1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

9

ἀληθὲς εἴη· "ὁ αἰτῶν λαμβάνει" τῆς καθόλου προτάσεως οὐ πάντας ἁπαξαπλῶς τοὺς καὶ τὰ αὐτὰ μὴ συμφέροντα αἰτουμένους, ἀλλὰ τοὺς κατὰ τὸ θέλημα τοῦ θεοῦ περιεχούσης· ἐγγίνεται ἡ τοιαύτη παρρησία τῷ ἀκατάγνωστον βίον ἔχοντι· σπάνιος δὲ ὁ τοιοῦτος· "τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν;" ὀλίγοι γὰρ οἱ οὕτως ἐν ἀρετῇ ὄντες ὡς εἰπεῖν· "ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω μου κύριος· διὰ τοῦτο εἰσήκουσέ μου", ἐπειδὴ ἀδικίαν οὐκ ἐθεώρουν· ἀπεσιώπησε δὲ αὐτὸ φόβῳ τοῦ μὴ περὶ αὐτοῦ νομισθῆναι κατὰ τὸν εἰπόντα· "οὐδὲν ἐμαυτῷ σύνοιδα· ἀλλ' οὐκ ἐν τούτῳ 78 δεδικαίωμαι"· λέψῃ εἰς τὰ προκείμενα καὶ τό· "ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν". (Cr 142, 6- 17) Εἰ γὰρ ἐκ τοῦ ποιεῖν δικαιοσύνην ἔχει τὸ ἐκ θεοῦ εἶναι, ὡς πολλάκις εἰρήκαμεν, ἅμα δὲ τὸ ἁμαρτάνειν καὶ ποιεῖν δικαιοσύνην ἀδύνατον, φανερὸν ἄρα, ὅτι οὕτω διακείμενος καὶ ἐνεργῶν δίκαιός ἐστι καὶ οὐχ ἁμαρτάνει· εἶτα ἀσφαλιζόμενος, ὡς προαιρετικὸς καὶ οὐ φύσει υἱός ἐστι θεοῦ ὁ ἄνθρωπος, ἁρμοδίως ἐπήγαγε τό· "ἀλλὰ τηρεῖ ἑαυτὸν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ"· εἰ γὰρ διὰ τοῦτο ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ, ὅτι τηρεῖ ἑαυτόν, οὐκ ἐκ κατασκευῆς, ἀλλ' ἐκ προσοχῆς ἔχει τὸ μὴ ἁμαρτάνειν· τηρῶν δέ τις ἑαυτὸν τί καὶ εὔχεται θεόθεν φυλαχθῆναι; ἵνα 79 ἄψαυστος πάντη μείνῃ ἀπὸ τοῦ πονηροῦ. (Cr 143, 26-144, 2 Ma 231) ∆ιὰ πολλῶν μαθόντες τοὺς φαύλους ἀνθρώπους δηλουμένους τῇ κόσμου φωνῇ οὐ δεισιδαιμονοῦμεν κατὰ τοὺς αἱρετικούς, μή πως ἡ τοῦ θεοῦ κτίσις κόσμος οὖσα ἐν τῷ πονηρῷ ἵδρυται· ἡ κόσμος φωνὴ ἐπὶ τῶν ἀνθρώπων κεῖται, ὡς προεῖπον, καὶ ἐνταῦθα καὶ ἐν εὐαγγελίοις· γράφει γὰρ ὁ Ἰωάννης· "μὴ θαυμάζητε, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος"· φανερός ἐστι παντὶ νοῦν ἔχοντι κόσμον μισοῦντα τοὺς ἁγίους τοὺς πονηροὺς ἀνθρώπους σημαίνων· καὶ προσέτι· "αὐτοὶ ἐκ τοῦ 80 κόσμου εἰσὶ καὶ ὁ κόσμος αὐτῶν ἀκούει"· ἀκούοντα γὰρ κόσμον τῶν ἀπατηλῶς λαλούντων οὐ τὴν κτίσιν, ἀλλὰ τοὺς ἐμπαθεῖς ἀνθρώπους σημαίνει. (Cr 144, 13-22 Ma 231)

