λαβὸν, δύναμιν ἁγιότητος ἐπικτᾶται. 3.4 Ἐπειδὴ γὰρ διπλοῦς ὁ ἄνθρωπος, ἐκ ψυχῆς καὶ σώματος συγκείμενος, διπλοῦν καὶ τὸ καθάρσιον· τὸ μὲν ἀσώματον, τῷ ἀσωμάτῳ, τὸ δὲ σωματικὸν, τῷ σώματι. Καὶ τὸ μὲν ὕδωρ καθαίρει τὸ σῶμα, τὸ δὲ Πνεῦμα σφραγίζει τὴν ψυχήν· ἵνα [πνεύματι] ἐῤῥαντισμένοι τὴν καρδίαν, καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ, προσέλθωμεν τῷ Θεῷ. Μέλλων τοίνυν εἰς τὸ ὕδωρ καταβαίνειν, μὴ τῷ ψιλῷ τοῦ ὕδατος πρόσεχε· ἀλλὰ τῇ τοῦ ἁγίου Πνεύματος ἐνεργείᾳ τὴν σωτηρίαν ἐκδέχου· ἄνευ γὰρ ἀμφοτέρων ἀδύνατόν σε τελειωθῆναι. Οὐκ ἐγώ εἰμι ὁ τοῦτο λέγων, ἀλλ' ὁ Κύριος Ἰησοῦς [Χριστὸς] ὁ τοῦ πράγματος τὴν ἐξουσίαν ἔχων, φησί· Ἐὰν μή τις γεννηθῇ [ἄνωθεν, καὶ ἐπιφέρει λέγων] ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Οὐδὲ ὁ τῷ ὕδατι βεβαπτισμένος, μὴ καταξιωθεὶς δὲ τοῦ Πνεύματος, τελείαν ἔχει τὴν χάριν· οὐδὲ κἂν ἐνάρετός τις γένηται τοῖς ἔργοις, μὴ λάβῃ δὲ τὴν δι' ὕδατος σφραγίδα, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τολμηρὸς ὁ λόγος, ἀλλ' οὐκ ἐμός· Ἰησοῦς γὰρ ὁ ἀποφηνάμενος· καί μοι λαβὲ τὴν τῶν λόγων ἀπόδειξιν ἀπὸ τῆς θείας γραφῆς. Κορνήλιος ἦν ἀνὴρ δίκαιος, ἀγγέλων ὀπτασίας καταξιωθεὶς, στήλην ἀγαθὴν ἐν οὐρανοῖς παρὰ τῷ Θεῷ τὰς ἑαυτοῦ προσευχὰς καὶ ἐλεημοσύνας ἀναστήσας. Ἦλθεν ὁ Πέτρος, καὶ τὸ Πνεῦμα ἐπεχύθη τοῖς πιστεύσασι, καὶ ἐλάλησαν γλώσσαις ἑτέραις, καὶ προεφήτευσαν· καὶ μετὰ τὴν τοῦ Πνεύματος χάριν ἡ γραφή φησιν, ὅτι προσέταξεν αὐτοὺς ὁ Πέτρος ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθῆναι· ἵνα τῆς ψυχῆς διὰ τῆς πίστεως ἀναγεννηθείσης, μεταλάβῃ καὶ τὸ σῶμα διὰ τοῦ ὕδατος τῆς χάριτος. 3.5 Εἰ δέ τις ποθεῖ γνῶναι, διὰ τί δι' ὕδατος, καὶ μὴ δι' ἑτέρου τῶν στοιχείων ἡ χάρις [δίδοται], τὰς θείας γραφὰς ἀναλαβὼν εὑρήσει. Μέγα γάρ τι τὸ ὕδωρ, καὶ τῶν τεσσάρων τοῦ κόσμου στοιχείων τῶν φαινομένων τὸ κάλλιστον. Ἀγγέλων ἐνδιαίτημα ὁ οὐρανὸς, ἀλλ' ἐξ ὑδάτων οὐρανοί· γῆ τὸ τῶν ἀνθρώπων χωρίον, ἀλλ' ἐξ ὑδάτων ἡ γῆ· καὶ πρὸ πάσης τῶν γενητῶν τῆς ἑξαημέρου