1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

9

σθεναρωτέρη ὅττι φύσις γε ἀνδρομέη πέλεται πάντων στυγερῶν Βελιήρων· ἀλλὰ φύσιν ἀνέρος κεν ὅτ' ἀκμάζουσαν ἐφεύροι, δὴ τότε δὴ μεγάλα φρονέων βρενθύεται ἦτορ, οὐκέτι δὴ μερόπων ὁρόων βιοτήσιον ἄνθος, ἀλλ' αὐτῷ σφετέρῳ ἐπὶ κάρτεϊ κῦδος ἀνάπτει· εὖτέ τις ἠπεδανὸς καὶ ἀμφιγύης πολεμίζων, ἵππῳ ἐφεζόμενος εὖ εἰδότι θούριδος ἀλκῆς, αὐτῷ οἱ μέγα κῦδος ἐπαρτήσας μάλα χαίρει· ἀρχομένοισι νέοις γὰρ ὅταν φιλότης ἐπαέξῃ, εὖτε πυρὸς φλογεροῦ σφεδανώτερος ἀτμὸς ἀέρθη. - ἦν δ' αὖ μευ μέσατον καὶ ἀντιβίων μέγα νεῖκος, αὐτοὶ δ' ἀλλήλοισιν ἐπὶ δηρὸν πολέμιζον. καὶ τότ' ἀταρτηροῖσιν ἐγὼν ἐπέεσσι δράκοντα ἔννεπον, ὅττι γε θᾶσσον ἑὸν ἀπολεῖ μέγα κῦδος· ὃς δέ τ' ἄναυδος ἔμιμνεν ἑὴν ὁρόων κακότητα. πολλὰ δέ μιν κλονέων μεγάλ' ἤπυον· ὃς δὲ ἕκηλος ἤιε, γινώσκων μεῖον σθένος, ἠδ' ἀμενηνός. - καί ποτε τοῖον ἔτευξε, τὸν Ἀγλαΐδην ἀπατήσας· ἤγαγε παρθενικήν, καὶ αἶψα δόλος γε φαάνθη· οὐ γὰρ Ἰουστίνης σεπτῆς μελέεσσιν ἐῴκει. ἔνθεν ἐγὼ τὰ ἕκαστα μαθὼν στυγέεσκον ὄφιν γε. δὴ τότε καὶ ψογερῶν μερόπων ἀρχὸν μεταβάλλει κάλλος ὁμοῖον ἔχοντα σαόφρονος Ἰουστίνης. ὡς δ' ἦλθ' Ἀγλαΐδαο μάλα σχεδόν, εἶπε γεγηθώς· "3χρύσεον εὖ μόλε κάλλος Ἰουστίνης περιπύστου."3 ὡς δ' ὀνόμηνε κόρην, δαίμων φύγεν οὔνομ' ἀκούσας· καί νύ κεν Ἀγλαΐδης τρομέων τάχος ὤλεσε θυμόν. - ὦ φίλοι, αὐτὸς ἔγωγε τελειομένῃσι παρήμην τῇσι κακορραφίῃσιν· ἐγὼ κούρης πόθον οἶδα ἐς θεὸν ὑψιμέδοντα ἀναλκείην τε δράκοντος, αἴσχεα σὺν κείνῳ καταδέγμενος, οὔ ποτ' ἰαύων, παρβεβαὼς παρεόντι· γυνὴ δ' ἐξ ἀνδρὸς ἐτύχθην, καὶ πτερόεις ὄρνις· ὡς δ' ἐν προδόμοισιν ἔβαινον, φάσμα μὲν ᾤχετ' ἄιστον, ἀτὰρ πάλιν αὐτὸς ἔμιμνον Κυπριανὸς μαγίῃσι πεπιθμένος οὐτιδανῇσιν. - οἶδα τὸν Ἀγλαΐδην τεύξας πετεηνὸν ἔγωγε· ὑψόθε δ' ἐν τέγεϊ κούρης ἐλθὼν ἐκάθητο. ὡς δ' ἀπὸ φωτοφόροιο θύρης σεπτὴ βάλεν ὄμμα παρθενική, κείνη μὲν ἐΰπτερον ὤλεσεν ὄρνιν. αὐτὸς δὲ πότμοιο πύλας ἤμελλε κιχῆσαι κάμμορος, ἑστηὼς εὖτ' ὄρνεον