9
τοῦ πνεύματος καὶ τοῦτο τῆς συναπτικῆς καὶ εἰρηναίας ἐν Χρι στῷ χάριτος, ἣν καὶ ἡμεῖς ἀσπαζοίμεθα, ὡς οὐδενὶ γὰρ ἄλλῳ οὕτως ἢ τῇ φιλαδελφίᾳ χαίρει Χριστός.
17 Ἀλλ' ἐχέσθω καὶ πάλιν ὁ λόγος τῶν πρόσω. Πέτρος ἐκ Σίμωνος εἰς τοῦτο ὅ ἐστι μετακέκληται, ὡς ἄν τις εἴπῃ εἰς τὸν στερρὸν τῆς ἐκκλησίας θεμέλιον· πρᾶξις δὲ ὑπο βάθρα τῆς θεωρίας καθέστηκεν. ἐκ Σαύλου δὲ ὁ Παῦλος παρὰ Χριστοῦ μετωνόμασται εἰς ὃ πᾶσα πρακτικὴ δύνα μις καὶ οἰκονομία κατὰ θεὸν ἀνερχομένη κατὰ βαθμὸν ἀναπέπαυται. Πέτρος ἕπεται σαρκοφοροῦντι θεῷ, Παῦλος δ' ἀκολουθεῖ τῷ ὑπὲρ τὴν σάρκα γενομένῳ Χριστῷ· Πέτρος πρὸ τοῦ πάθους καὶ τῆς ταφῆς καὶ τῆς ἀναστάσεως τῷ Ἰησοῦ μαθητεύεται, Παῦλος δὲ μετὰ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν καὶ τὴν εἰς τὰ δεξιὰ τοῦ πατρὸς ἐγκαθίδρυσιν τούτῳ συνάγεται, θεοειδεστέραν τὴν γνῶσιν λαβὼν καὶ τῶν ὑλικῶν ὑπερανῳκισμένην ἐμφάσεων. τί μᾶλλον Πέτρου τὸ γνώρισμα; θεοσημεῖαί τε καὶ τεράστια· τί δὲ Παύλου τὸ χαρακτήρισμα; θεολογία καὶ διδασκαλία καὶ ἡ τῶν κεκρυμ μένων μυστηρίων ἐξαγγελία τε καὶ φανέρωσις. Πέτρος ἐν Ἱεροσολύμοις καὶ μόνον τὰ ἑαυτοῦ φανερῶσαι τεθέληκεν· εὐπεριόριστα γὰρ τὰ τῆς πρά ξεως· Παῦλος δὲ εἰς πᾶσαν γῆν τῷ λόγῳ τοῦ κηρύγματος διαβέβηκεν· ἀπερίληπτα γὰρ τὰ τῆς θεωρίας καὶ τῇ φύσει ἀδιεξίτητα. Πέτρος τὴν περι τομὴν καὶ μόνην ἠσπάζετο καὶ μεταποιεῖν αὐτὴν ἐβεβούλητο ἀπὸ τοῦ γράμματος εἰς τὸ πνεῦμα, ἀπὸ τῶν φαινομένων εἰς τὸ κεκρυμμένον μυστήριον· στενοχωρεῖται γὰρ τὸ πρακ τικὸν τοῖς κινήμασι· Παῦλον δὲ καὶ τοὺς ἀπεριτμήτους προσδέχεται· τὰ γὰρ τῆς θεωρίας πεπλάτυνται. Πέτρος γυναῖκα φέρει καὶ συζυγίαν οὐκ ἀπαναίνεται· Παῦλος δὲ τὴν παρθενίαν ἀσπάζεται, τῶν θεωρητικῶν τὴν ὁμόσκηνον. Πέτρος ὀθόνην κατενηνεγμένην ἐξ οὐρανοῦ θεωρεῖ, ἐν ᾗ τὰ τῶν ζώων ἅπαντα περιέσταλται· Παῦλος δὲ εἰς πλάτος ἀνέρχεται οὐρανῶν καὶ πλήθει τῶν μερισμῶν συμμετρού μενον, καὶ ἀνέκφραστα καὶ ἀκήκοε