1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

9

τὸ δὲ ἐν ἐλπίσι λυπεῖ τοσαυτάκις, ὁσάκις ἂν ἐλπισθῇ. Ὁρᾷ λοιπὸν ὁ μακάριος πόῤῥωθεν τῆς λειτουργίας τὸν τόπον, ἀῤῥήτου φωνῆς προσδειξάσης αὐτῷ, καὶ μόνον παραλαμβάνει τὸν υἱὸν ὁ πατὴρ, ἀπολιπὼν μετὰ τῆς ὄνου τοὺς δούλους· μόνος ὁδεύει λοιπὸν μετὰ μόνου τοῦ Ἰσαὰκ, οὐχ ὡς πατὴρ μετὰ τέκνου, ἀλλ' ὡς ἱερεὺς μετὰ θύματος. Ἐπιτίθησι δὲ καὶ τῷ Ἰσαὰκ τῆς θυσίας τὰ ξύλα, αὐτὸς φέρων τὴν μάχαιραν καὶ τὸ πῦρ. Βαρύνει τῷ φορτίῳ τὸν νέον, ἵνα ἐφιδρώσας ὁ παῖς τῷ καμάτῳ, καὶ τοῖς τῆς φύσεως λουτροῖς καθηράμενος, εὐαγεστέρα γένηται τῷ Θεῷ προσφορά. Ἐνταῦθα δὲ γενομένου τοῦ λόγου, τὸν τύπον ἰδὼν, ἀνεμνήσθην τῆς ἀληθείας. Ἰδὼν γὰρ πῶς Ἰσαὰκ ἑαυτῷ βαστάζει τῆς θυσίας τὰ ξύλα, δοξάζω τὸν Χριστὸν τὸν διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν ἑαυτοῦ τὸν σταυρὸν βαστάσαι θε 56.550 λήσαντα. Ὅλης γὰρ τῆς κατὰ Χριστὸν οἰκονομίας τὴν σκιὰν ἐνταῦθα προλαβοῦσαν ὁρῶ. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη ὁ Χριστός· τούτου τύπος Ἰσαὰκ εἰς θυσίαν ἀγόμενος. Ἐν ὀφθαλμοῖς ἡ σφαγὴ, καὶ οὐκ ἀπειθεῖ τῷ γεννήσαντι Ἰσαάκ· τύπος γὰρ ἦν Χριστοῦ, Ὃς ὑπήκουσε Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἰσαὰκ καὶ τέκνον ἦν ἐν ταὐτῷ καὶ θῦμα. Ὁμοίως καὶ ὁ Χριστὸς Υἱὸς Θεοῦ, καὶ ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὐ φείδεται τοῦ Ἰσαὰκ ὁ πατὴρ, ἀλλ' οὐδὲ Θεὸς τοῦ Χριστοῦ. Ὣς (sic) γὰρ τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Τριήμερον μετὰ τὴν θυσίαν ἡ μήτηρ ὁρᾷ ζῶντα τὸν Ἰσαάκ· τριήμερον καὶ ἡ Ἐκκλησία ἄφθαρτον ὁρᾷ τὸν Σωτῆρα. Καὶ ταῦτα μὲν περὶ τύπων, ὡς ἐν παρόδῳ. Ἀβραὰμ δὲ ἐφέστηκεν ἤδη τῷ τόπῳ τῆς λειτουργίας, εἴσω λοιπὸν τοῦ ἀγῶνος γενόμενος, ἐν ᾧ φύσις μὲν καὶ προαίρεσις μάχεται, στεφανοῦται δὲ γνώμη κατὰ τῆς φύσεως, καὶ φέρει φιλοθεΐα δικαίως κατὰ φιλοτεκνίας τὰ νικητήρια. Ἦλθεν ὁ πατὴρ μετὰ τοῦ τέκνου, μόνος ὁ ἱερεὺς μετὰ μόνου τοῦ θύματος. Πάντα δὲ ἦν ὁ παῖς τῷ πατρὶ, καὶ λειτουργὸς πρὸς ὑπηρεσίαν, καὶ θῦμα πρὸς ἱερουργίαν.

