιν σημαίνει. Εἴποι ἄν τις, διορ 27.85 θουμένων τῶν ἐθνῶν ὑπὸ τῶν ἀποστόλων, ἀπολέσθαι τὸν ἀσεβῆ, σβεσθείσης αὐτοῦ τῆς ἐπιβωμίου κνίσσης καὶ παυθείσης. Ἐπιτιμηθέντων γὰρ τῶν ἐθνῶν, καὶ πρὸς Κύριον ἐπιστρεψάντων, ὁ ἐν αὐτοῖς ἐνεργῶν, ἅτε υἱοῖς οὖσιν ἀπειθείας, διάβολος, ἀπώλετο μετὰ τῶν νεῶν τῶν εἰδωλικῶν· οἳ ὡς πόλεις συνεῖχον τοὺς πρὸς δυσσέβειαν ἀφορῶντας. Καὶ οὕτως ἀπώλοντο, ὡς μηδὲ ἴχνος ὑπολειφθῆναι. Ἔστιν ἐκλαβεῖν τοῦτο καὶ κατὰ τὴν τελευταίαν κρίσιν· τότε γὰρ τῶν ἁμαρ τωλῶν ἐπιτιμωμένων, καὶ ὁ διάβολος, ὁ κυρίως ἀσε βὴς, ἀφανίζεται. Αἱ πόλεις, τῆς ἐν αὐταῖς πάλαι πολιτευομένης ἀσεβείας καταλυθείσης, τὴν οἰκοδομίαν τῆς εὐσεβείας ἐδέξαντο.] Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος. Ῥομφαίας τοῦ διαβόλου τὰς ἀντικειμένας δυνάμεις φησὶ, δι' ὧν ἦν ἰσχυρός, [Αἱ πόλεις αἱ ἀντικείμεναι δυνάμεις, αἳ, ὥσπερ πόλεις ἰσχυραὶ τετειχισμέναι, τοὺς ἁλόντας αὐτῶν ἀπάτῃ ἐν αὐταῖς συλλαβοῦσαι κατεῖχον. Καὶ πόλεις ποίας λέγει ἢ ταύτας περὶ ὧν ἀλλαχοῦ λέγεται· Ἔθηκας εἰς χῶμα πόλεις ὀχυρὰς, τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια; αἵ εἰσιν, ὡς δεδή λωται, αἱ ἀντικείμεναι δυνάμεις.] Ἀπώλετο τὸ μνη μόσυνον αὐτῶν μετ' ἤχου. [Ὥστε ἐξάκουστον γενέ σθαι αὐτῶν τὴν ἀπώλειαν. Ἢ τὴν πανολεθρίαν φησὶν, ἢ τὸ διωλύγιον τῶν κακῶν, καὶ τὸ περιφανὲς τῆς ἀπωλείας.] Ἐξάκουστος γὰρ αὐτῶν γέγονεν ἡ ἀπώλεια. Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι. [Συν εχῶς ἑαυτὸν καλεῖ πένητα καὶ πτωχὸν, καίτοι γε ἐν βασιλείοις. Ἤδει γὰρ τὰ ἀνθρώπινα πάντα σκιᾶς ἀδρανέστερα. Εὐκαιρίαν λέγει τὸν τῆς θλίψεως και ρόν· ἀεὶ μὲν γὰρ τῆς βοηθείας ἐπιδεόμεθα, καὶ ἐν εὐημερίαις· ἀλλὰ πλέον ἐν θλίψει τῆς συμμαχίας ἐπαισθανόμεθα.] Τῷ πτωχῷ, τῷ πνευματικῷ λαῷ φησι. Βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψεσιν. Ὡς· Ἐν καιρῷ δεκτῷ ἐπήκουσά σου. Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών. Τῇ ἐπουρανίῳ, φησὶ, Ἱερουσαλήμ. Ἀναγγείλατε ἐντοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. Ταῦτα ὡς πρὸς τοὺς ἀποστόλους καὶ τοὺς τῶν Εὐαγγελίων κήρυκάς φησιν. Τίνα δὲ τὰ ἐπιτηδεύματα διὰ τῶν ἑξῆς
9