καὶ τεθέαται. Πέ τρος πρῶτος τῷ χρόνῳ ἐν τῷ Χριστῷ· προτέρα γὰρ ἡ πρᾶξις τοῖς καθ' ἡμᾶς· δεύτερος δὲ Παῦλος, ἐπεὶ διὰ πράξεως εἰς τὴν τελεωτέραν γνῶσιν ἀναβαίνουσιν οἱ δυνάμενοι. ὁ Πέτρος ἐρωτᾶται καὶ ὁμολογεῖ Χριστοῦ τὴν υἱότητα ἀπο κεκαλυμμένην τούτῳ ἐκ τοῦ πατρός· Παῦλος δὲ καὶ μὴ ἐρωτώμενος μηδὲ βλέπων τὸν ἐρωτῶντα ὁμολογεῖ Χριστοῦ τὴν θεότητα. κλεῖς ὁ Πέτρος τῆς θεολογίας μισθὸν τῆς βασιλείας λαμβάνει τῶν οὐρανῶν, αἰσθητήν τινα χάριν ἢ ὠνομασμένην ἐξ αἰσθητῶν· Παῦλος δὲ εἰς τρίτον ἁρπάζε ται οὐρανὸν καὶ παραδείσου ἔσω χωρεῖ ἔτι διάγων ἐν σώματι καὶ ἀκροᾶται ξένων καὶ θεωρεῖ τὰ ἀθέατα, ἃ μηδ' ἐξαγ γέλλειν ὡς οὗτος φάσκει δεδύνηται. Πέτρος μετὰ τὴν δόξαν καὶ τὰς θεοσημείας καὶ τὰ τεράστια ἀρνεῖται τρί τον Χριστόν· εὐμετάτρεπτος γὰρ ἡ πρᾶξις, κἂν εἰς τέλος ἔλθῃ τῆς ἕξεως· Παῦλος ἀπαρασάλευτος ἔμεινεν, ἐπείπερ ἥψατο τῶν μειζόνων θεαμάτων, καὶ ἀμετάτρεπτος. πῶς γὰρ ἂν εἶχεν ἢ ποῦ μεταπεσεῖν, τοῦ ἐσχάτου τῶν ὀρεκτῶν ἐφαψά μενος; Πέτρος διὰ τὴν ὑπὲρ τοὺς ἄλλους φιλίαν εἰς τὸν διδάσκαλον τὴν διδασκαλίαν κληροῦται καὶ τὰ τῆς ποίμνης πιστεύεται· Παῦλος δὲ οὐ φιλήσας πρῶτον ἀλλὰ φιληθεὶς τὸ τοῦ Χριστοῦ εὐαγγέλιον εἰς πᾶσαν γῆν διετράνωσε. καὶ ἵνα συντόμως ἐρῶ· Πέτρον μὲν εὑρίσκω τῆς πρακτικῆς εἰκόνας ἀκριβεστάτας ἐμφαίνοντα, Παῦλον δὲ θεωρίας ὡς ἐναργῆ τὰ ἰνδάλματα.
18 Οὐ μὴν ὡς οὐχὶ καὶ Πέτρου θεωρίαις ἐντρυφῶντος ταῖς ὑψηλαῖς ἢ Παύλου ταῖς κατὰ Χριστὸν μὴ ἐνσχολάζοντος πράξεσι· ποῦ γὰρ θήσεις ἐκείνου μὲν τὴν θεολογίαν καὶ τὰ διδάγματα, τούτου δὲ τὰς θεαρέστους ἐνεργείας καὶ σπουδάσ ματα, ὅτε καὶ τὰς αὐτοῦ χεῖρας εἰς ὑπηρεσίαν ἁγίων προ τείνειν λέγεται καὶ ὑπὲρ τῶν ἐκκλησιῶν μεριμνᾶν καὶ τἆλλα ποιεῖν, ὅσα τῶν ἔξω καὶ φαινομένων καὶ σωματικῆς δεο μένων τῆς παραστάσεως; ἄλλως τε οὐδ' ἀπ' ἀλλήλων τέλεον αὐτὰ διακέκριται, ἀλλ' ὅπερ τις ἐν ἄλλοις εἰρήκει τῶν παλαιοτέρων ἐν φιλοσόφοις ὡς «ὁμοῦ χρήματα