ἄκρον ἐπ' αὐτό, εἰ μὴ τόνδ' ἐλέηρε καλὴ κούρη πινυτόφρων, ἣ καὶ παρφασίην ἀγαθὴν μυθήσατο τῷδε, ὄφρα μεθ' ἡσυχίης, τρομέων θεόν, οἴκαδε μίμνοι· ἐκ δ' αὐτὸν προδόμοιο τάχος χάζεσθαι ἀνώγει. - οὐ νοῦσος δ', οὐκ ἄλγος, ἀνιηρὸν δέ τι ἄλλο δάμνατο παρθενικήν· καὶ γὰρ κακὰ μυρία τῇδε ὦρσε κακορρέκτης δαίμων. τοκέες δ' ἄρ' ἐκείνης, ἰητρῶν βιότοιο παραιφαμένων τέλος εἶναι, μύρονθ'. ἡ δ' ἀγόρευεν· "3ἐμοί, φίλοι ὦ γενετῆρες, οὔ πω μόρσιμόν ἐστι τέλος θανάτοιο ἐπισπεῖν. ἀλλ' ἄλγος κραδίης γε πάρεστί μοι, οὐ μελέων δέ· εὖτε δ' ἀπ' ἠερόφιν πυρόεις ἀτμός τις ἐπελθὼν σμύχει ἐμεῖο δέμας."3 καὶ ἄλλα δὲ πόλλ' ἐπὶ τοῖσι παρθένου ἠιθέοιο καθ' ἅψεα χεύαμεν ἄμμες· ἡ δέ γε Χριστοφόρῳ σταυρῷ κατενήρατο κείνη ἰὰ πολυπλανέος κακοδαίμονος, ἀντιπαλάμνου. - ἀλλ' ὅτε οἱ γενετῆρας ἐπιφρήσας κάκ' ἔοργα, πώεα μὲν κτείνας καὶ βουκόλια καὶ ὀρῆας, αἶψα δὲ παρθενικὴ κείνων παρέπειθε νόημα· "3μὴ ἄχθεσθ' ἐπὶ τοῖσιν, ἐπὶ τυτθοῖς δὲ γάνυσθε, ὅττι κεν εὐλογέοντος ἀκηράτου ἄσπετα ἔσται."3 - μηνιθμὸς κούρης γὰρ ὁμώλακας οὐ λάθεν αἰνός, αἰζηῷ δ' ἐκέλευον ὅσον τάχος ἐγγυαλίξαι παρθενικὴν ἁρμοῖσιν ἀληθέσιν· ἀλλὰ νεῆνις σταυρῷ Χριστοδόκῳ σθένος ἐς τοκέων νόον ἧκεν. - ἄλλοτε καὶ δήμῳ μαλερὸν λοιμὸν κατέπεμψε δαίμων καὶ χρησμόν γε περικτιόνεσσιν ἕηκε, μὴ πρὶν λωφήσειν κότον ἄσχετον, ἄχρις Ἰούστην ἐς λέχος Ἀγλαΐδης ἀγάγοι τάχος, ἣ θέμις ἐστίν. ἀλλὰ βοὴν δήμου Χριστοῦ κατέπαυε θεραπνὶς εὐχωλαῖς ὁσίῃσι, καὶ ἄστεος ἤλασε λοιμόν. - ἔνθεν πειρηθέντες ὅσοι πόλιν ἀμφινέμονται, Χριστὸν μὲν κύδαινον, ἐμοὶ λώβην δ' ἐπέχευαν· ὡς κείνης πόλεως δ' ὀλοφώιον ἄνδρα πέλοντα ἐκπάγλως ἐμὲ πάντες ἀπέστυγον. αὐτὰρ ἔγωγε ἤιον αἰδόμενος πηούς, πολιήτας, ἅμ' ἄμφω. - ὑστάτιον δ' ὁρόων σταυροῦ μένος ὅσσα ἔοργεν, ἐν φρεσὶ τοῦτο νόησα, κακῷ δέ τε δαίμονι φάσκον· "3ὤμοι ὀλοίιον ἔρνος, ὅλων δωτὴρ ἀθεμίστων, δυσσεβίης γύαλον, ψυχὴν τί μευ ὧδ' ἀπάτησας, οὐτιδανὸς καὶ ἄκικυς ἐών, ὡς οἶσθα καὶ αὐτός; εἰ γάρ σε κρατερῶς μοῦνον σκιὴ ὧδε δαμάζει