κατασκευῆς, Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Ἀρχὴ τοῦ κόσμου τὸ ὕδωρ· καὶ ἀρχὴ τῶν εὐαγγελίων ὁ Ἰορδάνης. Ἐλευθερία τῷ Ἰσραὴλ ἀπὸ τοῦ Φαραὼδιὰ τῆς θαλάσσης· καὶ ἐλευθερία ἁμαρτιῶν τῷ κοσμῷ, διὰ τοῦ λουτροῦ τοῦ ὕδατος ἐν ῥήματι Θεοῦ. Ὅπου διαθήκη πρός τινας, ἐκεῖ καὶ τὸ ὕδωρ. Μετὰ τὸν κατακλυσμὸν, ἐτέθη διαθήκη πρὸς Νῶε· διαθήκη τῷ Ἰσραὴλ ἐξ ὄρους Σινᾶ· ἀλλὰ μετὰ ὕδατος, καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου. Ἡλίας ἀναλαμβάνεται, ἀλλ' οὐ χωρὶς ὕδατος· πρῶτον γὰρ διαβαίνει τὸν Ἰορδάνην, εἶτα ἱππηλατεῖ τὸν οὐρανόν. Πρῶτον ὁ ἀρχιερεὺς λούεται, εἶτα θυμιᾷ· πρῶτον γὰρ Ἀαρὼν ἐλούσατο, εἶτα γέγονεν ἀρχιερεύς. Πῶς γὰρ ἐνεχώρει τῶν ἄλλων ὑπερεύχεσθαι, τὸν δι' ὕδατος οὔπω κεκαθαρισμένον; Καὶ σύμβολον ἔκειτο τοῦ βαπτίσματος, λουτὴρ ἔνδον τῆς Σκηνῆς ἀποκείμενος. 3.6 Παλαιᾶς τὸ τέλος καὶ τῆς καινῆς διαθήκης ἀρχὴ τὸ 3.6 βάπτισμα. Ἰωάννης γὰρ ἦν ἀρχηγὸς, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐδὲ εἷς· τέλος μὲν προφητῶν. Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου· τῶν δὲ εὐαγγελικῶν πραγ μάτων ἀπαρχή. Ἀρχὴ γὰρ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, [φησι] καὶ τὰ ἑξῆς· Ἐγένετο Ἰωάννης ἐν τῇ ἐρήμῳ βαπτίζων. Κἂν Ἡλίαν [τὸν Θεσβίτην] εἴποις τὸν ἀναληφθέντα· ἀλλ' οὐκ ἔστι μείζων Ἰωάννου. Μετετέθη ὁ Ἐνὼχ, ἀλλ' οὐκ ἔστι μείζων Ἰωάννου. Μωσῆς μέγιστος νομοθέτης, καὶ πάντες [θαυμαστοὶ] οἱ προφῆται· ἀλλ' οὐ μείζονες Ἰωάννου. Οὐκ ἐγὼ προφήτας προφήταις τολμῶ συγκρίνειν· ἀλλ' ὁ δεσπότης αὐτῶν τε καὶ ἡμῶν, ὁ Κύριος Ἰησοῦς ἀπεφήνατο· Μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐκ ἐγήγερται· οὐκ ἐν γεννητοῖς παρθένων, ἀλλὰ γυναικῶν. Τῷ μεγάλῳ δούλῳ πρὸς τοὺς συνδούλους ἡ σύγκρισις· τῷ υἱῷ δὲ πρὸς οἰκέτας, ἀσύγκριτος ἡ ὑπεροχὴ καὶ ἡ χάρις. Βλέπεις πηλίκον ἄνθρωπον ἀρχηγὸν ταύτης τῆς χάριτος ὁ Θεὸς εἵλατο; ἀκτήμονα καὶ φιλέρημον, οὐ μισάνθρωπον· ἀκρίδας ἐσθίοντα, καὶ πτεροφυήσαντα τὴν ψυχήν· μέλιτος ἐμφορούμενον, καὶ μέλιτος ἡδύτερά τε καὶ ὠφελιμώτερα λαλοῦντα· ἔνδυμα