ςʹ. Ἐγὼ δὲ καὶ τοῦ νέου θαυμάζω τὴν σύνεσιν, ὅπως αἰδεσίμως προσέρχεται τῷ πατρὶ, καί φησι· Πάτερ, ἰδοὺ τὸ πῦρ, καὶ τὰ ξύλα· τὸ πρόβατον ποῦ; Οὐ καταγελᾷ τῆς λήθης τοῦ πατρός· εἶδε γὰρ Χαναναίους δουλεύοντας διὰ γέλωτα Χάμ· ἀλλ' ἐρωτᾷ, Ποῦ; σχήματι πεύσεως λήθης διορθούμενος σφάλμα. Πάτερ, φησὶν, ἰδοὺ τὰ ξύλα καὶ τὸ πῦρ· τὸ πρόβατον ποῦ; Ποῖος ἀρκέσει λόγος πρὸς παράστασιν τῆς τοῦ ἀνδρὸς μεγαλοψυχίας; Οὐκ ἐχάλασεν αὐτὸν πρὸς δάκρυα τοῦ παιδὸς ἡ φωνὴ, οὐκ ὠλοφύρατο τὴν ἡλικίαν τοῦ νέου ἀναισθητοῦσαν τῆς οἰκείας σφαγῆς, ἀλλ' ἔμεινε διαπαντὸς ἄτρωτος καὶ ἀδαμάντινος, τῆς πατρικῆς διαθέσεως ἐκλαθόμενος. Φησὶν οὖν πρὸς αὐτὸν εὐσταθῶς· Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον, τέκνον. Οὐ προαπαγγέλλει τῷ νέῳ τὸ ἐπ' αὐτῷ τοῦ Θεοῦ βούλημα, ἵνα μὴ ἁπαλῇ διανοίᾳ ἑαυτῷ ἐπιθρηνήσας ὁ νέος, δάκρυσι σπιλώσῃ τὸ θῦμα. Πῶς ὑμῖν, ἀδελφοὶ, ἀδακρυτὶ τὰ μετὰ ταῦτα διηγήσομαι; Πέπονθά τι πρὸς τὴν τῶν ἔργων διήγησιν, ὡς πατήρ. Μόνης γὰρ ἦν τῆς τοῦ Ἀβραὰμ γλώττης, ὡς οἶμαι, ἀδακρυτὶ τὰ γινόμενα διηγήσασθαι, καὶ τοιαύτην δεῖξαι ἐπὶ τῶν λόγων μεγαλοψυχίαν, οἵαν ἐκεῖνος ἐπὶ τῶν ἔργων ἔδειξε τὴν στεῤῥότητα. Τὸ γὰρ δὴ θαυμαστὸν καὶ τίμιον τοῦ ἀνδρὸς, ὅτι ὃ ἐκεῖνος εὐσταθῶς εἰργάσατο, τοῦτο ἡμεῖς οὐδὲ τοῖς λόγοις εἰπεῖν ἀπαθῶς ὑπομένομεν. Ἀλλ' ὅμως πειρατέον, κἂν μὴ λίαν ἔτι που τῆς τοῦ προπάτορος ἀρετῆς ἐφικώμεθα, φιλοθεΐας νόμῳ τὰ πάθη νικήσαντας κοινωνῆσαι αὐτῷ τῆς θυσίας, τῷ μέρει τῆς διηγήσεως. Ἀνακαύσας τοίνυν λαμπρὸν ἐπὶ τῷ βωμῷ τὸ πῦρ, σχηματίζει πρὸς τὴν θυσίαν, ἱερείου νόμῳ, τὸν υἱὸν ὁ πατὴρ, τὸν ἀγαπητὸν, τὸν μονογενῆ, καὶ θεὶς ὡς εἰς προσκύνησιν ἐπὶ τὰ γόνατα, ὄπισθε κατὰ τὸν νῶτον περιειλεῖ, τὸ ἐναντίον σχῆμα περιτιθεὶς τῷ παιδί· εἶτα τοῖς οἰκείοις ἀντιστηρίξας γόνασιν ὄπισθεν, καὶ τὴν κόμην πρὸς ἑαυτὸν ἀντανακλάσας, ἀνατείνας τὴν δεξιὰν, τολμᾷ φέρειν ἀφ' ὑψηλοῦ κατὰ τοῦ λαιμοῦ τὴν σφαγήν. Ὢ τόνος φιλοθεΐας! ὢ ψυχῆς ἀνίκητος ἀνδρεία! Ἔδησε πρὸς σφαγὴν τὸν υἱὸν, καὶ οὐκ ἐλύθησαν τῆς φύσεως οἱ ἁρμοί. Τὸ ξίφος ἐν χερσὶ, καὶ