81 Ἣν δέδωκε διάνοιαν, καθ' ἣν γινώσκεται ὁ ἀληθινὸς ἐλθὼν υἱὸς τοῦ θεοῦ ἡ αὐτή ἐστι τῷ· "ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν"· ὁ ταύτην τὴν διάνοιαν καὶ τοῦτον τὸν νοῦν ἔχων γινώσκει τὸν κατ' οὐσίαν ἀληθινὸν καὶ ἔστιν ἐν αὐτῷ 82 ἑνούμενος πρὸς αὐτὸν πραγματικῶς νόησιν αὐτοῦ ἔχων. (Cr 144. 29-145, 1) Πῶς δὲ δι' ὅλης τῆς ἐπιστολῆς τελειότητα μαρτυρήσας τούτοις, οἷς γράφει, νῦν προτρέπει ἑαυτοὺς τηρεῖν ἀπὸ τῶν εἰδώλων; λέγομεν οὖν· ἐπεὶ ὅλῃ ἐκκλησίᾳ ἐγράφη, 83 εἰκὸς δὲ ἦν ἐν τοιαύτῃ συνόδῳ ἄρτι ἀφισταμένους τῆς εἰδωλολατρείας εἶναι, ἐκείνων οὖν ἕνεκα τὴν λέξιν ἐχάραξεν. (Cr 145, 1-6 Ma 232) Συμφωνεῖ τὸ προκείμενον τῷ λεχθέντι ἐν τῇ ˉα ἐπιστολῇ οὕτως ἔχοντι· "καὶ οἴδαμεν, ὅτι ὁ ἀγα 84 πῶν τὸν θεὸν τὰς ἐντολὰς τηρεῖ"· καὶ ὁ κύριος· "ἐάν τις ἀγαπᾷ με, τὰς ἐντολάς μου τηρήσει"· ταὐτὸν τὸ περιπατεῖν κατὰ τὰς ἐντολὰς τῷ τηρεῖν αὐτάς· ἐπεὶ γὰρ πρακτικαὶ αἱ ἀρεταὶ αἱ κατὰ τὰς ἐντολὰς ἐνεργούμεναι, περιπατεῖ κατ' αὐτὰς ὁ μὴ ἔξω αὐτῶν γενόμενος· ἐν τούτῳ δὲ ταὐτὸν τὸ τηρεῖσθαι αὐτάς· ὅθεν ὁ παυσάμενος τοῦ κατ' ἀρετὴν ἐνεργεῖν οὐδὲ τηρεῖ ἔτι τὰς ἐντολὰς οὔτε περιπατεῖ ἔτι κατ' αὐτάς· ὁ γὰρ κατ' ἀρετὴν προκόπτων κατὰ τὰς ἐντολὰς βαδίζει τοῦ περιπατεῖν προκοπὴν δηλοῦντος, τοῦ τελειωθέντος μετὰ τὸ περιπεπατηκέναι κατὰ τὰς ἐντολὰς τηροῦντος αὐτάς· τούτῳ συνᾴδει τὸ μετ' αἰνιγμοῦ λεχθέν, ὡς ὁ Ἀδὰμ τέθειται ἐν τῷ παραδείσῳ ἐργάζεσθαι καὶ φυλάττειν αὐτὸν τοῦ ἐργάζεσθαι τὴν κατ' ἐνέργειαν δηλοῦντος προκοπήν, τοῦ δὲ φυλάττειν τὴν ἐν τῇ τελειώσει παραμονήν. (Cr 147, 21- 33 Ma 232f)

85 Μένει ἐν τῇ εὐαγγελικῇ διδασκαλίᾳ ὁ κατ' αὐτὴν φρονῶν καὶ πράττων, ἀπάγει δὲ ἑαυτὸν ἀπ' αὐτῆς ὁ ἐναντίως αὐτῆς ἐνεργῶν καὶ δοξάζων· εἶτα ἐπεὶ διὰ πρακτικοῦ καὶ θεωρητικοῦ γίνεταί τινος ὁ θεὸς ὁ τῶν ὅλων κτίστης ὡς τοῦ Ἀβραὰμ